← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§784.25-786.23

不同基体中数的一致性与种差的标准

注解《物理学》224a2–12,约翰·斐劳波诺斯借助几何图形(等边与不等边三角形)按照属和种差的划分示例,阐明了在不同底层实体中抽象的数相同而具体的数(十或七)相异的逻辑准则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.352

" Λέγεται δὲ ὀρθῶς καὶ ὅτι ὁ ἀριθμὸς μὲν ὁ αὐτὸς ὁ ἐκ τῶν προβάτων καὶ τῶν κυνῶν,1 εἰ ἴσος ἑκάτερος, δεκὰς δὲ οὐχ ἡ αὐτὴ οὐδὲ δέκα τὰ αὐτά." Ἐπειδὴ ἐν τῷ δεικνύναι ὅτι ὁ χρόνος ὁ ἅμα πανταχοῦ εἷς ἐστι καὶ ὁ αὐτὸς ὁ πάσης κινήσεως μετρητικός, ἐχρήσατο παραδείγματι τῷ ἐπὶ τῶν ἀριθμῶν, ὅτι καὶ ὁ ἀριθμὸς εἷς ὢν καὶ ὁ αὐτός, οἷον ὁ ζʹ, μετρεῖ τοὺς ζʹ ἵππους καὶ τοὺς ζʹ κύνας καὶ ἁπλῶς πάντα τὰ τῷ ἴσῳ ἀριθμῷ περιεχόμενα, τοῦτο νῦν ὅτι οὕτως ἔχει βούλεται δεῖξαι, ἅμα δὲ καὶ ὃν προείρηκα παραδίδωσι κανόνα, πότε τὸ κοινῶς τινων κατηγορούμενον ἕν ἐστι καὶ τὸ αὐτὸ ἐπὶ πάντων, πότε δὲ οὐχ ἕν. ἔστιν οὖν, φησίν, ἀληθὲς τὸ λέγειν ὅτι ὁ μὲν ἀριθμὸς ὁ τῶν προβάτων καὶ ἵππων ὁ τούτων μετρητικός, εἰ ἴσα εἴη τὰ μετρούμενα, οἷον οἱ ἵπποι καὶ τὰ πρόβατα, εἷς ἐστι καὶ ὁ αὐτός, ἡ μέντοι δεκάς, φησίν, οὐχ ἡ αὐτή, δεκάδα λέγων ἤδη τὸν μετὰ τοῦ ὑποκειμένου ἀριθμόν,2 διὸ καὶ σαφέστερον ποιῶν ἐπήγαγεν οὐδὲ δέκα τὰ αὐτά, οἷον ζῷα ἢ ἁπλῶς σώματα.

“人们亦正确地说,羊的[数]与狗的[数],如果各自相等,数是相同的,但十(德卡斯)并不相同,十个事物亦不相同。” 因为在证明同时在各处的时间是单一且相同、用以度量一切运动时,他采用了关于数的例子——即作为单一且相同的数,例如7,度量着7匹马和7条狗,以及简言之受相等数所涵盖的一切事物——现在他希望证明这确实如此,同时亦给出了我之前提到的准则:关于某些事物被共同述说之物,何时在一切事物中是单一且相同的,何时又不是单一的。因此他说,说测量绵羊和马的数——如果被测量的对象(例如马与羊)相等——是单一且相同的,这是真的;然而十(德卡斯),他说,并不相同,他将已经连同底层实体在一起的数称为“十”;因此为了更明确起见,他补充道:“十个事物亦不相同”,例如动物或干脆就是物体[并不相同]。

§4.353

"Ὥσπερ οὐδὲ τρίγωνα τὰ αὐτὰ τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές." Οὐ γὰρ τὸν αὐτὸν τοῦ τριγώνου ὁρισμὸν ἐπιδέχονται. οὕτως οὖν οὐδὲ οἱ δέκα ἵπποι τοῖς δέκα προβάτοις οἱ αὐτοί.

“正如等边三角形与不等边三角形并不是相同的三角形。” 因为它们不接受三角形的同一限定定义。因此,十匹马与十只羊亦同样不是相同的。

§4.354

"Καίτοι σχῆμά γε τὸ αὐτό, ὅτι τρίγωνα ἄμφω." Τοῦ γὰρ σχήματος τὸ μὲν εὐθύγραμμον τὸ δὲ περιφερές * * * ὡς ἄμφω εὐθύγραμμα· τρίγωνα γὰρ ἄμφω τὸν αὐτὸν τοῦ εὐθυγράμμου σχήματος ὁρισμὸν ἐπιδέχονται.

“尽管作为图形是相同的,因为两者都是三角形。” 因为在图形中,一种是直线图形,另一种是曲线图形,* * * 因为两者都是直线图形;因为两者作为三角形,都接受直线图形的同一限定定义。

§4.355

"Ταὐτὸν γὰρ λέγεται οὗ μὴ διαφέρει διαφορᾷ,3 ἀλλ’ οὐχὶ οὗ διαφέρει." Ἐπὶ τὸν καθολικὸν ἀναβαίνει λόγον παραδιδοὺς κανόνα, τίνα μέν ἐστιν ἅπερ τὰ αὐτά ἐστι κατὰ τὸ κοινῶς αὐτῶν κατηγορούμενον, τίνα δὲ οὐ τὰ αὐτά. ταὐτὰ οὖν λέγεται, ὅταν μὴ διαφέρῃ ἀλλήλων διαφορᾷ τινι τοῦ κατηγορουμένου, ὥσπερ διαφέρει διαφορᾷ τριγώνου τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές, διὸ οὐ τὰ αὐτὰ τὰ τρίγωνα, ὡς μέντοι σχῆμα, οὐ διαφέρει τῇ τοῦ κατηγορουμένου διαφορᾷ· εὐθύγραμμα γὰρ ἄμφω. διὰ τοῦτο οὖν ὡς μὲν σχήματα τὰ αὐτά ἐστιν ἄμφω, τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές, ὡς μέντοι τρίγωνα οὐ τὰ αὐτά· διαφέρει γὰρ τριγώνου διαφορᾷ.

“因为凡因差异而不相区别之物被称为相同,但不是相区别之物。” 他上升到普遍的论述,给出了关于哪些事物按照共同述说于它们的属性而言是相同的,而哪些事物是不相同的准则。因此,凡在述说之物的某种差异上互不区别时,便被称为相同的,正如等边与不等边因三角形的差异而相互区别,因此这些三角形并不是相同的;然而作为图形,它们并不因述说之物的差异而区别;因为两者皆是直线的。因此正因如此,作为图形,等边与不等边两者是相同的,但作为三角形则不相同;因为它们因三角形的差异而相区别。

§4.356

"Ἀλλ’ ἐν τῇ αὐτῇ διαιρέσει καὶ μιᾷ." Τουτέστιν ὑπὸ τὸ αὐτὸ τῆς διαιρέσεως μόριον. τῶν γὰρ σχημάτων τὰ μὲν εὐθύγραμμα τὰ δὲ περιφερῆ· ἄμφω οὖν τὰ τρίγωνα ὑπὸ τὰ εὐθύγραμμα. καὶ πάλιν τῶν εὐθυγράμμων σχημάτων τὸ μὲν τρίγωνον τὸ δὲ ἄλλο τι· ὡς μὲν οὖν σχήματα, οὐδὲν διαφέρουσιν ἀλλήλων τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές (ὑπὸ τὸ αὐτὸ γὰρ τῆς διαιρέσεως μόριον ἄμφω, τὸ εὐθύγραμμον. ἀλλὰ καὶ ὡς εὐθύγραμμα τὰ αὐτά· ὑπὸ τὸ αὐτὸ γὰρ μόριον τῆς διαιρέσεως τοῦ εὐθυγράμμου, τὸ τρίγωνον), ὡς μέντοι τρίγωνα, οὐκέτι τὰ αὐτά· οὐ γὰρ ὑπὸ τὸ αὐτὸ μόριον τῆς διαιρέσεως τοῦ τριγώνου πίπτει, ἀλλὰ τὸ μὲν ὑπ’ ἄλλο τὸ δὲ ὑπ’ ἄλλο.

“而是在同一且单一的划分中。” 这就是说,在划分的同一部分之下。因为在图形中,有些是直线的,有些是曲线的;因此这两个三角形都属于直线图形之下。再者,在直线图形中,一种是三角形,另一种是其他图形。因此作为图形,等边与不等边彼此毫无区别(因为两者都在划分的同一部分即直线图形之下;不仅如此,作为直线图形它们亦是相同的,因为它们在直线图形的划分的同一部分即三角形之下);然而作为三角形,它们就不再是相同的了;因为它们并不落在三角形之划分的同一部分下,而是一者属于这一部分,另一者属于另一部分。

§4.357

"Καὶ ἀριθμὸς δὲ ὁ αὐτός· οὐ γὰρ διαφέρει ἀριθμοῦ διαφορᾷ4 ὁ ἀριθμὸς αὐτῶν, ἑπτὰς δὲ οὐχ ἡ αὐτή· ἐφ’ ὧν γὰρ λέγεται, διαφέρει." Πιστωσάμενος τὸν καθόλου κανόνα ἐπὶ τῶν σχημάτων, ἁρμόζει λοιπὸν αὐτὸν τῷ προκειμένῳ. τῶν οὖν ἑπτὰ κυνῶν καὶ ἑπτὰ ἵππων ὁ μὲν κοινῶς κατηγορούμενος ἀριθμὸς εἷς ἐστι καὶ ὁ αὐτός (οὐ γὰρ διαφέρουσιν ἀλλήλων ἀριθμοῦ διαφορᾷ· περιττοὶ γὰρ ἀμφότεροι· ὥστε εἷς καὶ ὁ αὐτὸς ἐπ’ ἀμφοτέρων ὁ ἀριθμὸς κοινῶς αὐτῶν μετρητικὸς ὑπάρχων), ὡς μέντοι ἑπτὰς ἑκατέρα, οὐκ ἔστιν ἡ αὐτή. ἑπτὰς γὰρ ἤδη μετὰ τῶν ὑποκειμένων νοεῖται· εἰ τοίνυν διαφέρουσιν ἀλλήλων τὰ ὑποκείμενα, διαφέροιεν ἂν ἀλλήλων καὶ αἱ ἑπτάδες. οὕτως οὖν ἔχει καὶ ἐπὶ τοῦ χρόνου τοῦ μετρητικοῦ τῶν κινήσεων· οὐδὲν κωλύει ἓν μὲν εἶναι καὶ τὸ αὐτὸ τὸν μετρητικὸν τῶν κινήσεων χρόνον, τὰ μέντοι μετρούμενα διάφορα εἶναι.

“并且数亦是相同的;因为它们的数并不因数的差异而相区别,但七(赫普塔斯)并不是相同的;因为它被述说于其上的事物是不同的。” 在图形的事例上确证了普遍准则之后,他接下来将其应用于眼前的论题。因此,在七条狗与七匹马中,共同被述说的数是单一且相同的(因为它们并不因数的差异而相互区别;因为两者都是奇数;所以存在于两者之中共同度量它们的数是单一且相同的);然而各自作为七(赫普塔斯),则不是相同的。因为七已经被设想为与底层实体共存;因此,如果底层实体彼此不同,那么各组七亦将彼此不同。所以,在度量运动的时间上亦是如此:度量运动的时间是单一且相同的,而受度量之物则是不同的,这绝不受妨碍。

语法注4 条
  1. 4.352ὁ ἐκ τῶν προβάτων καὶ τῶν κυνῶν

    省略了名词 ἀριθμός 的省略结构。意为“由羊和狗构成的数”,前置词 ἐκ 表明构成成分或底层实体。

  2. 4.352τὸν μετὰ τοῦ ὑποκειμένου ἀριθμόν

    作为宾格补足语说明 δεκάδα,用以明确区分纯粹抽象的数与伴随质料或底层实体的具体数。

  3. 4.355οὗ μὴ διαφέρει διαφορᾷ

    关系代名词 οὗ 是由动词 διαφέρει 所支配的分离/比较属格,先行词是省略的指示代词([ἐκεῖνο] οὗ μὴ διαφέρει)。διαφορᾷ 是表示方式或视角的与格(“因差异”)。整句表达“[主体]不因种差而与之相区别者”。

  4. 4.357ἀριθμοῦ διαφορᾷ

    ἀριθμοῦ 是依附于 διαφορᾷ 的限定属格(“数的差异”)。斐劳波诺斯将其解读为数内部的种差,如奇数与偶数(περιττοὶ γὰρ ἀμφότεροι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:784.25-786.23