← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§802.9-803.25

时间与量度的无限分割及反驳芝诺

基于亚里士多德《物理学》第6卷第2章(233a7–233b25),菲洛波诺斯阐释了借助速度之比进行的时间与量度的相互无限分割,通过区分外延上的无限与分割上的无限反驳了芝诺否定运动的悖论,并分析了速度比率(如一又二分之一比)在测量部分中的应用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.14

" Καὶ τῷ ἀποδεδειγμένῳ χρωμένοις." Ποίῳ τούτῳ; ὅτι τὸ θᾶττον ἐν ἐλάττονι χρόνῳ τὸ ἴσον δίεισιν. τούτῳ γὰρ χρώμενοι διὰ μὲν τοῦ θάττονος διαιροῦμεν τὸν χρόνον, ὅτι εἰ τὸ βραδύτερον τὸ τοσόνδε μέγεθος ἐν ὡριαίῳ χρόνῳ κεκίνηται, τὸ θᾶττον ἄρα ἐν ἐλάττονι χρόνῳ τὸ αὐτὸ κινηθήσεται, οἷον ἐν ἡμιωρίῳ· ὥστε διὰ τοῦ θάττονος ἐτμήθη ὁ χρόνος. ἀλλὰ μὴν καὶ διὰ τοῦ βραδυτέρου τὸ μέγεθος τέμνεται· εἰ γὰρ ἐν τῷ ἡμιωριαίῳ τὸ θᾶττον πηχυαῖον μέγεθος κεκίνηται, ἐν τῷ αὐτῷ χρόνῳ τὸ βραδύτερον ἔλαττον κινηθήσεται, οἷον ἡμιπηχυαῖον· ὥστε διὰ τοῦ βραδυτέρου τὸ μέγεθος ἐτμήθη, λαμβανόντων ἡμῶν ὁμολογούμενον τὸ ἤδη δεδειγμένον,1 ὅτι τὸ θᾶττον ἐν ἐλάττονι τὸ ἴσον κινεῖται. οὐκοῦν καὶ ἔμπαλιν ἐν τῷ ἴσῳ χρόνῳ τὸ βραδύτερον ἔλαττον κινηθήσεται. καὶ τούτων ἀεὶ λαμβανομένων ἐπ’ ἄπειρον ἡ τομὴ τοῦ χρόνου καὶ τοῦ μεγέθους γίνεται.

“而对于运用已证明之理的人而言。” 这是指怎样的理呢?即较快者在更少时间内通过相等的[量度]。因为运用这一点,一方面我们通过较快者来分割时间,因为如果较慢者在一小时的时间内运动了这么大的量度,那么较快者便将在更少时间内运动同一量度,例如在半小时内;因此时间通过较快者被切分了。然而另一方面,量度也通过较慢者被切分;因为如果在半小时内较快者运动了一肘长的量度,那么在同一时间内较慢者将运动较小的量度,例如半肘长;因此,当我们把已经表明的事情——即较快者在更少时间内运动相等的量度——作为公认的前提接受时,量度便通过较慢者被切分了。因此反过来,在相等时间内较慢者也将运动较小的量度。随着这些步骤不断被采用,时间和量度的切分便无限地进行下去。

§6.15

"Ἀντιστρέφειν ἀληθές." Τουτέστι μεταλαμβάνειν ἐκ τοῦ θάττονος τὸ βραδύτερον, καὶ ἔμπαλιν.

“相互反转是真实的。” 这就是说,从较快者交替转换到较慢者,反之亦然。

§6.16

Οὐ μόνον, φησίν, ἐκ τῶν ἡμετέρων ἐπιχειρημάτων δῆλόν ἐστιν ὅτι ἀντιστρέφουσιν πρὸς ἄλληλα ὅ τε χρόνος καὶ τὸ μέγεθος, ὡς ὁπότερον ἂν εἴη συνεχές, ἐξ ἀνάγκης ἀκόλουθον καὶ τὸ λοιπὸν εἶναι,2 ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἐν τῇ συνηθείᾳ λεγομένων καὶ πραττομένων· λέγομεν γὰρ ὅτι ἥδε ἡ ὁδὸς ἀνύεται δι’ ἡμέρας μιᾶς, τὸ δὲ ἥμισυ αὐτῆς δι’ ἡμίσεως, καὶ ἑξῆς τὸ τέταρτον αὐτῆς διὰ τετάρτου ἡμέρας.

他说,时间和量度彼此相互对应,以至于二者之中无论哪一个是连续的,剩下的一者必然也是连续的,这不仅从我们的论证中是清楚的,而且从日常习俗中的言谈和行事本身来看也是清楚的;因为我们说,这条路程用一天走完,而其一半用半天走完,依次类推其四分之一用四分之一天走完。

§6.17

Ὁ Ζήνων ἀναιρῶν τὸ εἶναι κίνησιν ἐκέχρητο τοιούτῳ συλλογισμῷ· εἰ ἔστι κίνησις, ἐνδέχεται τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν. ἀλλὰ μὴν τοῦτο ἀδύνατον, οὐκ ἄρα ἔστι κίνησις. εἰ γὰρ κινοῖτό τι ἐπὶ πηχυαίου μεγέθους ἐν μιᾷ ὥρᾳ, ἐπειδὴ ἐν παντὶ μεγέθει ἄπειρά ἐστι σημεῖα, ἀνάγκη ἄρα πάντων ἅψασθαι τῶν σημείων τοῦ μεγέθους τὸ κινούμενον· διελεύσεται ἄρα τὰ ἄπειρα ἐν πεπερασμένῳ χρόνῳ, ὅπερ ἀδύνατον. φησὶν οὖν ὁ Ἀριστοτέλης, ὅτι ψευδῶς λαμβάνει ὁ Ζήνων ὅτι ἀδύνατον τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν· πρὸς μὲν γὰρ τὸ κατὰ τὴν ἔκτασιν ἄπειρον, εἴπερ τοῦτο ἐλάμβανεν, ἀληθές3 (ἀδύνατον γὰρ τὸ οὕτως ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν), εἰ δὲ 〈τὸ〉 τῇ διαιρέσει ἄπειρον, ψεύδεται· καὶ γὰρ αὐτὸς ὁ χρόνος ἐπ’ ἄπειρον διαιρετός * * * ἄπειρα ἐν τῷ χρόνῳ τὰ νῦν, ὥστε οὐ τοῖς πεπερασμένοις τῶν ἀπείρων ἅψεται, ἀλλὰ ἀπείροις ἀπείρων.

芝诺在取消运动的存在时曾使用过如下的推论:如果运动存在,就可能在有限时间内穿过无限者。然而这却是不可能的;所以运动不存在。因为如果有某物在一小时内运动一肘长的量度,既然在每一个量度中都有无限的点,那么运动之物就必然接触该量度的一切点;因此它将在有限时间内穿过无限的诸点,而这是不可能的。于是亚里士多德说,芝诺断定在有限时间内穿过无限者是不可能的,这一假定是虚妄的;因为就延展[外延]上的无限而言,如果他确实是指这个,那是真实的(因为在有限时间内穿过以此种方式无限者是不可能的);但如果是指经由分割的无限,他则是虚妄的;因为时间本身也是可无限分割的[……]时间之中的“现在”也是无限的,从而它并非以有限者去接触无限者,而是以无限者去接触无限者。

§6.18

"Τοῦτο δὲ ἢ καταμετρήσει." Τὸ ληφθὲν τοῦ μεγέθους μόριον, ὃ δίεισιν τὸ τοῦ χρόνου μόριον, ἢ καταμετρεῖ τὸ ὅλον ἢ ἐλλείπει ἢ ὑπερβάλλει· εἰ γὰρ εἴη μέγεθος πήχεων ζʹ καὶ ληφθῇ τι ἐξ αὐτοῦ πηχυαῖον, τοῦτο ἑπτάκις καταμετρήσει τὸ ὅλον, εἰ δὲ δίπηχυ ληφθῇ τὸ μόριον, τετράκις μὲν μετρῆσαν τὸ ὅλον ὑπερβαλεῖ, τρὶς δὲ ἐλλείψει. ἀλλ’ εἴτε μετρεῖ εἴτε ὑπερβάλλει εἴτε καὶ ἐλλείπει, οὐδὲν διαφέρει· ἔχει γὰρ 〈πρὸς〉 τὸ ὅλον τινὰ λόγον.

“而这或者完全量尽。” 所截取的量度之部分(时间的部分通过它),或者完全量尽整体,或者不足,或者超出;因为如果有一个七肘长的量度,从中截取一肘长的部分,这就会七次完全量尽整体;但如果截取的部分是两肘长,量四次就会超出整体,而三次则会不足。但无论它是量尽、超出还是不足,都毫无区别;因为对整体而言它总具有某种比率。

§6.19

Τουτέστι δυνατὸν ἐστί τι ταχύτερον ἄλλου εἶναι κατὰ τὸν ἡμιόλιον λόγον.

这就是说,某物有可能按照一又二分之一的比率[三比二的比率]比另一物更快。

§6.20

Τοῦ γὰρ βραδυτέρου δύο ἄτομα τοῦ μεγέθους κινουμένου τὸ θᾶττον ἐν τῷ αὐτῷ χρόνῳ τρία κινηθήσεται· εἰ γὰρ τὸ πᾶν πρὸς τὸ τάχος τὸν ἡμιόλιον ἔχει λόγον, καὶ τὸ μέγεθος πρὸς τὸ μέγεθος τὸν αὐτὸν ἕξει.

因为当较慢者运动量度的两个不可分部分时,较快者将在同一时间内运动三个;因为如果整体相对于速度具有一又二分之一的比率,那么量度相对于量度也将具有相同的比率。

语法注3 条
  1. 6.14λαμβανόντων ἡμῶν ὁμολογούμενον τὸ ἤδη δεδειγμένον

    在属格绝对结构中,现在分词 λαμβανόντων 的宾语为 τὸ ἤδη δεδειγμένον(已经表明者),形容词 ὁμολογούμενον(作为公认前提)则作为宾语补足语构成双重宾格结构。

  2. 6.16ὡς ὁπότερον ἂν εἴη συνεχές, ἐξ ἀνάγκης ἀκόλουθον καὶ τὸ λοιπὸν εἶναι

    ὡς 引导一个对 ἀντιστρέφουσιν 进行说明的从句,内部包含一个带有希求语气的条件分句(ὁπότερον ἂν εἴη συνεχές),结论部分则采用非人称的宾格加不定词结构(ἐξ ἀνάγκης ἀκόλουθον [ἐστὶ] καὶ τὸ λοιπὸν εἶναι)。

  3. 6.17πρὸς μὲν γὰρ τὸ κατὰ τὴν ἔκτασιν ἄπειρον, εἴπερ τοῦτο ἐλάμβανεν, ἀληθές

    介词短语 πρὸς... ἄπειρον 表示视点(“就……而言”),修饰省略了系动词 ἐστί 的谓语 ἀληθές,并与后文的 εἰ δὲ 〈τὸ〉 τῇ διαιρέσει ἄπειρον, ψεύδεται 相对偶。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:802.9-803.25