- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:787.6-788.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解《物理学》卷五开篇关于运动的分类,论述推动者与受动者的三分法(依偶性、依部分、依自身)、形式自身既不推动亦不被推动的原由,以及实体的单纯生成与偶性的特定生成之间的区分。
Ὥσπερ τὸ ζῷον διαιροῦμεν ποτὲ μὲν ἐξ αὐτῆς τῆς τοῦ ζῴου οὐσίας, λέγοντες τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, ποτὲ δὲ ἐκ τῆς διοργανώσεως, ποτὲ δὲ ἐκ τοῦ τόπου ἔνθα διατρίβουσιν, οὕτως καὶ τὰ κινοῦντα καὶ τὰ κινούμενα1 ποτὲ μὲν ἐκ τῆς οὐσίας τῶν κινήσεων (ὡς ὅταν λέγωμεν· τὸ κινούμενον ἢ κατ’ ἀλλοίωσιν κινεῖται, ἢ κατὰ αὔξησιν καὶ φθίσιν, ἢ κατὰ τόπον), ποτὲ δὲ κατὰ ἄλλην ἐπιδιαίρεσιν ἐκ τοῦ τρόπου τῶν κινήσεων καὶ τοῦ κυριωτέρου καὶ ἀκυροτέρου (οἷον τὰ μὲν κατὰ συμβεβηκός, τὰ δὲ κατὰ μέρος, τὰ δὲ καθ’ αὑτά· κυριώτερα γὰρ τὰ καθ’ αὑτὰ κινούμενα, τὰ δὲ κατὰ μέρος ἧττον, τὰ δὲ κατὰ συμβεβηκὸς τὸ ὅλον κατὰ συμβεβηκός). ἐν ἑκάστῃ οὖν τῶν τριῶν κινήσεων, ἐν τῇ κατὰ ποσὸν καὶ κατὰ ποιὸν καὶ κατὰ τόπον, τὰ τρία τμήματα τῆς ἐπιδιαιρέσεως θεωρεῖται, τὸ καθ’ αὑτὸ καὶ κατὰ μέρος καὶ κατὰ συμβεβηκός, οὐ μόνον ἐπὶ τῶν κινουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν κινούντων. καὶ τὸ μὲν κατὰ μέρος κινούμενον καθ’ αὑτὸ μὲν κινεῖται, οὐ πρώτως δέ, τὸ δὲ πρώτως καὶ καθ’ αὑτὸ καὶ πρώτως, τὸ δὲ κατὰ συμβεβηκὸς οὔτε καθ’ αὑτὸ οὔτε πρώτως.
正如我们对动物的划分,有时从动物本身的实体出发,说动物一种是有理性的,另一种是无理性的,有时从组织构造出发,有时从它们栖息的处所出发,同样,对推动者与受动者的划分,有时亦从运动的实体出发(正如当我们说:受动者要么依质变而运动,要么依增长与消减而运动,要么依处所而运动),有时则依照另一种再划分,从运动的方式以及更本原与非本原出发(例如,有些是依偶性,有些是依部分,有些则是依自身;因为依自身运动者更为本原,依部分者次之,而依偶性者则完全是依偶性)。因此,在三种运动的每一种之中,即依数量、依性质和依处所的运动中,再划分的这三个环节——即依自身、依部分和依偶性——都被考察到,不仅在受动者上,而且在推动者上亦是如此。依部分运动者固然依自身运动,但非原初地运动;原初运动者既依自身又原初地[运动];而依偶性者则既非依自身亦非原初地[运动]。
"Οὔτε γὰρ κινεῖ οὔτε κινεῖται τὸ εἶδος." Εἰ γὰρ μεταβάλλει ἐκ λευκοῦ εἰς μέλαν, ὥσπερ γίνεται τέως ἐν τῷ εἰς ὃ ἡ κίνησις, ἐπειδὴ ἁπλᾶ τὰ πάθη ἐστὶν καὶ οὐκ ἔστιν εἰπεῖν ἄλλο μὲν τὴν κίνησιν, ἄλλο δὲ τὸ ὑποκείμενον τῇ κινήσει τὸ μέλαν, μεταβάλλει δὲ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν, τὸ δὲ μέλαν κίνησις, εἰς κίνησιν ἔσται μεταβάλλουσα ἡ κίνησις,2 ὅπερ ἄλογον. διὰ τὸ αὐτὸ οὐδὲ ἐν τῷ ἐξ οὗ ἔσται ἡ κίνησις.
“因为形式既不推动亦不被推动。” 因为如果它从白变化为黑,正如暂且在运动所指向的目标中所发生的那样,由于受动状态是单纯的,不可能说运动是一回事而作为运动之基底的黑是另一回事,但它从白变化为黑,而黑是一运动,那么运动就将变成变化为运动,这是荒谬的。出于同一原因,运动亦不会在出发点之中。
Εἴδη μέν, ὡς ἐπὶ γενέσεως (ἀντὶ γὰρ τῆς μεταβολῆς τῷ τῆς γενέσεως ὀνόματι κέχρηται), παράδειγμα δὲ τῶν εἰδῶν τὴν ἐπιστήμην 〈εἶπεν〉, ὡς ἐν τοῖς Περὶ ψυχῆς· γενέσει γὰρ 〈μᾶλλον〉 ἀναλογοῦσιν αἱ ἐπὶ τὰς ἐπιστήμας ὁδοὶ ἢ ἀλλοιώσει. ἢ εἴδη μέν, ὡς ἐπὶ αὐξήσεως (εἰς εἶδος γάρ τι τελευτᾷ ἡ αὔξησις), πάθη δέ, ὡς ἐπὶ ἀλλοιώσεως.
“形式”[是就]生成而言的(因为他用生成之名代替了变化),而[他说出]知识作为形式的范例,正如在《论灵魂》中所作的那样;因为通向诸知识的途径更类似于生成而非质变。或者,“形式”[是就]增长而言的(因为增长终结于某种形式),而“诸受动状态”[是就]质变而言的。
Τῷ γὰρ τὸ λευκὸν εἰς ὃ μεταβάλλει νοητὸν εἶναι,3 κατὰ συμβεβηκὸς καὶ τὸ λευκαινόμενον σῶμα εἰς νοητὸν λέγεται μεταβάλλειν.
因为由于它所变化进入的白是可知觉理解的,被变白的物体亦被依偶性地说成变化为可知觉理解之物。
Τουτέστι τοῖς εἴδεσι τοῖς ὑφ’ ἑκάστην κατηγορίαν, οἷον ἐν κουφότητι καὶ θερμότητι, ἅπερ εἰσὶν εἴδη ποιότητος. πάντων δὲ τῶν γενῶν τῶν κατηγοριῶν, τουτέστιν ἐν ταῖς δέκα κατηγορίαις. ἀεὶ δὲ οὐχ ὅτι γίνεται, ἀλλ’ ὅτι δυνάμεθα ἐννοῆσαι ἐν ἑκάστῃ κατηγορίᾳ διαφόρους κατὰ συμβεβηκὸς κινήσεις.
这就是说,在属于每个范畴的形式中,例如在轻与热中,这些是性质的形式。而“各范畴的一切属”,即在十个范畴之中。而“总是”,并不是说它实际发生,而是说我们能够在每个范畴中构想出依偶性的各种不同运动。
Ἁπλῶς μὲν καλεῖ τὴν τῆς οὐσίας γένεσιν4 (ὅλον γὰρ τότε τὸ εἶδος γίνεται τῆς μεταβολῆς περὶ τὴν ἀνείδεον ὕλην γινομένης), τινὰ δὲ γένεσιν τὴν τῶν συμβεβηκότων, ὅτι τὸ μὲν οὐσιῶδες εἶδος μένει, πάθος δέ τι τῶν περὶ αὐτὸ μεταβάλλει.
他将实体的生成称为单纯的[生成](因为由于变化发生在无形式的质料周围,此时整个形式得以生成),而将偶性的生成称为某种特定的生成,因为实体性的形式留存,而关于它的某种受动状态发生了变化。
"Τὶς δὲ ἡ εἰς τὴν ἀντικειμένην ἀπόφασιν." Τὸ γὰρ ἐκ λευκοῦ φθειρόμενον εἰς τὴν ἀντικειμένην ἀπόφασιν φθείρεται, τουτέστι τὸ μὴ λευκόν, ὥσπερ καὶ τὸ ἐκ μὴ λευκοῦ γινόμενον εἰς τὴν ἀντικειμένην κατάφασιν γίνεται, τουτέστι τὸ λευκόν.
“而进入对立否定的[变化]则是某种特定的[消灭]。” 因为从白中消灭者消灭为对立的否定,即非白,正如从非白生成者生成为对立的肯定,即白一样。
- 5.1οὕτως καὶ τὰ κινοῦντα καὶ τὰ κινούμενα
这是对应于前文 ὥσπερ τὸ ζῷον διαιροῦμεν 的后件,其中省略了动词 διαιροῦμεν(“我们划分”)。宾格的 τὰ κινοῦντα καὶ τὰ κινούμενα 是这一被省略动词的直接宾语。
- 5.2εἰς κίνησιν ἔσται μεταβάλλουσα ἡ κίνησις
这是由本节开头的条件从句 Εἰ γὰρ μεταβάλλει ἐκ λευκοῦ εἰς μέλαν 所引导的主句后件。此处使用了由 ἔσται μεταβάλλουσα(“将变成变化为”)构成的迂回将来时,推导出接受前提设定所导致的荒谬后果(ὅπερ ἄλογον)。
- 5.4Τῷ γὰρ τὸ λευκὸν εἰς ὃ μεταβάλλει νοητὸν εἶναι
这是由与格冠词 τῷ 引导不定式短语 τὸ λευκὸν ... νοητὸν εἶναι(“由于……白是可知觉理解的”)构成的表原因的与格结构,为主句的谓语 κατὰ συμβεβηκὸς ... λέγεται 提供根据。
- 5.6Ἁπλῶς μὲν καλεῖ τὴν τῆς οὐσίας γένεσιν
副词 ἁπλῶς(“单纯地”)在动词 καλεῖ 旁作谓词性修饰(“将实体的生成称为单纯的[生成]”),宾格的 τὴν τῆς οὐσίας γένεσιν 为其直接宾语。它与后半句 τινὰ δὲ γένεσιν τὴν τῶν συμβεβηκότων 中的宾格形容词 τινά(“某种特定的/有条件的[生成]”)形成对比。
