← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§788.29-790.13

非存在的多重含义与变化之变化的不可行性

斐洛庞诺斯阐释了非存在的多重含义以及质料在生成中的作用,论证了关系范畴中的运动乃是依偶性发生的,并详细解释了否定“运动的运动”与“变化的变化”的诸条论据(如无穷倒退与向矛盾对立面的变化)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8

Τὸ μὴ ὄν, φησί, πολλαχῶς λέγεται· ἀντίκειται γὰρ τῷ ὄντι, καὶ ὁσαχῶς τὸ ὂν τοσαυταχῶς καὶ τὸ μὴ ὄν. τὸ δὲ ὂν ἔστιν ἐν λόγοις, ὡς λέγομεν τὸ ἀληθὲς ὄν, ὅπερ καλεῖ κατὰ σύνθεσιν, ἔστι δὲ καὶ ἐν πράγμασι τὸ ὂν καὶ τοῦτο διχῶς· ἢ γὰρ τὴν οὐσίαν λέγομεν καὶ τὸ εἶδος, ὅπερ καὶ κυρίως ὄν ἐστιν (οἷον ἄνθρωπος, λίθος), ἢ τὸ συμβεβηκός. τοσαυταχῶς ἄρα καὶ τὸ μὴ ὄν, τό τε ἐν λόγοις μὴ ὄν, ὡς τὸ ψεῦδος, καὶ τὸ ἐν πράγμασιν, καὶ τοῦτο ἢ 〈τὸ〉 τῷ εἴδει ἀντικείμενον, ὅπερ ἐστὶν ἀνείδεον καὶ ἁπλῶς μὴ ὄν, ὡς ἡ ὕλη, ἢ τὸ τῷ συμβεβηκότι ἀντικείμενον, τὸ μὴ λευκὸν ἢ μὴ θερμόν, ὅπερ πῇ μὴ ὄν ἐστιν.

他说,“非存在”是依多种方式被述说的;因为它与存在对立,而存在依多少种方式被述说,非存在亦依多少种方式被述说。存在存在于言说之中,正如我们说真是存在,他称之为依组合的存在;而存在亦存在于实际事物之中,并且这也是以两种方式:因为我们要么指称实体与形式,这也严格说来是存在(例如人、石头),要么指称偶性。因此,非存在亦依同样多的方式被述说:既有言说之中的非存在,如假,亦有实际事物之中的非存在;而后者要么是对立于形式者,即无形式的且是单纯非存在者,如质料,要么是对立于偶性者,即非白或非热,这是在某种特定意义上的非存在。

§5.9

"Εἰ γὰρ καὶ ὅτι μάλιστα." Ἐπειδὴ ἡ ὕλη καθ’ αὑτὸ μὲν ὄν, κατὰ συμβεβηκὸς 〈δὲ〉 μὴ ὂν διὰ τὴν στέρησιν, ἥτις καθ’ αὑτὸ μὴ ὄν ἐστιν, ἔμελλέν τις ἀπορεῖν·1 εἰ κατὰ συμβεβηκὸς μὴ ὂν ἡ ὕλη, δῆλον ὅτι καὶ κατὰ συμβεβηκὸς ὂν γίνεται, ὅταν προσλαμβάνῃ τὰ εἴδη· ὥστε οὐχ ἁπλῶς ὂν γίνεται· διὰ τί οὖν μὴ λέγομεν αὐτὴν 〈κινεῖσθαι〉 εἰς γένεσιν μεταβάλλουσαν, εἴ γε τῶν καθ’ αὑτὸ ὄντων ἐστί; φησὶν οὖν ὅτι, εἰ καὶ κατὰ συμβεβηκὸς ἔχουσα τὸ μὴ ὂν ἡ ὕλη καὶ τὴν στέρησιν κατὰ συμβεβηκὸς εἰς τὸ ὂν μεταβάλλει, ἀλλ’ ὅμως ἀληθὲς εἰπεῖν ὅτι καθ’ αὑτὸ γίνεται, ἐπειδὴ ὅλως μετέχει τῆς στερήσεως, ἥτις καθ’ αὑτὸ μὴ ὄν ἐστι· τὸ γὰρ καθ’ αὑτὸ τὸ οὐσιῶδες σημαίνει. ἐπειδὴ οὖν ὅλως ἐξ ἀνειδέου εἰς εἶδος μεταβάλλει, λέγοιτο ἂν καθ’ αὑτὸ γίνεσθαι.

“因为纵使在最大程度上也是如此。” 既然质料依自身是存在,但依偶性由于匮乏是非存在,而匮乏依自身是非存在,那么有人可能会提出疑问:如果质料是依偶性的非存在,显然当它接受诸形式时,它亦是依偶性变成存在;从而它并未单纯地变成存在;那么,假使它属于依自身存在之物,我们为何不说它在变化为生成时是被推动的呢?因此他说,纵使质料由于依偶性具有非存在与匮乏而依偶性变化为存在,但说它依自身生成依然是真实的,因为它完全分有了匮乏,而匮乏依自身是非存在;因为“依自身”指明实体性的事物。因此,既然它是从无形式者整个地变化为形式,它就可以被说成是依自身生成的。

§5.10

Οὐδὲ γὰρ πάντως δεῖ τῷ μεταβάλλοντι κατὰ τὰ πρός τι κινήσεως,2 ἀλλ’ ἀκίνητον [μὲν] μεταβάλλει· εἰ γὰρ κινηθείη ὁ ἀριστερὸς καὶ τὸν δεξιὸν καταλάβοι τόπον τοῦ δεξιοῦ ἀκινήτου μείναντος, γέγονεν ὁ δεξιὸς ἀριστερὸς αὐτὸς μὴ κινηθείς. εἰ τοίνυν πρὸς τὸ ἀναδέξασθαι τὴν τῶν πρός τι σχέσιν μὴ πάντως δεῖ τῷ δεχομένῳ τὴν σχέσιν κινήσεως, δῆλον ὅτι, ὅταν κινηθῇ μεταβάλλον κατὰ τὰ πρός τι, κατὰ συμβεβηκὸς κινεῖται· ὁ γὰρ κινηθεὶς ἐκ τῶν δεξιῶν ἵνα γένηται ἀριστερὸς τὴν μὲν κατὰ τόπον κίνησιν καθ’ αὑτὸ κινεῖται, συμβέβηκε δὲ τῇ κινήσει ταύτῃ τὸ γενέσθαι αὐτὸν ἀριστερόν. ὥστε κατὰ συμβεβηκὸς τῷ πρός τι ἡ κίνησις.

因为对于依关系而变化者来说,运动绝非必然需要,相反,它在未被运动的情况下发生变化;因为如果左边者被运动并占据了右边的处所,而右边者保持未动,那么右边者自身并未被运动便成了左边者。因此,如果为了接纳关系的联系,运动对于接受这种联系者绝非必然需要,那么显然,当它在依关系变化中被运动时,它是依偶性被运动的;因为从右边被运动以成为左边者,就处所运动而言是依自身被运动,但它成为左边者乃是随附于该运动之上的。因此,运动属于关系乃是依偶性的。

§5.11

"Ἢ τῷ ἕτερόν τι." Ἢ τὸ ὑποκείμενον, φησίν, οὐκ ἔστι κίνησις, ἀλλ’ ἕτερόν τι· μεταβάλλει δὲ τοῦτο ἐξ ἄλλης μεταβολῆς εἰς ἕτερον εἶδος μεταβολῆς, οἷον ἐκ γενέσεως εἰς φθοράν, καὶ ὅσῳ ἂν γίνοιτο, τοσούτῳ μᾶλλον φθείροιτο.

“或者由于是某种别的东西。” 他说,或者基底并不是运动,而是某种别的东西;而这一基底从一种变化变化为另一种属类的变化,例如从生成变化为消灭,并且它生成的程度多大,它被消灭的程度就越大。

§5.12

Ἡ γὰρ γένεσις καὶ ἡ φθορὰ εἰς ἀντικείμενά εἰσι μεταβολαὶ ὡδὶ ἢ ὡδί, τουτέστι κατά τινα τρόπον· εἰς τὰ κατὰ ἀντίφασιν γὰρ ἀντικείμενα ἡ κατὰ γένεσιν καὶ φθορὰν μεταβολή.

因为生成与消灭是如此或如彼进入对立面的变化,即依照某种方式[的变化];因为依照生成与消灭的变化是进入矛盾意义上的对立面的[变化]。

§5.13

"Ἐνδέχεται γὰρ ἠρεμεῖν." Ἀντὶ τοῦ μηκέτι εἰς κίνησιν ἄλλην μεταβάλλειν, ἀλλ’ εἰς εἶδος, οἷον εἰς ὑγίειαν. ἀλλ’ οὐχ οὕτως ἡ ὑπόθεσις.

“因为静止是可能的。” 这等于说:不再变化为另一种运动,而是变化为某种形式,例如健康。但假定并非如此。

§5.14

Ἀεὶ γὰρ τῆς ληφθείσης ἀνάγκη προϋπάρχειν ἑτέραν μεταβολήν,3 καὶ ἔσται ἐπ’ ἄπειρον ἡ πρόοδος· ἀδύνατον γὰρ τὴν δευτέραν γενέσθαι μὴ γενομένης τῆς πρὸ αὐτῆς. καὶ οὕτως ἐπ’ ἄπειρον προϊούσης τῆς προόδου, ἐπειδὴ τὴν πρώτην λαβεῖν ἀδύνατον, οὐδὲ τὴν ἐφεξῆς λαβεῖν ἐνδέχεται, καὶ οὕτως οὐδεμίαν, καὶ ἀναιρεθήσεται πᾶσα μεταβολή.

因为必然在所取的[变化]之前先存在着另一种变化,并且这一推进将走向无穷;因为在先的变化若不发生,后继的变化就不可能发生。而推进若如此走向无穷,由于不可能取得第一者,便也不可能取得接续之物,从而完全不可能取得任何一者,一切变化都将被取消。

语法注3 条
  1. 5.9ἔμελλέν τις ἀπορεῖν

    未完成过去时 ἔμελλεν 与现在时不定式 ἀπορεῖν 连用,构成预期的潜在表达,用于引出可预见的反驳或疑难(“某人原本可能会提出疑难”)。

  2. 5.10δεῖ τῷ μεταβάλλοντι κατὰ τὰ πρός τι κινήσεως

    无人称动词 δεῖ 支配与格(τῷ μεταβάλλοντι)与属格(κινήσεως),意为“对于依关系而变化者而言需要运动”。下文中的 δεῖ τῷ δεχομένῳ ... κινήσεως 亦为相同句式。

  3. 5.14ἀεὶ γὰρ τῆς ληφθείσης ἀνάγκη προϋπάρχειν ἑτέραν μεταβολήν

    实质化的阴性属格分词 τῆς ληφθείσης 承前省略了 μεταβολῆς,由复合动词 προϋπάρχειν(先于……存在)支配,充当表示比较或先行关系的属格,全句骨干为“必然在所取的[变化]之前先存在着另一种变化”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:788.29-790.13