← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§803.27-805.15

不可分的现在与运动和静止的不存在

菲洛波诺斯注解了《物理学》卷六第三章(233b33–234b17),阐明严格意义上的“现在”是划分过去与未来的不可分界限而非具有延展的时间,并讨论了“现在”中不存在运动和静止以及变化中的中间状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.21

Τὸ νῦν τὸ πεπερασμένον, λέγει, ὅπερ πέρας μέν ἐστι τοῦ παρεληλυθότος ἀρχὴ δὲ τοῦ μέλλοντος, τοῦτο καὶ ἕν ἐστι καὶ ἀδιαίρετον, ὥσπερ τῆς γραμμῆς τὸ σημεῖον· εἰ γὰρ εἴη διαιρετόν, χρόνος ἔσται καὶ οὐ πέρας χρόνου. τοῦτο δὲ τὸ ἄτομον πρώτως λέγεται νῦν, τὸ δὲ ἐν πλάτει οὔτε πρώτως οὔτε καθ’ αὑτό· διὸ γὰρ πλησιαίτερον τοῦ κυρίως νῦν, διὰ τοῦτο καὶ αὐτὸ νῦν λέγεται.1 κατὰ συμβεβηκὸς οὖν νῦν διὰ τὸ εἶναι πλησιαίτερον τοῦ νῦν καὶ κατὰ δεύτερον λόγον· διότι γὰρ ἐκεῖνο νῦν, καὶ τὸ πλησιάζον αὐτῷ βραχὺ τοῦ χρόνου διάστημα νῦν λέγεται.

他说,被限定的“现在”——它既是过去的终点又是未来的起点——既是一又是不可分的,正像线上的点一样;因为如果它是可分的,它就会是时间而非时间的界限。而这个不可分之物是在第一位上被称为“现在”的,具有延展的[现在]则既不是在第一位上也不是就其自身被称为“现在”;因为由于它更接近严格意义上的“现在”,因而在这一缘故下它自身也被称为“现在”。因此它是偶性上的“现在”,因其更接近“现在”,并且是在第二位意义上的;因为既然那个是“现在”,接近它的短促的时间间隔也就被称为“现在”。

§6.22

Ἐπὶ τὰ ἑπόμενα. — Εἰ οὖν μηδὲν ἔχει ἑπόμενον, ἔσται δὲ καὶ τὸ τοῦ παρῳχηκότος πέρας, ἀμερὲς ἄρα.

“关于相续之物。”——因此,如果它没有任何相续之物,并且也将是过去的终点,那么它就是没有部分的[不可分的]。

§6.23

"Καθ’ ὃ γὰρ ἂν διαιρεθῇ." Ἐπειδὴ τὸ μεταξὺ τοῦ πέρατος τοῦ παρῳχηκότος χρόνου καὶ τῆς ἀρχῆς τοῦ μέλλοντος τὸ χρονικόν ἐστι νῦν καὶ οὐ τὸ ἀμερές, πᾶς δὲ χρόνος διαιρετός, διῃρήσθω τοίνυν κατὰ τὸ δ. καὶ ἐπεὶ πᾶς χρόνος διαιρούμενος εἰς τὸν παρῳχηκότα διαιρεῖται καὶ τὸν μέλλοντα, ἕξει καὶ τὸ νῦν τὸ μὲν παρῳχηκὸς τὸ δὲ μέλλον. Ἰστέον δὲ ὅτι ἐν τῷ νῦν στάσις μὲν γίνεται, ἠρεμία δ’ οὔ· πᾶσα γὰρ κίνησις καὶ ἠρεμία ἐν χρόνῳ γίνεται, τὸ δὲ νῦν οὐ χρόνος, ὥστε στάσις μόνον γίνεται ἐν αὐτῷ.

“因为在它被分割之处。” 由于在过去时间的终点与未来时间的起点之间的东西是时间性的“现在”而非不可分者,而一切时间都是可分的,那么设它在点Δ处被分割。由于一切时间被分割时都被分割为过去与未来,所以这个“现在”也将一部分是过去,一部分是未来。但应当知晓的是,在“现在”中停息固然会发生,静止却不会;因为一切运动和静止都发生在时间中,而“现在”不是时间,从而在其中只有停息发生。

§6.24

Ἐκ τῶν εἰρημένων, φησίν, οὐ τὸ καθ’ αὑτὸ νῦν, ὅπερ προέκειτο ἡμῖν ζητῆσαι, τοῦτο ἀνεφάνη, ἀλλὰ τὸ πλατικόν, ὅπερ οὐ δι’ αὑτὸ ἀλλὰ δι’ ἕτερόν ἐστι νῦν. τοῦτο δὲ συνέβη διὰ τὸ μὴ ἓν καὶ ταὐτὸ τὸ νῦν ὑποθέσθαι τό τε παρῳχηκότος πέρας καὶ τὴν ἀρχὴν τοῦ μέλλοντος. ὅτι δὲ οὐκ ἔστι καθ’ αὑτὸ νῦν, δῆλον ἐξ ὧν διαιρεῖται, πᾶσα δὲ διαίρεσις κατὰ τὸ καθ’ αὑτὸ νῦν γίνεται, οὐκ αὐτὸ διαιρεῖται, ὥσπερ καὶ ἐν γραμμῇ κατὰ σημεῖον ἡ διαίρεσις καὶ ἐν ἐπιφανείᾳ κατὰ γραμμὴν καὶ ἐν στερεῷ κατὰ ἐπιφάνειαν.

他说,根据所说的内容,显现出来的并不是设定供我们探究的就其自身而言的“现在”,而是具有延展的[现在],即不是由于自身而是由于他者成为“现在”的那种。之所以发生这种情况,是因为没有假定“现在”既作为过去的终点又作为未来的起点是一且相同的。至于它不是就其自身的“现在”,从它被分割即可明白;一切分割都是按照就其自身的“现在”进行的,它自身并不被分割,正如同在线上是按照点分割、在面上按照线、在立体中按照面分割一样。

§6.25

"Πρὸς δὲ τούτοις τοῦ νῦν." Συμβήσεται, φησίν, ἐν ἑνὶ καὶ τῷ αὐτῷ νῦν, ἐπειδὴ ἐπ’ ἄπειρον διαιρεῖσθαι δύναται χρονικὸν ὄν, πολλοὺς μέλλοντας καὶ παρῳχηκότας λαμβάνειν,2 καὶ τοὺς αὐτοὺς μέλλοντάς τε καὶ παρῳχηκότας πρὸς ἄλλην καὶ ἄλλην τομήν, καὶ οὐ τὸ αὐτὸ νῦν ἐστιν ἄλλοτε ἄλλο ἐπ’ ἄπειρον. καὶ πῶς οὐκ ἄτοπον ἔν τε τῷ πέρατι τοῦ μέλλοντος καὶ τοῦ παρεληλυθότος μυρίους μέλλοντας καὶ παρεληλυθότας ἐπινοεῖν, καὶ μὴ ἓν νῦν εἶναι τὸ πέρας τοῦ παρῳχηκότος καὶ ἓν τὸ τοῦ μέλλοντος, ἀλλὰ μυρία ἑκατέρου κατὰ τὰς ἀπείρους τοῦ νῦν διαιρέσεις; ὅπῃ γὰρ ἂν διέλοιμεν, τοῦτο 〈τὸ〉 νῦν ἔσται διορίζον τὸν παρελθόντα καὶ τὸν μέλλοντα.

“此外,对于‘现在’。” 他说,将得出这样的结论:在单一且相同的“现在”之中,既然它是时间性的从而能够无限地被分割,就会取到许多未来和过去,并且相对于不同的切分,相同的〔时间〕既是未来又是过去,而且它并非相同的“现在”,而是无限地成为一个又一个不同的[现在]。而在未来的终点与过去的终点之中设想出无数的未来与过去,并且过去的终点不是单一的“现在”、未来的终点也不是单一的[现在],而是按照对“现在”的无限分割每一方都有无数个,这岂不是荒谬的吗?因为无论我们在何处切分,这都将是划分过去与未来的“现在”。

§6.26

"Ἐν ἀμφοῖν τοῖν χρόνοιν." Εἰ τὸ νῦν, φησίν, ἕν ἐστι καὶ ταὐτὸν τοῦ τε παρῳχηκότος πέρας ὂν καὶ τοῦ μέλλοντος ἀρχή, ἐνδέχεται δέ τι τὸν μὲν [τὸν χρόνον] ὅλον3 κινεῖσθαι τὸν δὲ ἠρεμεῖν ὅλον, συμβήσεται ἅμα τὸ αὐτὸ καὶ κινεῖσθαι καὶ ἠρεμεῖν, ὅπερ ἀδύνατον.

“在两个时间中。” 他说,如果“现在”是一且相同的,既是过去的终点又是未来的起点,而某物有可能在其中的整个时间运动而在另一个整个时间静止,那么就会得出同一事物同时既运动又静止的结论,而这是不可能的。

§6.27

"Τὸ δ’ ὅλον κινούμενον." Προσέθηκεν τὸ καθ’ ὅ 〈πέφυκε κινεῖσθαι〉· ἔστι γὰρ τῶν τοῦ χρόνου καὶ τὸ νῦν, ἀλλ’ οὐ πέφυκεν ἐν τούτῳ κινεῖσθαι. ἐν πᾶσιν οὖν κινεῖται τοῖς πεφυκόσιν ὑποδέχεσθαι κίνησιν, ὑπόκειται δὲ καὶ ἐν τῷ νῦν δυνατόν τι κινεῖσθαι, β′ καὶ ἐν τούτῳ κινηθήσεται.

“但在整个〔时间〕中运动的事物。” 他补充了“在它依其本性能够运动之处”;因为在属于时间的诸事物中也有“现在”,但〔运动的事物〕并不是在其中依其本性能够运动的。因此,它是在一切依其本性能够接纳运动的事物中运动的,但若假定在“现在”中某物运动也是可能的,第二,它也将在此之中运动。

§6.28

Πρὶν γὰρ τὸ λευκὸν εἰς τὸ μέλαν μεταβάλλῃ, πρότερον εἰς τὸ φαιὸν μεταβάλλει· ὥστε τὸ μεταξὺ εἰς ὅ ἐστι.

因为在白色变为黑色之前,它先变为灰色;因此中间物是[变化]所向之处。

语法注3 条
  1. 6.21διὸ γὰρ πλησιαίτερον τοῦ κυρίως νῦν, διὰ τοῦτο καὶ αὐτὸ νῦν λέγεται.

    διό 引导表原因的关系从句(相当于 δι’ ὅ,“由于/因其……”),并与主句中的 διὰ τοῦτο(“因这一缘故”)相呼应。这种结构通过重复相关的因果短语起强调作用。

  2. 6.25Συμβήσεται, φησίν, ἐν ἑνὶ καὶ τῷ αὐτῷ νῦν, ἐπειδὴ ἐπ’ ἄπειρον διαιρεῖσθαι δύναται χρονικὸν ὄν, πολλοὺς μέλλοντας καὶ παρῳχηκότας λαμβάνειν

    无人称动词 συμβήσεται 由不定式 λαμβάνειν 充当实际主语,不定式的逻辑主语为不特定的一般人(“人们截取……”)。随后由 καί 连接的成分均为由 συμβήσεται 所引出的一连串荒谬后果。

  3. 6.26τὸν μὲν [τὸν χρόνον] ὅλον κινεῖσθαι τὸν δὲ ἠρεμεῖν ὅλον

    宾格短语 τὸν μὲν ὅλον 与 τὸν δὲ ὅλον 表时间的持续(副词性宾格),补充省略的 χρόνον,解作“在其中的整个时间运动,而在另一个整个时间静止”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:803.27-805.15