← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§797.19-799.9

依乎本性的变化与反乎本性的静止之生成

斐洛庞诺斯注解亚里士多德《物理学》230a26–230b26,阐明“依乎本性”的双重含义、强力生成的存在与否,以及元素相对于复合之物在本性运动上的优先性,进而解释关于反乎本性的静止及其生成(趋于停顿)的疑难与解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.54

Τὸ κατὰ φύσιν διττόν, ἢ τὸ τελειωτικὸν ἢ τὸ μὴ ὑπό τινος ἔξωθεν βίας γινόμενον. ἐνταῦθα οὖν λέγει τὸ μὴ ὑπό τινος ἔξωθεν βίας γινόμενον· τὸ γὰρ πῦρ οὐκ ἄν ἐπὶ τὸ κάτω κινηθείη μὴ βίας τινὸς ἔξωθεν αὐτῷ γενομένης. καὶ ἐπὶ βώλου ὡσαύτως. ἡ μέντοι φθορὰ καὶ ἡ νόσος οὐχ ὑπό τινος ἔξωθεν βίας γίνεται, ἀλλ’ ἐπειδὴ πᾶν τὸ γενητὸν οὐκ ἀΐδιον, διότι οὐδὲ ἀπειροδύναμον, ἀνάγκη χρόνῳ ἀποκαμεῖν τὴν φύσιν κἂν μή τις ἔξωθεν βία γένηται, ἀποκαμνούσης δὲ λύσις τῆς ἁρμονίας γίνεται.1

“依乎本性”具有双重含义:要么是指带来完满的事物,要么是指并非由外部某种强力所造成的事物。因此他在这里指的是并非由外部某种强力所造成的事物;因为火若非外部某种强力施加于其上,是不会向下运动的。土块的情形也是同样。当然,毁灭和疾病并非由外部某种强力所造成,但既然一切被生成之物因其不具备无限潜能故而都不是永恒的,那么即便没有外部强力产生,本性随时间耗尽也是必然的,而随着[本性]耗尽,便发生和谐的解体。

§5.55

"Ἆρ’ οὖν καὶ γενέσεις εἰσὶ βίαιοι." Οἱ διὰ τρυφὴν θᾶττον τοῦ ὡρισμένου χρόνου σπερμαίνοντες. εἱμαρμέναι δὲ ἀντὶ τοῦ κατὰ τὸν εἱρμὸν καὶ τὴν ἀκολουθίαν τῆς φύσεως.

“那么,是否也有强力的生成呢?” 例如那些由于放纵而在规定时间之前便排精的人。“注定的”代替的是“按照本性的链条与顺应”。

§5.56

Ἀντὶ τοῦ οὐ μόνον γενέσει.

代替“不仅在生成中”。

§5.57

Ταῦτα κυρίως ὑπάρχει τοῖς στοιχείοις. ἡ ἐπὶ τὸ ἄνω ἢ ἡ ἐπὶ τὸ κάτω κίνησις πρώτως καὶ κυρίως τοῖς στοιχείοις ὑπάρχει, καὶ αἱ ἠρεμίαι ὡσαύτως. εἰ δέ τι καὶ τῶν συνθέτων ἔχει ταῦτα, οὐ κυρίως ἔχει οὔτε πρώτως. οἷον τὸ ξύλον εἰ λέγεται κατὰ φύσιν ἐπὶ τὸ κάτω κινεῖσθαι ἢ ἠρεμεῖν, οὐ κυρίως ἂν λέγοιτο ἐπὶ τὸ κάτω κινεῖσθαι ἢ ἠρεμεῖν· μετέχει γὰρ καὶ ἀέρος καὶ πυρός, ὧν παρὰ φύσιν ἡ ἐπὶ τὸ κάτω κίνησις. ἀλλ’ οὐδὲ πρώτως ἐν τοῖς συνθέτοις αἱ τοιαῦται κινήσεις τοῖς συνθέτοις· τὸ γὰρ ξύλον οὐ καθὸ ξύλον ἐπὶ τὸ κάτω κινεῖται, ἀλλ’ ὅτι γῆς πλείονος μετέχει. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.

这些严格地属于元素。向上或向下的运动首先且严格地属于元素,诸静止也是同样。而如果复合之物中的某物也具有这些,它既非严格地也非首先地具有它们。例如,如果木头被说成依乎本性向下运动或静止,它不会被严格地说成是向下运动或静止;因为它也分有空气和火,而对它们而言向下的运动是反乎本性的。甚至在复合之物中,这样的运动对复合之物而言也不是首先的;因为木头并非就其作为木头而言向下运动,而是因为它分有了更多的土。在其它的事物上也是同样。

§5.58

"Ἔχει δ’ ἀπορίαν." Εἰ πάσης ἠρεμίας τῆς μὴ ἀϊδίου γένεσις ἔστιν, αὕτη δέ ἐστι τὸ ἵστασθαι, τὸ δὲ ἵστασθαί ἐστι τὸ θᾶττον κινεῖσθαι, ἀνάγκη ἄρα καὶ ἐπὶ τῆς παρὰ φύσιν ἠρεμίας, εἰ ἔστιν αὐτῆς γένεσις μὴ οὔσης ἀϊδίου, εἶναι τὴν γένεσιν αὐτῆς τὸ ἵστασθαι, τουτέστι τὸ θᾶττον κινεῖσθαι· νῦν οὖν ἐπὶ τῶν παρὰ φύσιν τὸ ἐναντίον ὁρῶμεν (ἐγγίζοντα γὰρ τῷ παρὰ φύσιν τόπῳ βραδύτερον κινεῖται)· ὥστε, εἰ ἔστι γενητὴ ἡ παρὰ φύσιν ἠρεμία εἴπερ μὴ ἀΐδιος, οὐκ ἔστι δὲ ἐπ’ αὐτῆς τὸ θᾶττον κινεῖσθαι, τουτέστι τὸ ἵστασθαι, τουτέστιν ἡ γένεσις τῆς ἠρεμίας, ἔσται ἄρα τι μὴ ἀεὶ ἠρεμοῦν μὴ γενόμενον ἠρεμοῦν,2 ὅπερ ἄτοπον· τὸ γὰρ μὴ ἀΐδιον γενητόν. πρὸς ὃ φησιν ὅτι οὐκ ἐπὶ πάσης ἠρεμίας θεωρεῖται τὸ ἵστασθαι, τουτέστι τὸ ταχὺ κινεῖσθαι, ἀλλ’ ἐπὶ τῆς κατὰ φύσιν, διότι πρὸς τῷ οἰκείῳ τόπῳ γίνεται τὸ κινούμενον· ῥώννυται γὰρ ὑπὸ τῆς οἰκείας ὁλότητος. τὸ δὲ παρὰ φύσιν κινούμενον, ὅσῳ τοῦ οἰκείου τόπου ἐξίσταται, ἀσθενέστερον γίνεται ἀπολειπούσης αὐτὸ τῆς ὠθούσης δυνάμεως. ὥστε οὐ πάσης ἠρεμίας γένεσίς ἐστι τὸ ἵστασθαι, τουτέστι τὸ ταχὺ κινεῖσθαι, ἀλλὰ τῆς κατὰ φύσιν.

“但这产生了一个疑难。” 如果对于并非永恒的每一静止都有一个生成,而这就是“趋于停顿”,且“趋于停顿”就是运动得更快,那么在反乎本性的静止的情形中,如果由于它并非永恒而有其生成,其生成必然也是“趋于停顿”,即运动得更快;然而现在在反乎本性的事物上我们看到的却是相反的情况(因为它们越接近反乎本性的处所,运动得越慢);因此,如果反乎本性的静止既然并非永恒因而是被生成的,但在它那里却没有运动得更快,即没有“趋于停顿”,也就是没有静止的生成,那么就会有某种并非永远静止却未曾成为静止着的事物存在,这是荒谬的;因为非永恒之物必是被生成的。对此他说,“趋于停顿”即迅速运动并非在每一静止中都被观察到,而是在依乎本性的静止中,因为运动之物到达了固有的处所;因为它受到了固有整体的增强。而反乎本性运动之物,离固有处所越远,随着推动力离开它,它就变得越虚弱。因此,“趋于停顿”即迅速运动并非每一静止的生成,而是依乎本性的静止的生成。

§5.59

"Ἢ ὅλως εἶναι τὸ εἰς τὸν αὑτοῦ τόπον." Τὸ ἵστασθαι, φησίν, ὅπερ ἐστὶ τὸ ταχέως κινεῖσθαι, ἢ τοῦτό ἐστι τὸ ἐπὶ τὸν αὑτοῦ τόπον φέρεσθαι, ἢ εἰ μὴ τοῦτο (οὐδὲ γὰρ ἐξ ἀρχῆς ἐπὶ τὸν αὑτοῦ τόπον φερόμενον ἵσταται, τουτέστι ταχέως κινεῖται), ἅμα γοῦν τοῦτο συμβαίνει·3 μόριον γάρ ἐστι τῆς ἐπὶ τὸν αὑτοῦ τόπον κινήσεως τὸ ἵστασθαι, τῆς δὲ ἐν τῷ παρὰ φύσιν ἠρεμίας γένεσίς ἐστιν οὐ τὸ ἵστασθαι, ἀλλὰ τὸ βίᾳ κινεῖσθαι.

“或者总括来说就是向其自身处所的[运动]?” 他说,“趋于停顿”即迅速运动,要么就是这个——即被运向其自身的处所,要么即便不是这个(因为并非从一开始被运向其自身处所时就在停顿,即迅速运动),至少这也是同时发生的;因为“趋于停顿”是向其自身处所运动的一部分,而在反乎本性处所中的静止的生成不是“趋于停顿”,而是受到强力运动。

语法注3 条
  1. 5.54ἀποκαμνούσης δὲ λύσις τῆς ἁρμονίας γίνεται

    紧随独立属格 ἀποκαμνούσης(其隐含逻辑主语为前文的 τὴν φύσιν)之后的连词 δέ 是承接性的 δέ,承接前面的主句(ἀνάγκη ... ἀποκαμεῖν τὴν φύσιν)并引出后续结果(λύσις ... γίνεται)。

  2. 5.58ἔσται ἄρα τι μὴ ἀεὶ ἠρεμοῦν μὴ γενόμενον ἠρεμοῦν

    在不定代词 τι 作为主语的结构中,μὴ ἀεὶ ἠρεμοῦν(“并非永远静止之物”)实质上限定了主语,而 μὴ γενόμενον ἠρεμοῦν(“未曾成为静止着的”)作其表语性修饰,通过两个相连的否定分词构成了归谬法中的荒谬结论。

  3. 5.59εἰ μὴ τοῦτο ..., ἅμα γοῦν τοῦτο συμβαίνει

    条件从句 εἰ μὴ τοῦτο 省略了谓语动词(ἐστίν),在插入了由 οὐδὲ γὰρ... 引出的理由说明后,连接到主句 ἅμα γοῦν τοῦτο συμβαίνει(“至少这也是同时发生的”)。虚词 γοῦν 标明了即使退一步也依然成立的最低限度情况。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:797.19-799.9