- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:800.2-802.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《物理学》卷六第一至二章,阐明连续体(量度、运动、时间)不可由无部分之物(如点或不可分的运动)构成的论证,并分析速度的定义以及较快与较慢运动之间的比例关系。
" Οὔτε γὰρ ἓν τὰ ἔσχατα." Εἰ γὰρ ἡ γραμμὴ συνεχής, συνεχὲς δὲ ὧν τὰ ἔσχατα ἕν, σύγκειται δὲ ἡ γραμμὴ ἐκ στιγμῶν, ἀνάγκη τὴν στιγμὴν τά τ’ ἔσχατα ἓν εἶναι.1 εἰ δὲ τοῦτο, ἕξουσιν αἱ στιγμαὶ ἑκάστη τὸ μὲν ἄλλο τὸ δὲ ἄλλο, εἴπερ ἄλλο τὸ ἔσχατον καὶ οὗ ἐστιν ἔσχατον, καὶ οὐκέτι ἔσται ἀμερῆ τὰ σημεῖα.
“因为诸极限界限也不是单一的。” 因为如果线是连续的,而凡诸极限界限为单一者即是连续的,且线是由点构成的,那么点与诸极限界限成为单一便是必然的。但如果这样,诸点各自就会具有这一部分和另一部分,因为极限界限与它作为其极限界限者不同,而诸点也将不再是无部分的了。
Εἰ ἐξ ἁπτομένων στιγμῶν, φησί, συγκέοιτο ἡ γραμμή, ἐπειδὴ ἁπτόμενα ἦν ὧν ἅμα τὰ ἔσχατα, ἔσονται πάλιν ἔσχατα τῶν σημείων.
他说,如果线是由相互接触的点构成的;既然相互接触者是指那些诸极限界限在一起者,那么点就将再次具有诸极限界限。
Δύο γὰρ σημεῖα ὅλα ὅλων ἁπτόμενα καὶ ἐφαρμόζοντα μέγεθος οὐ ποιεῖ· εἰ δὲ δύο μέγεθος οὐ ποιοῦσιν, οὐδὲ τρία οὐδὲ μύρια· ὥστε οὐδὲ ἐξ ἁπτομένων στιγμῶν ἡ γραμμὴ ἔσται. ὁ αὐτὸς λόγος καὶ ἐπὶ γραμμῆς καὶ ἐπιφανείας· ἀμερῆ γὰρ ταῦτα· ἡ γραμμὴ γὰρ ἀπλατὴς καὶ ἡ ἐπιφάνεια ἀβαθής.
因为两个点全对全地接触并重合并不产生量度;而如果两个点不产生量度,三个或一万个点也不会产生;因此线也不会是由相互接触的点构成的。同样的论据也适用于线和面;因为这些是无部分的;因为线无宽度,面无深度。
"Καὶ διαιρεῖται εἰς οὕτως διαιρετά." Ἀεὶ γὰρ τὸ συνεχὲς εἰς συνεχῆ διαιρεῖται δυνάμενα πάλιν εἰς συνεχῆ διαιρεῖσθαι. τὸ δὲ τόπῳ, ὅτι ἔστι τινὰ τῷ λόγῳ διαιρετά, οὐχὶ δὲ καὶ τῷ τόπῳ, οἷον τὸ ἐν μέλιτι γλυκὺ καὶ ξανθὸν λόγῳ μὲν διαιροῦνται ἀλλήλων, τόπῳ δὲ οὔ. τὸ συνεχὲς δ’ οὐχ οὕτως, ἀλλὰ διαιρετὸν εἰς ἀεί. διαιρετά· τῷ τόπῳ.
“并且被分割为以这种方式可分割者。” 因为连续者总是被分割为能够再次被分割为连续者的连续物。而补充“在处所上”,是因为有些事物在定义[logos]上是可分割的,但在处所上却并非如此;例如蜂蜜中的甜与黄在定义上彼此分开,但在处所上却不分开。但连续者并非如此,而是可无限分割。“可分割的”:即在处所上[可分割]。
"Ἡ κίνησις ἣν ἐκινήθη." Εἰ γὰρ τὸ ω τὴν ὅλην κίνησιν τὴν δεζ ἐπὶ τοῦ ὅλου μεγέθους τοῦ αβγ κινεῖται, καὶ τὸ μέρος τῆς κινήσεως ἐπὶ τοῦ μέρους τοῦ μεγέθους κινηθήσεται· ὥστε κινηθήσεται τὴν δ κίνησιν ἐπὶ τοῦ α μεγέθους. ἀλλὰ μὴν πᾶσα κίνησις ἔχει τὸ πόθεν ποι· ὥστε μεριστὴ ἡ δ κίνησις. ἀλλ’ ὑπόκειται ἀμερὲς τὸ δ μόριον τῆς κινήσεως.
“它所运动过的运动。” 因为如果ω在整个量度αβγ上运动整个运动δεζ,那么它也将在量度的部分上运动运动的部分;因此它将在量度α上运动运动δ。然而一切运动都有其从何处至何处;因此运动δ是可分的。但运动的部分δ被假定为是不可分的。
"Εἰ δὴ παρούσης κινήσεως." Τὸ κινεῖσθαι ὡς σαφέστερον εἶπεν· ἡ μὲν γὰρ κίνησις αὐτὴ ἡ δύναμίς ἐστι, τὸ δὲ κινεῖσθαι ἡ ἐνέργεια. σαφέστεραι δὲ τῶν δυνάμεων αἱ ἐνέργειαι· γινώσκομεν γὰρ τὰς δυνάμεις ἐκ τῶν ἐνεργειῶν.
“如果确实在运动呈现时。” 他说“在运动着”是作为更为明了的表述;因为运动本身是潜能,而在运动着则是现实。而现实比潜能更为明了;因为我们是从现实来认识潜能的。
Τὴν γραμμὴν ἐφ’ ἧς τὸ α ἀμερῆ οὖσαν, ᾗτινι ὑπάρχει ἡ δ κίνησις, τὸ ω ἐκινήθη.2
ω运动了其上标有α的线,线是无部分的,运动δ属于这条线。
Ἡ δὲ ἔννοια τοιαύτη· εἰ ὑποθώμεθα τὸ ω κινεῖσθαι ἐπὶ τῆς ᾱ ἀμεροῦς τὴν δ κίνησιν, ὕστερον δὲ κεκινῆσθαι, οὐκέτι ἔσται ἡ δ κίνησις ἀμερής, ἀλλὰ διαιρετή.
其含义如下:如果我们设定ω在无部分的α上运动运动δ,并且随后已经运动完毕,那么运动δ将不再是无部分的,而是可分割的。
Εἰ μὲν γάρ εἰσι κινήσεις, οὐ κινεῖται δὲ ἐν αὐτοῖς ἀλλὰ κεκίνηται, παρούσης κινήσεως οὐκ ἔσται κίνησις ἀλλ’ ἠρεμία· εἰ δὲ μὴ κινήσεις, ἐκ τούτων δὲ ἡ ὅλη κίνησις, ἡ ἄρα κίνησις ἐξ οὐ κινήσεων σύγκειται, ὅπερ ἄτοπον.
因为如果它们是运动,但它在其中并非在运动着而是已经运动完毕,那么在运动呈现时将不存在运动反而存在静止;但如果它们不是运动,而整个运动却是由这些构成的,那么运动就是由非运动构成的,这是荒谬的。
Ὅρος· θᾶττόν ἐστι τὸ ἐν ἴσῳ χρόνῳ μεῖζον κινούμενον.
定义:更快的,是指在相等时间内运动更大[量度]者。
Οὐ τὸ τυχὸν θᾶττον οὐδὲ τὸ τυχὸν βραδύτερον, ἀλλὰ τὶ θᾶττον καὶ τὶ βραδύτερον. Πᾶν γὰρ θᾶττον παντὸς βραδυτέρου ἐν τῷ ἴσῳ χρόνῳ μεῖζον κινεῖται, οὐ πάντως δὲ ἐν τῷ ἐλάττονι ἢ μεῖζον ἢ ἴσον, ἀλλ’ ἔτι ἔλαττον.
并非任何随意的较快者与任何随意的较慢者,而是某种特定的较快者与某种特定的较慢者。因为每一较快者比每一较慢者在相等时间内都运动更大的[量度],但并不必然在更短时间内运动更大或相等的[量度],反而仍运动更小的[量度]。
Εἰ τὴν ἴσην ἐν πλείονι κινεῖται τὸ βραδύτερον, τὸ ταχύτερον ἄρα ἐν ἐλάττονι τὴν ἴσην κινηθήσεται, τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ.3
如果较慢者在较多时间内运动相等的[量度],那么根据带有对立的换位[逆否],较快者便将在较少时间内运动相等的[量度]。
Εἰ γὰρ πᾶσα κίνησις πόθεν ποι, ἀνάγκη πᾶσα καὶ ἐν χρόνῳ 〈εἶναι〉. εἰ γὰρ ἡ κίνησις μεταξύ ἐστιν, ὃ μὲν ἀπέλιπεν, παρῴχηκεν, εἰς ὃ δὲ ἐπείγεται, μέλλει, ἔνθα δέ ἐστιν, ἐνέστηκεν· ταῦτα δὲ χρόνου τμήματα· διὰ τοῦτο ἐν παντὶ χρόνῳ δύναται κινηθῆναι.
因为如果一切运动都是从某处至某处,那么〔它〕也在时间之中就是完全必然的。因为如果运动居于两者之间,那么它所离去的是过去,它所奔赴的是将来,而它所在之处则是现在;而这些是时间的划分;由于这个缘故,它能够在一切时间中运动。
- 6.1ἀνάγκη τὴν στιγμὴν τά τ’ ἔσχατα ἓν εἶναι
在带不定式的宾格结构中,τὴν στιγμήν 与 τά τ’ ἔσχατα 由 τε 连接并列作为 εἶναι 的主语宾格,意为“点与其诸极限界限合为一体”。
- 6.7Τὴν γραμμὴν ἐφ’ ἧς τὸ α ἀμερῆ οὖσαν, ᾗτινι ὑπάρχει ἡ δ κίνησις, τὸ ω ἐκινήθη
句首的宾格短语 Τὴν γραμμὴν ... ἀμερῆ οὖσαν 作为其后动词 ἐκινήθη(主语为 τὸ ω)的内涵宾格(运动范围的同族宾格),中间插入了关系分句,构成了倒装分离结构(hyperbaton)。
- 6.12τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ
方式或手段与格。该短语指逻辑学中的逆否命题转换法('伴有对立/否定的换位法')。
