- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:6.15-8.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯通过重构三段论(大前提、小前提与结论)的句法结构来解释《物理学》184a10,并探讨了辩证术的性质、“本原、原因与元素”的外延差异以及连词“或”的析取与合取用法。
καὶ πάλιν περὶ τῶν αὐτῶν “μία μὲν οὖν ἀρχή”, αὐτὴν τὴν ὕλην λέγων, “ἑτέρα δὲ ἡ ὁ λόγος”, τὸ εἶδος), αἴτια δὲ ἐπὶ τοῦ ποιητικοῦ καὶ τελικοῦ, στοιχεῖα δὲ ἐπὶ τῶν λοιπῶν δύο, τῆς ὕλης καὶ τοῦ εἴδους. τὸ δὲ ὧν εἰσὶν ἀρχαὶ προσέθηκε, διότι οὐ πᾶσα ἐπιστήμη ἢ μέθοδος οἰκείαις ἀρχαῖς χρῆται, ἀλλ’ εἰσί τινες ταῖς τῶν ἑτέρων ἐπιστημῶν ἀρχαῖς χρώμεναι, οἵα ἐστὶν ἡ διαλεκτική, ἥτις πάσας ὑποδύεται τὰς ἐπιστήμας· πειρᾶται γὰρ καὶ ἰατρικὰ ἀποδεικνύναι θεωρήματα ταῖς ἰατρικαῖς ἀρχαῖς χρωμένη καὶ μαθηματικὰ ταῖς μαθηματικαῖς, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. αὕτη οὖν ἡ μέθοδος ἡ διαλεκτικὴ οὐκ οἰκείας ἀρχὰς ἔχουσα, ἀλλὰ ταῖς ἀλλοτρίαις χρωμένη, οὕτως ἐνεργεῖ περὶ τὰ ὑποκείμενα. τοιαύτη ἐστὶ καὶ ἡ ῥητορικὴ ἀεὶ ταῖς τῶν ἄλλων ἐπιστημῶν ἀρχαῖς χρωμένη καὶ οὕτω κατασκευάζουσα τὸ προκείμενον· διὸ καὶ ἀντίστροφος εἶναι λέγεται τῇ διαλεκτικῇ, διότι ὁμοίως περὶ τὰ αὐτὰ στρέφονται ἀμφότεραι. μέθοδος δέ ἐστιν ἕξις ὁδοποιητικὴ μετὰ λόγου. Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους. εἴπομεν ὡς ὅτι τοῦ συλλογισμοῦ τὴν μείζονα θεὶς πρότασιν παρῆκε τὴν ἐλάττονα καὶ τὸ συμπέρασμα. κεῖται οὖν εὐθὺς ἐν προοιμίοις ἡ μείζων πρότασις· διόπερ, ἵνα σαφέστερον ἐπιστήσωμεν τῷ λεγομένῳ, δεῖ τὸν ἐπειδή σύνδεσμον ἀφελεῖν καὶ οὕτως τὸ ῥητὸν ἀναγνῶναι· τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν. οὕτω γὰρ σαφεστέρα ἡ καθόλου πρότασις. ἢ οὕτως· ‘περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει ἐκ τοῦ ταῦτα γνωρίζειν’. εἶτα λαβόντας τὸν ἐπειδὴ σύνδεσμον προσθεῖναι ἔξωθεν τῇ ἐλάττονι προτάσει·1 ‘ἐπειδὴ οὖν καὶ τῶν φυσικῶν πραγμάτων εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, καὶ τὰ φυσικὰ ἄρα γνωσόμεθα ἐγνωκότες τὰς ἀρχὰς αὐτῶν καὶ τὰ αἴτια καὶ τὰ στοιχεῖα’. εἶτα λοιπὸν τὸ ἀκολουθοῦν τῷ συμπεράσματι ἀναγνῶναι, τὸ δῆλον οὖν ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν περὶ τῆς τοῦ ῥητοῦ συντάξεως. τὸ μέντοι εἰδέναι καὶ τὸ ἐπίστασθαι τινὲς οὐκ ἐκλαμβάνουσιν ὡς ταὐτὸν δηλοῦν, ἀλλὰ τὸ μὲν εἰδέναι ἐπὶ τῆς ἁπλῆς γνώσεως τῆς ἄνευ ἀποδείξεως, τὸ δὲ ἐπίστασθαι ἐπὶ τῆς μετὰ ἀποδείξεως. οἱ δὲ ἐκ παραλλήλου ἄμφω λαμβάνουσιν ὡς ταὐτὸν σημαίνοντα. καὶ ὁ Πλάτων δὲ τὸ εἰδέναι κατὰ τῆς ἀκριβεστάτης καὶ ἐπιστημονικῆς γνώσεως ἄγει· ἐν γὰρ τῷ Φαίδωνί φησι· “τὸ γὰρ εἰδέναι τοῦτό ἐστι λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβληκέναι”. ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα. εἰ μὲν τὸν ἤ σύνδεσμον διαζευκτικὸν λάβωμεν, καθολικωτέρα καὶ ἐπὶ πλειόνων γίνεται ἡ πρότασις· τὰ γὰρ μὴ φυσικὰ ἀλλὰ λογικὰ καὶ νοερὰ ἀρχὰς μὲν ἔχει καὶ αἴτια, στοιχεῖα δὲ οὐκ ἔχει· ἐὰν δὲ παραδιαζευκτικὸν λάβωμεν τὸν ἤ ἀντὶ τοῦ καί,2 ἐπὶ τῶν φυσικῶν μόνων χωρήσει ὁ λόγος, ὧν εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα. στοιχεῖα γὰρ μόνων εἰσὶ τῶν συνθέτων πραγμάτων, ταὐτὸν δὲ εἰπεῖν τῶν φυσικῶν. στοιχεῖον γάρ ἐστι τὸ συγκατατεταγμένον τῷ πράγματι ὃ καὶ μέρος τοῦ συνθέτου γίνεται, μέρος δὲ οὐχ οἷά εἰσι τὰ κυρίως μέρη ὁμοιομερῆ τε καὶ ὀργανικά· ταῦτα μὲν γὰρ ἰδίαν ἔχει περιγραφήν τε καὶ ἐνέργειαν, καὶ ἕκαστον αὐτῶν μέρος τι τοῦ συνθέτου ἀπείληφε, τὰ δὲ στοιχεῖα ὅλα δι’ ὅλων αὐτῶν καὶ διὰ τοῦ συνθέτου κεχώρηκεν, ὡς μηδὲν αὐτοῦ εἶναι σημεῖον ὃ μὴ τῶν στοιχείων μετείληφεν. ἔστι δὲ τὸ μὲν τῆς ἀρχῆς ὄνομα καθολικώτερον (φέρεται γὰρ καὶ ἐπὶ τοῦ εἴδους καὶ ἐπὶ τῆς ὕλης καὶ ἐπὶ τοῦ ποιητικοῦ καὶ τελικοῦ καὶ τῶν λοιπῶν), τὸ δὲ αἴτιον καὶ τὸ στοιχεῖον μερικώτερά ἐστι, τὸ μὲν αἴτιον ἐπὶ τῶν κεχωρισμένων τοῦ ἀποτελέσματος ἀρχῶν τῆς τε ποιητικῆς καὶ τῆς τελικῆς καὶ ἐπὶ τῆς παραδειγματικῆς τε καὶ ὀργανικῆς, τὸ δὲ στοιχεῖον ἐπὶ τῶν συγκατατεταγμένων φέρεται ἀρχῶν, τοῦ εἴδους λέγω καὶ τῆς ὕλης, ἃ καὶ μέρος τοῦ ἀποτελέσματος γίνεται. οὐχ οὕτω δὲ μέρος ὡς τὰ ἀνομοιομερῆ λεγόμενα ἢ τὰ ὁμοιομερῆ, ἀλλ’ ὡς συμπληρωτικὸν τῆς οὐσίας τοῦ πράγματος. τίνι δὲ διαφέρει μέρος στοιχείου εἴπομεν.
并在论及同样的事物时再次说到,“因而一个本原”——指的是质料本身——“而另一个则是作为定义的本原”——指的是形式),而将“原因”用于动力因与目的因,将“元素”用于其余的两项,即质料与形式。他之所以加上“凡有本原的”,是因为并非一切科学或探求法都使用其自有的本原,而是有些使用其他科学的本原,比如深入一切科学的辩证术;因为辩证术也试图使用医学的本原证明医学的定理,使用数学的本原证明数学的定理,其余亦然。因此,辩证术这一探求法并不拥有自有的本原,而是使用属于他者的本原,以此方式就摆在其面前的主题进行活动。修辞术也是如此,它总是使用其他科学的本原,并以此方式确立预设的主题;因此它也被称为是辩证术的对应物,因为二者以同样的方式围绕着相同的事物运转。而探求法乃是伴随着理路的开辟道路之习性。 “既然在一切探求法中,认知与理解都会产生”。我们说过,他在提出了三段论的大前提后,略去了小前提与结论。因此大前提直接置于开端处;因此,为了让我们能够更清晰地关注所说之内容,应当去掉“既然”这一连词,并以此方式阅读原文:“认知与理解,在凡有本原或原因或元素的一切探求法中,由认识这些而产生”。因为这样一来,这一全称前提就更为清晰。或者也可以这样读:“在凡有本原或原因或元素的一切探求法中,认知与理解由认识这些而产生”。然后,取出“既然”这一连词,从外部补充到小前提中:“既然物理事物也具有本原与原因与元素,那么我们在认识了其本原与原因与元素之后,也将认识物理事物”。然后最后阅读紧随结论的部分,即“显然,关于自然的科学也是如此”等等。关于原文的句法结构就说到这里。然而,关于“认知”与“理解”,有些人并不认为二者表达相同的意思,而是将“认知”用于没有证明的单纯知识,将“理解”用于带有证明的知识。但另一些人则并列地将两者都理解为表达相同之义。柏拉图也将“认知”用于最精确且科学的知识;因为他在《斐多篇》中说:“因为认知就是这样:在获得了某物的知识之后保有它,而没有失落它”。 “凡有本原或原因或元素的”。如果我们将“或”这一连词理解为析取的,该前提便变得更为全称,且适用于更多的事物;因为非物理的而是逻辑的和理智的事物,虽有本原与原因,却没有元素。但如果我们把“或”取为类似于析取而实际代替“与”,那么论述将仅适用于物理事物,即那些具有本原、原因与元素的事物。因为元素仅属于复合事物,这与说是物理事物是同一回事。因为元素乃是与事物同等序列并成为复合体之组成部分的东西,但这种部分并不像严格意义上的部分——即同质部分与器官性部分——那样;因为后者具有各自的界限与活动,且它们中的每一个都占据了复合体的某一部分,而元素则作为整体通贯于它们整体并通过复合体,以至于复合体中没有任何一点不分有元素。 “本原”这一名称更为普遍(因为它既可用于形式,也可用于质料,用于动力因、目的因及其他),而“原因”与“元素”则更为特殊:“原因”用于与结果相分离的本原,即动力本原与目的本原,以及范型本原与工具本原;而“元素”则用于与结果同等序列的本原,我指的是形式与质料,它们也成为结果的一部分。但并不是作为所谓的异质部分或同质部分那样的部分,而是作为构成事物实体的完形部分。至于部分与元素有何区别,我们已经讲过了。
- 1.1εἶτα λαβόντας τὸν ἐπειδὴ σύνδεσμον προσθεῖναι ἔξωθεν τῇ ἐλάττονι προτάσει
这是由前文的无人称动词 δεῖ 所统辖的不定词结构(προσθεῖναι),宾格分词 λαβόντας 作为其逻辑主语。其指示对象为一般的读者(“我们”),充当对文本进行句法重构的指示。
- 1.1παραδιαζευκτικὸν λάβωμεν τὸν ἤ ἀντὶ τοῦ καί
此处提出了对连词 ἤ 的另一种解读:不将其视为纯粹的析取连词(διαζευκτικός),而是视为代替连词 καί(“与”)的“准析取/附带析取”(παραδιαζευκτικός)用法。如此一来,适用范围便限定在兼具本原、原因与元素三者的物理事物上。
