- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:794.7-795.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《物理学》卷五第四章(228a9–229a3),菲洛波诺斯借助火炬接力赛与同质性等概念,探讨了规定运动单一性与连续性的基底、时间、种以及均匀性等条件。
Τὰ γὰρ ἔχοντα τὰς ἕξεις σώματα ῥευστά ἐστιν· ὥστε τοῦ ὑποκειμένου μὴ τοῦ αὐτοῦ ὄντος οὐδὲ αἱ ἕξεις αἱ αὐταί εἰσιν.
因为具有诸状态的物体是处于流动中的;因此,只要基底并非同一,诸状态也就并非同一。
Εἰ δύο, φησίν, ὑπάρχουσιν αἱ ἕξεις, τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἐνεργειῶν ὑπάρξει καὶ δύο καὶ αὗται ἔσονται, καὶ εἰ τῷ ἀριθμῷ μία ἡ ἐνέργεια, καὶ τὴν ἕξιν ἀνάγκη μίαν εἶναι, οὐ μέντοι τῆς ἕξεως μιᾶς οὔσης καὶ τὴν ἐνέργειαν εἶναι μίαν ἀνάγκη.
他说,如果存在两种状态,这同一情况也会出现在诸现实活动上,它们也将是两种;并且如果在数目上现实活动是一,状态也必然是一,然而状态是一,现实活动却不必然是一。
Τῶν γὰρ θείων οὐκ ἔστι τι ἔσχατον, ὥστε οὐδὲ συνεχῆ ἡμῖν, τῶν δὲ ἐν γενέσει ἔστι πάντως πέρας, οἷον λευκάνσεως καὶ θερμάνσεως καὶ τῶν λοιπῶν. ἀλλ’ εἰ καὶ ἔχουσι τὰ ἐν γενέσει πέρατα, ὁμώνυμα αὐτῶν τὰ πέρατά εἰσι τῶν γε μὴ ὁμοειδῶν, οἷον γραμμῆς καὶ βαδίσεως. διὸ οὐδὲ γένοιτ’ ἂν ἐκ τούτων τι συνεχές, τῷ μὴ δύνασθαι τὰ πέρατα αὐτῶν ἓν γενέσθαι.1
因为在神圣之物中不存在端点,以致对我们而言它们也不是连续的;但在生成之物中完全存在界限,正如变白、变热及其他事物那样。然而,即使生成之物具有界限,对于那些不同种的事物而言(例如线与步行),它们的界限乃是同名异义的。因此,从这些事物中不可能产生某种连续之物,因为它们的界限不可能合而为一。
"Καὶ οἷον ἡ λαμπάς." Εἰώθεσαν στοιχηδὸν δύο τάγματα λαμπάδα ἑκάτερον ἔχον ἀπὸ τοῦ πρώτου ἀρχόμενοι ἀλλήλοις διαδιδόναι τὴν λαμπάδα ἕκαστος τῷ σύνεγγυς κατὰ τὸ οἰκεῖον τάγμα, ἁμιλλώμενοι2 ποῖον τάγμα πρότερον πρὸς τὸν ἔσχατον διαβιβάσει τὴν λαμπάδα. οὐ συνεχὴς οὖν ἐν τούτοις ἡ τῆς λαμπάδος φορά, ὅτι οὐδὲ τὸ ὑποκείμενον συνεχές, οἱ ἄνθρωποι, ἀλλ’ ἐχομένη, τῷ τὸν χρόνον εἶναι συνεχῆ. εἰ δὲ μηδὲ ὁ χρόνος συνεχής (ἐν γὰρ τῇ μεταδόσει πάντως γίνεται στάσις), οὐδὲ ἐχόμεναι ἂν εἶεν αἱ τῆς λαμπάδος κινήσεις, ἀλλ’ ἐφεξῆς.
“以及例如火炬。” 两个各自持有火炬的队列习惯排成一行,从第一人开始,按照各自的队列由每个人将火炬递给相邻者,彼此竞相看哪一个队列先将火炬传递给最后一人。因此在这些情形中,火炬的位移不是连续的,因为基底(即人们)并不是连续的,但因时间是连续的,所以它是相依的。但若连时间也不是连续的(因为在交接中必然会发生静止),火炬的诸运动就甚至不是相依的,而是相继的。
Οἷον ἐάν τις ἄρξηται λευκαίνεσθαι, εἶτα πρὶν τελείως λευκανθῇ ἐὰν μεταξὺ στάσις γένηται, λέγεται μὲν ἡ μέχρι στάσεως κίνησις μία, διότι συνεχὴς μέχρις ἐκείνου, κυρίως δὲ οὐ μία, εἴ γε σκοπὸν εἶχεν ἡ φύσις ἢ ἡ τέχνη εἰς τὸ τέλειον εἶδος ἀγαγεῖν τῆς λευκότητος.
例如,如果某物开始变白,然后在完全变白之前中间发生了静止,直到静止为止的运动因直至彼时都是连续的而被说成是一,但严格说来却不是一,如果自然或技术的目标本来是要将其引向白色的完全形式的话。
"Τίς μὲν οὖν κίνησις ἁπλῶς μία, εἴρηται· ἔτι δὲ λέγεται μία καὶ ἡ τέλειος." Ζήτει ἔμπροσθεν.
“那么,何种运动是无条件为一的,已经谈过了;此外,完全的运动也被说成是一。” 见前文。
"Ἐν τῷ ὡς." Παρὰ τὸν τρόπον τῆς κινήσεως ἀνώμαλος κίνησις γίνεται, οἷον παρὰ τὸ μὴ ἰσοσθενῶς τὴν ὅλην ἐξανύσαι κίνησιν, τῷ τὰ μὲν ἐν πλείονι τὰ δὲ ἐν ἐλάττονι χρόνῳ τῶν μορίων κινεῖσθαι.
“在‘如何’之中。” 不均匀的运动是因运动的样态而产生的,正如由于并非以等同的力量完成整个运动,因为各部分中有的一些在较多时间中运动,另一些在较少时间中运动。
"Ὥστε οὐδὲ βαρύτης καὶ κουφότης." Βαρύτητα καὶ κουφότητα λέγει οὐ τὰς εἰδοποιοὺς τῶν στοιχείων διαφοράς, οἷον πυρὸς κουφότητα καὶ [τῆς] γῆς βαρύτητα, ἀλλὰ βαρύτητα καὶ κουφότητα γῆς πρὸς γῆν, οἷον τυχὸν λίθου πρὸς γῆν. εἰς ταὐτὸν γὰρ φέρονται, καὶ οὐκ εἰσὶν εἰδοποιοὶ διαφοραί· πᾶσι γὰρ παρακολουθοῦσι τοῖς φερομένοις ἐπὶ τὸ κάτω σώμασιν. ὁμοίως καὶ ἐπὶ πυρὸς βαρὺ πῦρ τὸ ἧττον κοῦφον λέγοντες· καὶ οὐκ εἰσὶ βαρύτης καὶ κουφότης εἰδοποιοὶ τοῦ πυρὸς διαφοραί, ἀλλὰ παρακολουθήματα πᾶσι τοῖς στοιχείοις παρακολουθοῦντα.
“因此重与轻也不是。” 他说重与轻,指的并非元素的种差(例如火的轻和地的重),而是地相对于地的重与轻(例如或许是石相对于地)。因为它们被运向同一处所,并且它们不是种差;因为它们伴随着所有向下方运移的物体。同样在火的情形中,人们将较不轻的火称为“重火”;重与轻并不是火的种差,而是伴随于所有元素的附随性质。
Ὁμαλή ἐστιν ἡ ἐπ’ εὐθείας γινομένη, ἀνώμαλος δὲ ἡ ἐπὶ ἕλικος, ἡ δὲ ὁμαλὴ ὁμοιομερής, ὁμοιομερὴς δὲ ἧς τὸ τυχὸν μέρος τῷ τυχόντι ἐφαρμόζει. οὐκ ἂν οὖν δύο ἐχόμεναι κινήσεις μὴ οὖσαι ὁμοειδεῖς μία ἂν εἴη καὶ συνεχής,3 οἷον ἀλλοίωσις καὶ βάδισις· εἰ γὰρ αἱ ἐχόμεναι καὶ μὴ ὁμοειδεῖς μία, ἔσται ποτὲ καὶ ὁμαλής, ταὐτὸν δὲ εἰπεῖν ὁμοιομερής· ὁμοιομερὲς δέ ἐστιν οὗ τὸ τυχὸν μόριον τῷ τυχόντι ἐφαρμόζει· ὥστε ἐφαρμόσει ποτὲ ἡ ἀλλοίωσις τῇ βαδίσει, ὅπερ ἄτοπον.
在直线上发生的运动是均匀的,而在螺旋线上的运动是不均匀的;而均匀的运动是同质的,同质的运动是指其任意部分均能与任意部分吻合。因此,两个相依的运动若非同种,就不可能是一且连续的,例如性质变化与步行;因为如果相依且非同种的诸运动是一,它在某个时候也就会是均匀的,也就是说是同质的;而同质的是指其任意部分与任意部分吻合;从而性质变化在某个时候将与步行相吻合,而这是荒谬的。
- 5.39τῷ μὴ δύνασθαι τὰ πέρατα αὐτῶν ἓν γενέσθαι
带冠词的不定式 τῷ μὴ δύνασθαι 用作表原因的与格,说明前述主句 διὸ οὐδὲ γένοιτ’ ἄν τι συνεχές 的理由(“因为它们的界限不可能合而为一”)。τὰ πέρατα αὐτῶν 是不定式 δύνασθαι 与 γενέσθαι 的逻辑主语。
- 5.40Εἰώθεσαν στοιχηδὸν δύο τάγματα ... ἀρχόμενοι ... ἁμιλλώμενοι
虽然句法主语是中性复数名词 τάγματα,但分词 ἀρχόμενοι 和 ἁμιλλώμενοι 却使用了阳性复数主格。这是由于意念呼应(constructio ad sensum),指代组成队列的人们。
- 5.45οὐκ ἂν οὖν δύο ἐχόμεναι κινήσεις μὴ οὖσαι ὁμοειδεῖς μία ἂν εἴη καὶ συνεχής
这是一个带有 ἄν 重复出现的可能假定句。尽管语法主语是复数的 δύο ἐχόμεναι κινήσεις,但谓语动词 εἴη 却采用了单数形式,这是受表语 μία καὶ συνεχής 的单数形式吸引(attractio)所致。
