← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§790.15-792.9

生成的生成之不可能与向中间者的运动

斐洛庞奴斯论证了设定生成的生成或运动的运动所导致的谬误(如同时生成与消灭、缺乏基底与终极),并解释了进入中间者的运动,以及关于端点、接触和连续性中事物与时间之间断的亚里士多德学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15

Πᾶν τὸ κινούμενον τὴν κατ’ εὐθεῖαν κίνησιν εἰ μεταβάλλοι κατ’ εἶδος μεταβολῆς, καὶ κατὰ τὴν ἐναντίαν πάντως μεταβάλλειν πέφυκεν· εἰ οὖν ἔστι, φησί, μεταβολῆς μεταβολή, κατὰ ἐναντίαν μεταβάλλει τὸ αὐτό, καὶ ὃ γίνεται τοῦτο καὶ φθείρεται. εἰ οὖν γενέσεως γένεσις ἔστι, πάντως ἔσται καὶ φθορὰ τῆς γενέσεως. ἐπεὶ οὖν φθείρεται ἡ γένεσις, πρὶν γενέσθαι οὐκ ἂν φθαρείη (οὔπω γὰρ ἐστίν), οὐδὲ μετὰ τὸ γενέσθαι (οὐκέτι γὰρ ἐστίν· ἐν γὰρ τῷ γίνεσθαι τὸ εἶναι ἔχει πᾶσα μεταβολή)· λείπεται οὖν 〈ἐν〉 αὐτῷ τῷ χρόνῳ ἐν ᾧ γίνεται, ἐν τούτῳ καὶ φθείρεσθαι.1 ἅμα οὖν γίνεται τι καὶ φθείρεται, ὅπερ ἀδύνατον.

凡进行直线运动之物,若依变化的种而变化,按其本性亦必定依相反者而变化。因此他说,若存在变化的变化,同一样事物便依相反者而变化,而所生成者,此物亦会消灭。因此,若存在生成的生成,也必定会有生成的消灭。既然生成会消灭,它在生成之前不可能被消灭(因为尚不存在),在生成之后也不可能(因为不再存在;因为一切变化的存在都在于生成之中);因此剩下的可能就是,恰在它生成的同一时间之中,在这一时间中它亦被消灭。从而,某物同时生成并被消灭,而这是不可能的。

§5.16

"Ἔτι ὕλην δεῖ ὑπεῖναι." Πᾶν τὸ μεταβάλλον καὶ γινόμενόν τι ἄλλο μέν τι ἔχει τὸ ὑποκείμενον, ἄλλο δὲ τὸ εἰς ὃ ἡ μεταβολὴ γίνεται τῷ ὑποκειμένῳ. εἰ οὖν ἡ γένεσις γίνεται καὶ ἡ κίνησις κινεῖται, δεῖ εἶναι ἄλλο τὸ μεταβάλλον καὶ ἄλλο τὸ εἰς ὃ μεταβάλλει, τουτέστι τὸ εἶδος· ἐπὶ δὲ τῆς γινομένης γενέσεως οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν. ὑποκείμενον δὲ λέγω οὐ τὸ ἐν ᾧ τὴν ὑπόστασιν ἡ γένεσις ἢ ἡ κίνησις ἴσχει, οἷον τὸν ἄνθρωπον, ἀλλ’ αὐτὸ τοῦτο ὃ ἕτερόν τι ὂν γίνεται κίνησις.2 εἰ οὖν γίνεται ἡ γένεσις, δεῖ εἶναί τι ὅπερ αὐτὸ δεχόμενόν τι γίνεται κίνησις· ἀλλ’ οὐδὲν ἔστιν· οὐκ ἄρα γίνεται ἡ γένεσις.

“此外,必须有质料作为下底。” 凡变化并生成为某物者,作为基底之物是一回事,而对于该基底而言变化所趋向之物则是另一回事。因此,如果生成生成且运动被运动,那么变化之物与它所变化趋向之物(即形式)必须互不相同;但对于生成的生成而言,绝无法说出这样一种东西。我所说的基底,并不是指生成或运动在其中拥有其实存者(例如人),而是指这本身原本是别的某物而变成运动的东西。因此,如果生成生成,就必须存在某种本身通过接受某物而变成运动的东西;但什么也不存在;因此生成并不生成。

§5.17

Τουτέστι δεῖ ἐν τῇ γινομένῃ γενέσει ἢ κινουμένῃ κινήσει εἶναι μέν τι τὸ ὑποκείμενον, εἶναι δέ τι καὶ τὸ ἐξ οὗ πρὸς τῷ εἰς ὅ.

这就是说,在生成的生成或被运动的运动中,一方面必须有某种作为基底之物,另一方面在“趋向何处”之外还必须有某种“从何处来”之物。

§5.18

"Οὐ γὰρ ἔσται μάθησις." Εἰ ἔστι γενέσεως γένεσις, καὶ μαθήσεως ἔσται μάθησις· γένεσις γάρ τις ἡ μάθησις. εἰ τοίνυν ἔστι γενέσεως γένεσις, καὶ μαθήσεως ἔσται γένεσις· ἡ δὲ γένεσις τῆς μαθήσεως μάθησις, ὥσπερ τῆς γενέσεως γένεσις· * * * ὅπερ ἀδύνατον. οὐ γὰρ τὸ μανθάνειν διὰ μαθήσεως ἡμῖν παραγίνεται· τὸ γὰρ διὰ μαθήσεως παραγινόμενον μαθητόν ἐστι καὶ ἐπιστητόν, ἡ δὲ μάθησις ὁδὸς ἐπὶ τὸ μαθητὸν καὶ ἐπιστητόν.

“因为将不存在学习。” 如果存在生成的生成,也将存在学习的学习;因为学习是某种生成。如果存在生成的生成,那么也将存在学习的生成;而学习的生成就是学习,正如生成的生成就是生成一样;[……]而这是不可能的。因为学习并不是通过学习而在我们身上产生的;因为通过学习而产生的是可被学习的和可被知之物,而学习乃是通向可被学习和可被知之物的道路。

§5.19

Εἰς γὰρ τὰ μεταξὺ ὡς ἐναντία γίνεται ἡ κίνησις, τὰ δὲ μεταξὺ μᾶλλον ἢ ἧττον πρὸς τοῖς ἐναντίοις.

因为运动走向中间者就像走向相反者一样,而中间者或多或少靠近相反者。

§5.20

Τῷ γὰρ πλεονάζειν τὸ λευκὸν ἐν τῷ μεταβάλλοντι ἐκ τοῦ πλεονάζοντος ἐκλήθη λευκόν. ὅταν οὖν ἐπὶ τὸ ἧττον μεταβάλλῃ, ἐπειδὴ ἤδη τὴν τοῦ λευκοῦ ἔσχεν ἐπωνυμίαν, εἰς τὸ ἐναντίον ποιεῖται τὴν μεταβολήν, ὅταν δὲ εἰς αὐτὸ ἐπιδῷ, ἐκ τοῦ ἐναντίου.

因为由于白在变化之物中占优势,它从占优势者那里被称作白。因此,当它向较少者变化时,既然它已经拥有了白这一名称,它便走向相反者发生变化;而当它向它增加时,则是从相反者发生变化。

§5.21

Εἰ μὲν ἄκρα λέγει τὰ μόρια, κεχωρισμένα ταῦτα ἀπ’ ἀλλήλων καὶ οὐκ ἐν τῷ αὐτῷ ἀλλήλων εἰσὶ τόπῳ, ὥστε οὐδ’ ἅμα, εἰ δὲ τὰς ἐπιφανείας, ἀσώματοι αὗται καὶ οὐκ ἐν τόπῳ, ὥστε οὐδ’ ἅμα. ἢ ἄκρα μὲν λέγει τὰς ἐπιφανείας, ἅμα δὲ αὐτὰς λέγει ὑπάρχειν ἀντὶ τοῦ ἐφαρμόζειν·3 τῶν γὰρ ἁπτομένων ἐφαρμόζουσιν αἱ ἐπιφάνειαι, ὥσπερ ἂν εἰ καὶ ἅμα ἦσαν.

如果他所说的“端点”是指各部分,这些部分彼此分离,并且彼此不在同一处所中,从而甚至并非“在一起”;如果他是指表面,这些表面是非物体的且不在处所中,从而亦非“在一起”。或者,他所说的“端点”是指表面,但他所说的它们“在一起”乃是代替“相合”;因为相互接触者的表面相合,就好像它们亦是在一起一样。

§5.22

[Πρὸς γὰρ λῆξαι τὴν ἀπήχησιν τῆς ὑπάτης φθέγγεται ἡ νεάτη.] " Ἀλλὰ τοῦ πράγματος ἐν ᾧ κινεῖται." Δυνατὸν γὰρ διαλείποντα τοῦ πράγματος μὴ διαλείπειν τοῦ χρόνου, ὡς εἴ τις ἐν ἀδιακόπῳ χρόνῳ καὶ συνεχεῖ μετὰ τὴν ὑπάτην εὐθὺς κρούσει τὴν νεάτην παραλιπὼν τὰς μεταξὺ χορδάς· τοῦ πράγματος γὰρ οὗτος παρέλιπεν, οὐ τοῦ χρόνου. οὐχ ὑγιὲς δὲ τὸ παράδειγμα· διαλιμπάνει γὰρ καὶ τοῦ χρόνου ὁ κρούων, ἐν ὅσῳ ἄγει τὴν χεῖρα ἐκ τῆς ὑπάτης ἐπὶ τὴν νεάτην. μήποτε οὖν ἡ μὲν πλῆξις διαλιμπάνει τοῦ χρόνου, ἡ δὲ ἀπήχησις οὐκέτι,4 ἀλλὰ πρὶν λῆξαι τὴν ἀπήχησιν τῆς ὑπάτης φθέγγεται ἡ νεάτη. διὸ εἶπεν φθέγξασθαι, καὶ οὐ κροῦσαι.

[因为在最上弦的回响止息之际,最下弦发声。]“而是在其中运动发生的那一事物的[间断]。” 因为有可能间断了事物,却并未间断时间,正如某人在不间断且连续的时间中,在最上弦之后立即弹响最下弦,省略了中间的琴弦;因为此人省略了事物,而未省略时间。但这个例子并不稳妥;因为弹奏者在将手从最上弦移到最下弦的期间,亦间断了时间。那么难道不是:击弦本身确实间断了时间,但回响却不再间断,而是在最上弦的回响止息之前,最下弦便已发声?因此他说的是“发声”,而非“弹奏”。

语法注4 条
  1. 5.15λείπεται οὖν 〈ἐν〉 αὐτῷ τῷ χρόνῳ ἐν ᾧ γίνεται, ἐν τούτῳ καὶ φθείρεσθαι

    不定式 φθείρεσθαι 充当非人称动词 λείπεται 的真正主语。在排除了前两种情况(生成之前与生成之后)之后,该结构引出唯一剩下的可能肢,即在它生成的同一时间之中被消灭。

  2. 5.16ἀλλ’ αὐτὸ τοῦτο ὃ ἕτερόν τι ὂν γίνεται κίνησις

    此句由 ἀλλά 引导的肯定分句与前述否定分句 οὐ τὸ ἐν ᾧ...(运动赖以存立的基底,如人)相对立。关系代词 ὃ 以前行词 αὐτὸ τοῦτο 为依托,在从句中作为带有谓词 κίνησις 的动词 γίνεται 的主语,并受到分词 ἕτερόν τι ὄν(“虽为某种别的东西”)的修饰。

  3. 5.21ἅμα δὲ αὐτὰς λέγει ὑπάρχειν ἀντὶ τοῦ ἐφαρμόζειν

    介词短语 ἀντὶ τοῦ 搭配不定式表示替代或阐释性的等同(“代替说……”、“意味着……”)。注释者借此将亚里士多德所谓的表面“在一起”(ἅμα ὑπάρχειν)转释为它们“相合”(ἐφαρμόζειν)。

  4. 5.23μήποτε οὖν ἡ μὲν πλῆξις διαλιμπάνει τοῦ χρόνου, ἡ δὲ ἀπήχησις οὐκέτι

    副词 μήποτε 引出一个委婉的推测或假设(“难道不是……”)。它统领随后的 μὲν... δέ 对比结构,指明击弦动作(ἡ πλῆξις)确实造成了时间的间隔,但回响(ἡ ἀπήχησις)则不再间隔,从而提出了对难题的化解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:790.15-792.9