- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:805.17-806.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注疏亚里士多德《物理学》第6卷第4章(234b21–235a30),分别通过直接证明和归谬法阐明运动随着被运动之物的诸部分一同被分割,并探讨五种相关要素的对应可分性以及运动作为状态或现实活动的性质。
Συνδιαιρεῖται γὰρ ἡ κίνησις τῷ χρόνῳ καὶ τοῖς μέρεσι τοῦ κινουμένου.
因为运动是随着时间以及被运动之物的诸部分而一同被分割的。
Εἰ γὰρ ἡ ὅλη δζ μὴ ἔστι τοῦ αγ, ἢ τῶν μερῶν αὐτοῦ τινος ἀνάγκη αὐτὴν εἶναι ἢ ἄλλου τινός. τῶν μὲν οὖν μερῶν οὐκ ἔστι· ὑπόκειται 〈γὰρ〉 ἑκατέρου αὐτῶν ἑτέρα τις κίνησις, καὶ ἀδύνατον δύο κινήσεις εἶναι τοῦ αὐτοῦ πράγματος ἢ μιᾶς δύο πράγματα. οὐκ ἄρα τούτων τινὸς ἡ δζ κίνησις. ἀλλ’ οὐδὲ ἄλλου τινός· 〈εἰ γὰρ ἄλλου τινός,〉 ἐπειδὴ οὗ ἐστιν ἡ ὅλη κίνησις 〈καὶ τὰ μέρη τῶν μερῶν〉, καὶ τῶν μερῶν ἐκείνου τὰ μέρη τῆς κινήσεως τὰ δ̄ε̄ ε̄ζ̄ κινήσεις εἰσίν·1 ὑπόκεινται δὲ καὶ τῶν αβ βγ, δύο δέ τινων μίαν κίνησιν οὐ δύναται εἶναι· οὐκ ἄρα οὐδὲ τῶν μερῶν ἐκείνου, ὥστε οὐδὲ τοῦ ὅλου. εἰ τοίνυν τὴν δζ ἀνάγκη ἢ τοῦ αγ εἶναι ἢ τῶν μερῶν αὐτοῦ ἢ ἄλλου τινός, μήτε δὲ τῶν μερῶν τοῦ αγ μήτε ἄλλου τινός ἐστι, ἀνάγκη τὴν δζ τοῦ αγ εἶναι, καὶ ἑκάτερον τῶν μερῶν αὐτῆς ἑκατέρου τῶν μερῶν τῆς αγ. συνδιῄρηται ἄρα ἡ κίνησις τοῖς μέρεσι τοῦ κινουμένου. καὶ οὕτως μὲν δείκνυσιν ἐπ’ εὐθείας. Διὰ δὲ τοῦ ἀδυνάτου δείκνυσιν οὕτως. εἰ μὴ ἔστιν ἡ δζ κίνησις τοῦ αγ, ἔστω ἡ θι, καὶ ἀφῃρήσθω ἀπ’ αὐτῆς 〈ἡ〉 τῶν δύο μερῶν τοῦ αγ τῶν αβ βγ κίνησις. τὴν οὖν θι διαιρουμένην ἀνάγκη ἢ καταδαπανᾶσθαι ἢ ἐλλείπειν ἢ πλεονάζειν.2 εἰ μὲν οὖν πλεονάσοι, οἷον εἰ εἴη τοῦ μὲν αβ ἡ θη τοῦ 〈δὲ〉 βγ ἡ ηκ, καταλείπεται ἡ κι καὶ ἔσται τινὸς κίνησις. ἢ τοίνυν τοῦ αγ ἢ τῶν μερῶν αὐτοῦ ἢ ἄλλου τινός. ἀλλ’ οὔτε τοῦ ὅλου (ἡ θι γὰρ ὑπόκειται), οὔτε τῶν μερῶν τοῦ αγ (τοῦ μὲν γὰρ αβ ἡ θη, τοῦ δὲ βγ ἡ ηκ), οὔτε ἄλλου τινὸς εἶναι αὐτὴν δυνατόν (συνεχὴς γὰρ ἡ κι τῇ λοιπῇ, ἀδύνατον δὲ δύο τινῶν πραγμάτων συνεχῆ εἶναι κίνησιν ἐκείνων μὴ ὄντων συνεχῶν· ὥστε οὐδὲ ἄλλου τινός ἐστιν ἡ κι)· ὥστε ἔσται κίνησις οὐδενὸς οὖσα κίνησις, ὅπερ ἀδύνατον. εἰ δὲ ἐλλείψοι, οἷον εἰ διαιρεθείη τὸ αγ εἰς τρία καὶ εἴη τοῦ μὲν αβ ἡ θκ τοῦ δὲ βδ ἡ κι, συμβήσεται τὸ αὐτὸ ἅμα καὶ κινεῖσθαι καὶ 〈μὴ〉 κινεῖσθαι· τὸ γὰρ δγ, διότι τοῦ αγ μέρος ἐστί, συγκινηθήσεται τῷ ὅλῳ, διότι δὲ οὐχ ὑπελείφθη αὐτῷ κίνησις, οὐ κινηθήσεται. τὸ αὐτὸ ἄρα καὶ κινεῖται καὶ οὐ κινεῖται, ὅπερ ἀδύνατον.
因为如果作为整体的ΔΖ不是ΑΓ[的运动],它就必然属于ΑΓ的诸部分中的某一个,或者属于某个其他事物。然而它不可能属于那些部分;因为它们各自的另一种运动已被假定,而同一事物有两种运动,或者一种[运动]属于两个事物,都是不可能的。因此ΔΖ运动不属于这些[部分]中的任何一个。但它也不属于某个其他事物;因为若是属于某个其他事物,既然整体运动属于什么,运动的诸部分也属于那东西的诸部分,那么运动的诸部分ΔΕ和ΕΖ也就是那东西的诸部分的运动;但它们又被假定为ΑΒ和ΒΓ的[运动],而两个事物不可能有同一种运动;因此它们也不属于那东西的诸部分,从而〔整体运动〕也不属于其整体。因此,如果ΔΖ必然要么属于ΑΓ,要么属于其诸部分,要么属于某个其他事物,而它既不属于ΑΓ的诸部分,也不属于某个其他事物,那么ΔΖ就必然属于ΑΓ,并且它的各个部分属于ΑΓ各个部分。由此可见,运动是随着被运动之物的诸部分而一同被分割的。他是这样通过直接论证证明这一点的。而他通过归谬法证明如下:如果ΔΖ不是ΑΓ的运动,设它是ΘΙ,并且从它之中减去ΑΓ的两个部分ΑΒ和ΒΓ的运动。那么ΘΙ在被分割时,必然要么刚好穷尽,要么不足,要么有余。如果它有余,例如假定ΑΒ的[运动]是ΘΗ,ΒΓ的[运动]是ΗΚ,那么ΚΙ被余下并且将是某物的运动。那么它要么属于ΑΓ,要么属于其诸部分,要么属于某个其他事物。但它既不可能属于整体(因为已假定ΘΙ是[整体的运动]),也不可能属于ΑΓ的诸部分(因为ΑΒ的[运动]是ΘΗ,ΒΓ的是ΗΚ),也不可能属于某个其他事物(因为ΚΙ与其余部分是连续的,而在两个事物本身不连续的情况下,它们的运动是连续的这是不可能的;从而ΚΙ也不属于某个其他事物);因此将存在一个不属于任何事物的运动,这是不可能的。而如果它不足,例如假定ΑΓ被分为三部分,ΑΒ的[运动]是ΘΚ,ΒΔ的[运动]是ΚΙ,那么就会得出同一事物同时既运动又不运动的结论;因为ΔΓ由于是ΑΓ的一部分,将随整体一同运动,但由于没有给它留下运动,它又将不运动。因此同一事物既运动又不运动,这是不可能的。
Ὡς ἄν, φησίν, ἔχῃ ἓν τῶν εʹ, οὕτως ἔχει καὶ τὰ λοιπά· εἴτε γὰρ ἕν τι διαιρετόν, καὶ τὰ λοιπά, εἴτε ἐπ’ ἄπειρον διαιρετόν, εἴτε ὁπωσοῦν ἄλλως. λαμβάνει δὲ ὡς ἕξιν τινὰ τὴν κίνησιν, τὸ δὲ κινεῖσθαι ὡς ἐνέργειαν. ἢ τὸ αὐτὸ ληπτέον κίνησιν καὶ κινεῖσθαι, ἢ εἰ ἕξις ἐστὶν ἡ κίνησις, οὕτως φήσομεν αὐτὴν διαιρεῖσθαι, ὥσπερ καὶ τὸ εἶδος, οὐ καθ’ αὑτό· ἡ γὰρ ἕξις ἀεὶ ἑστῶσά ἐστι, κἄν τε κινῆται κἄν τε μὴ κινῆται, οὐ καθ’ αὑτήν, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ ἐν διαιρετῷ εἶναι·3 διαιρουμένης γὰρ τῆς βώλου, ἔστι δηλονότι καὶ ἐν τοῖς μέρεσιν αὐτῆς ἡ ἕξις.
他说,这五者中的一者如何,其余的也就如何;因为无论其中一个是可分的,其余的也是如此,还是无限可分的,抑或以任何其他方式存在,都是如此。但他将运动视为某种持存状态,而将处于运动中视为现实活动。或者必须把运动与处于运动中视为同一事物,或者如果运动是一种持存状态,我们就会说它是以这种方式被分割的,正如同形式一样,不是就其自身被分割的;因为持存状态无论处于运动中还是不处于运动中都是始终持存的,不是就其自身,而是通过在可分之物中存在这一偶性[而被分割];因为当土块被分割时,显然持存状态也在它的各个部分之中。
Μίαν κίνησιν δύο τινῶν εἶναι ἀδύνατον.
单一的运动属于两个事物是不可能的。
- 6.30ἐπειδὴ οὗ ἐστιν ἡ ὅλη κίνησις 〈καὶ τὰ μέρη τῶν μερῶν〉, καὶ τῶν μερῶν ἐκείνου τὰ μέρη τῆς κινήσεως τὰ δ̄ε̄ ε̄ζ̄ κινήσεις εἰσίν
关系代词 οὗ 的先行词为主句中的 ἐκείνου。整个句式结构为:“既然整体运动属于什么,[运动的]部分也属于[那事物的]部分,那么对于那事物的诸部分而言,运动的诸部分ΔΕ与ΕΖ也就成为其运动”。
- 6.30τὴν οὖν θι διαιρουμένην ἀνάγκη ἢ καταδαπανᾶσθαι ἢ ἐλλείπειν ἢ πλεονάζειν
这是由 ἀνάγκη 支配的“宾格加不定式”结构。宾格 τὴν θι 是不定式结构的主语,与之同格的现在分词 διαιρουμένην 是表示时间或条件的环境分词(即“当被分割时”)。
- 6.31οὐ καθ’ αὑτήν, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ ἐν διαιρετῷ εἶναι
带冠词的与格不定式 τῷ εἶναι 表示原因或方式,解释前面的 κατὰ συμβεβηκός,意为“由于存在于可分之物中而在偶性上[被分割]”。
