← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§795.28-797.17

运动的相反性与终点规定

菲洛波诺斯基于《物理学》卷五第5-6章,阐释了运动与变化的相反性主要是由终点而非起点决定的,区分了在学习、受骗以及生成、毁灭中的变化与运动,并探讨了运动与静止之间对立的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.46

Τῷ γὰρ ὑποκειμένῳ αἱ αὐταί εἰσι, τῇ σχέσει καὶ τῷ ὁρισμῷ διαφέρουσαι· ἄλλως μὲν γὰρ θεωροῦμεν αὐτὴν ἐξ οὗ ἀφίσταται, καὶ ἄλλως εἰς ὃ ἐπείγεται, ὡς ἐπὶ κλίμακος.

因为它们在基底上是同一的,只是在关系和定义上有所不同;因为我们从其离去之起点来看待它与从其奔向之终点来看待它是不同的,正如在梯子上一样。

§5.47

Εἰ καὶ συμβαίνει ἐπὶ τῶν κινήσεων εἰπόντα τὸ ἐξ ἐναντίου συνεπινοεῖν1 καὶ τὸ εἰς ἐναντίον, ἀλλ’ ὅμως, ἐπειδὴ νῦν ἀποδιελόντες τὰ μόρια οὕτω σκοποῦμεν διὰ τὸ τέλειον τῆς διαιρέσεως, μᾶλλον αἱ εἰς τὰ ἐναντία μεταβολαὶ ἂν εἴησαν ἢ αἱ ἐκ τῶν ἐναντίων, διότι καὶ τὴν κλῆσιν ἐκ τῶν τελῶν ἔχουσιν, καὶ τῶν μὲν ἐξ οὗ ἀπαλλάττονται, καὶ προσλαμβάνουσι τὸ εἰς ὅ.

即使在诸运动的情形中,说了从相反者出发的运动也会连带想到向相反者而去的运动,但尽管如此,由于我们现在为了划分的完备性而将各部分截然区分并如此加以考察,向相反者的变化比起从相反者的变化更应算作变化,因为它们也是由终点而得名,并且摆脱了离去之起点,而获得了奔向之终点。

§5.48

Εἰ μάθησιν λέγοι τὴν μεταμάθησιν, οἷον τὴν ἐκ ψευδῶν δοξῶν εἰς ἀληθεῖς μεταβολήν, ὁμοίως καὶ τὴν ἀπάτην τὴν ἐξ ἀληθῶν εἰς ψευδεῖς, ἔκ τινος εἴς τι οὖσαι κινήσεις ἂν εἶεν αὗται, εἰ δὲ τὴν εἰς τὰς ἐναντίας μεταβολήν, ἢ κατὰ μάθησιν εἰς τὰς ἀληθεῖς δόξας ἢ κατὰ ἀπάτην εἰς ψευδεῖς, μεταβολαὶ μᾶλλον αὗται καὶ οὐ κινήσεις. γενέσεις γάρ τινες, ἐπειδὴ ἐκ στερήσεων ἡ μεταβολή, μᾶλλον δὲ ἀλλοιώσεις· εἰδοπεποίηται γὰρ τὸ ὑποκείμενον ὁ ἄνθρωπος. τὸ δὲ δι’ αὑτοῦ· ἀπατᾶται γάρ τις καὶ δι’ ἑαυτοῦ ψευδῆ συνάγων συμπεράσματα. ἀντίκειται δὲ ἡ μὲν δι’ ἄλλου ἀπάτη τῇ μαθήσει, ἡ δὲ δι’ αὑτοῦ τῇ εὑρέσει.

如果他把学习说成是重新学习,例如从虚假意见向真实意见的变化,同样把受骗说成是从真实意见向虚假意见的变化,由于是从某物向某物,这些就会是运动;但如果他指的是向相反者的变化,要么按照学习向真实意见变化,要么按照受骗向虚假意见变化,这些就毋宁是变化而非运动。因为它们是某种生成,既然这种变化是从欠缺出发的,或者毋宁说是性质变化;因为作为基底的人已经具有了形式。至于“因自己本身”:因为某人也会因自己本身得出虚假结论而受骗。由他人导致的受骗与学习相对立,而因自己本身导致的受骗与发现相对立。

§5.49

"Καὶ ὅσοις μὴ ἔστιν ἐναντίον." Οἷον ἐν ἀνθρώπῳ γένεσις καὶ φθορά, ἡ μὲν εἰς ὃ ἡ δὲ ἐξ οὗ, ὥστε 〈ἡ〉 ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτὸ μεταβολὴ μέν ἐστιν ἐναντία, οὐ μέντοι κίνησις.

“以及在凡是没有相反者的事物中。” 正如人身上的生成与毁灭,前者是向终点而去的〔变化〕,后者是从起点出发的〔变化〕,因此从同一物出发的变化与向同一物而去的变化是相反的,但这却不是运动。

§5.50

Ἐπειδὴ στέρησις ἡ ἠρεμία, ἀντίκειται δὲ τῇ κινήσει, ἡ δὲ ἕξις καὶ ἡ στέρησις ἀντίκεινται μὲν ἀλλ’ οὐχ ὡς ἐναντία, ὁ δὲ λόγος νῦν περὶ ἐναντίας κινήσεως, διὰ τοῦτο εἶπεν 〈ὅτι〉 κατά τι ἐναντία ἡ ἕξις τῇ στερήσει· οὐ γὰρ δύναται συνεῖναι ἡ ἕξις τῇ στερήσει, ὡς οὐδὲ τὰ ἐναντία. στέρησιν δὲ λέγει ἐνταῦθα οὐ τῆς δυνάμεως, ἀλλὰ τῆς ἐνεργείας, ἥτις καὶ ἀνακάμπτει.2

由于静止是一种欠缺,并且与运动相对立,而状态与欠缺虽然相对立,却并非作为相反者相对立,且当前的论述是关于相反运动的,因此他说在某种意义上状态与欠缺是相反的;因为状态不能与欠缺共存,正如相反者也不能共存一样。但他在这里所说的欠缺,不是潜能的欠缺,而是现实活动的欠缺,这种欠缺也是可以折返回来的。

§5.51

"Ἡ γὰρ εἰς ταὐτὸ κίνησις." Ἐπειδὴ γὰρ ὅσῳ τοῦ κατὰ φύσιν τόπου ἐγγίζει τὸ κινούμενον, θᾶττον κινεῖται ἅτε ῥωννύμενον ὑπὸ τῆς οἰκείας ὁλότητος, ὅσῳ δὲ τοῦ κατὰ φύσιν ἀφίσταται, τοσούτῳ ἀσθενέστερον κινεῖται (οὕτω καὶ οἱ ἐκ νόσου εἰς ὑγίειαν μεταβάλλοντες ὅσῳ τῇ ὑγιείᾳ πλησιάζουσι, θᾶττον κινοῦνται ἐπὶ ταύτην), διὸ τὸ ὀξυτέραν οὖν εἶναι τὴν πλησιαιτέραν 〈τοῦ〉 κατὰ φύσιν κίνησιν ἠρεμίζεσθαι αὐτὴν καλεῖ,3 διὰ τὸ ἐπὶ ἠρεμίαν λοιπὸν ἐπείγεσθαι. εἰ τοίνυν τῆς ὅλης κινήσεως μέρος ἐστὶ τὸ ἠρεμίζεσθαι, τὸ τόδε οὐκ ἐναντίον τῇ τοιαύτῃ ἠρεμίᾳ, ἤγουν τῇ εἰς ταὐτό· ἐπ’ ἐκείνην γὰρ ἄγει. οὐδὲ ἡ ὅλη ἄρα κίνησις ἐναντίον τῇ εἰς ταὐτὸν ἠρεμίᾳ.

“因为向同一物的运动。” 因为运动之物越接近其本性的处所,它运动得就越快,因为它受到了固有整体的增强,而离本性处所越远,运动得就越无力(从疾病向健康变化的人也是如此,越接近健康,向其运动得就越快),因此,正因为更接近本性的运动更为迅捷,他便称之为“正在趋于静止”,因为它在其余的时间里正奔向静止。如果趋于静止是整个运动的一部分,那么这一部分就并不与这样的静止(即向同一物的静止)相反;因为它是导向那里的。因此,整个运动也不与向同一物的静止相反。

§5.52

"Αὕτη γὰρ ἐξ αὐτῆς." Ἡ γὰρ φθορὰ ἐκ τῆς ἀμεταβλησίας τῆς ἐν τῷ ὄντι.

“因为这是从它出发的。” 因为毁灭是从存在之中的无变化性出发的。

§5.53

"Ἡ δὲ γένεσις εἰς ἐκείνην." Εἰς γὰρ τὴν ἐν τῷ ὄντι ἀμεταβλησίαν ὁδεύει. — Οὐκ ὂν λέγει οὐ τὸ μηδαμῇ μηδαμῶς ὄν, ἀλλὰ τὴν ὕλην, καὶ διὰ τοῦτό φησιν ἀμεταβλησίαν εἶναι ἐν τῷ μὴ ὄντι, ὡς εἰ νοήσειας τὴν ὕλην μήπω εἶδος δεξαμένην.

“而生成则是向彼处而去的。” 因为它是走向存在之中的无变化性。——他所说的非存在,指的不是绝无任何方式存在的非存在,而是质料,正因如此他说在非存在之中有无变化性,就像你构想质料尚未接受形式那样。

语法注3 条
  1. 5.47εἰπόντα ... συνεπινοεῖν

    在带不定式的宾格结构中,分词 εἰπόντα 充当不定式 συνεπινοεῖν 的泛指性宾格主语(“当人说出……时便连带想到……”),受前文非人称动词 συμβαίνει 支配,表达“即使发生……的情况”。

  2. 5.50ἥτις καὶ ἀνακάμπτει

    阴性关系代名词 ἥτις 在语法上与主要名词 στέρησιν(而非其附属属格短语 τῆς ἐνεργείας)一致。它表明这种现实活动的欠缺(即静止)并非不可逆转的丧失,而是能够折返并恢复运动的。

  3. 5.51διὸ τὸ ὀξυτέραν οὖν εἶναι τὴν πλησιαιτέραν 〈τοῦ〉 κατὰ φύσιν κίνησιν ἠρεμίζεσθαι αὐτὴν καλεῖ

    主动词是 καλεῖ(“他称……”),直接宾语是 αὐτήν(代指更接近本性的运动),补足语是不定式 ἠρεμίζεσθαι(“正在趋于静止”)。句首的冠词带不定式结构 τὸ ὀξυτέραν ... εἶναι 与 διό 配合,构成说明原因的宾格从句(“因为更接近本性的运动更为迅捷”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:795.28-797.17