- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:782.26-784.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《物理学》223b16–33,阐明了时间与运动的相互度量、为何均匀的天球圆周运动构成了时间的首要尺度,以及将时间及人事称作“轮回(圆环)”的依据。
" Τοῦτο δ’ ἐστίν, ὅτι τῆς ὡρισμένης κινήσεως χρόνῳ1 μετρεῖται τῆς τε κινήσεως τὸ ποσὸν καὶ τοῦ χρόνου." Πῶς ἀντιμετροῦσιν ἄλληλα ἡ κίνησις καὶ ὁ χρόνος λέγει. διότι, φησίν, ἡ ὑπὸ τοῦ χρόνου πρώτως ὁρισθεῖσα κίνησις, αὕτη καὶ τῆς πάσης ἐστὶ κινήσεως μέτρον καὶ τοῦ χρόνου· ὁ γὰρ ὑπὸ ταύτης ὁριζόμενος χρόνος μέτρον ἐστὶ τοῦ παντὸς χρόνου. εἰ τοίνυν ἡ ὑπὸ τοῦ χρόνου ὁρισθεῖσα κίνησις, αὕτη καὶ τῆς κινήσεώς ἐστι μέτρον καὶ τοῦ χρόνου, δῆλον ὅτι ἀντιμετροῦνται ὑπ’ ἀλλήλων ὅ τε χρόνος καὶ ἡ κίνησις.
“而这是因为,由依时间而被限定的运动,运动的量和时间的量都得到了度量。” 他说明了运动和时间如何相互度量。他说,因为首先由时间所限定的运动,这本身不仅是全部运动的尺度,亦是时间的尺度;因为由这一运动所限定的时间是全部时间的尺度。因此,如果由时间所限定的运动本身既是运动的尺度又是时间的尺度,那么显而易见,时间与运动乃是由彼此相互度量的。
"Εἰ οὖν τὸ πρῶτον μέτρον πάντων τῶν συγγενῶν, ἡ κυκλοφορία ἡ ὁμαλὴς μέτρον μάλιστα." Εἰ ἐν ἑκάστῳ, φησί, τὸ πρῶτον, τοῦτο μέτρον ἐστὶ τῶν συγγενῶν, ἔστι δὲ καὶ τῆς κινήσεως ἡ πρωτίστη ἡ κυκλοφορία ἡ ὁμαλής, αὕτη ἂν εἴη μάλιστα τοῦ χρόνου μέτρον· ὑπὸ ταύτης γὰρ ὁρίζεται ὁ πρῶτος χρόνος, ὃς μέτρον ἐστὶ παντὸς τοῦ χρόνου.
“因此,如果第一者是一切同类事物的尺度,那么均匀的圆周移动就最是尺度。” 他说,如果在每一类事物中第一者是同类事物的尺度,而运动中最居首位的是均匀的圆周移动,那么这就会最是时间的尺度;因为最初的时间是由它限定的,而这最初的时间是全部时间的尺度。
"Ὅτι ἀριθμὸς ὁ ταύτης γνωριμώτατος." Δύο αἰτίας φησὶν εἶναι, ἐξ ὧν δείκνυται ἡ τῆς ἀπλανοῦς περιφορὰ μέτρον οὖσα τῶν ἄλλων πασῶν. δεῖ γὰρ τὸ μέτρον καὶ ἐλάχιστον εἶναι καὶ γνωριμώτατον, ἀμφότερα δὲ ἐπὶ τῆς κυκλοφορίας τῆς ἀπλανοῦς· καὶ γὰρ ἐλαχίστη πασῶν καὶ γνωριμωτάτη μάλιστα· ἡ γὰρ ταύτης περιφορὰ τὸ ἡμερονύκτιόν ἐστιν, ὅπερ πᾶσίν ἐστι γνωριμώτατον. τὸ δὲ ὁμαλὸν ἔχει, ἀλλ’ οὐ μόνη· τοῦτο γὰρ ἴδιόν ἐστι πάσης περιφορᾶς, τὸ δὲ ἐλάχιστον καὶ τὸ γνώριμον ταύτης μάλιστα.
“因为这一[运动]的数是最为人熟知的。” 他说有两个原因据以证明恒星天的旋转是所有其他运动的尺度。因为尺度既必须是最小的,又必须是最为人熟知的,而这两点皆适用于恒星天的圆周运动;因为它既是万物中最小的,又尤其是最易被认知的;因为它的旋转乃是昼夜,而这是对所有人而言最熟知的。并且它具有均匀性,但并非独有此特性;因为这是每一旋转所特有的,但最小与熟知则尤为属于它。
"Διὸ καὶ δοκεῖ ὁ χρόνος εἶναι ἡ τῆς σφαίρας κίνησις." Διὰ τοῦτο, φησί, διότι τῇ κυκλοφορίᾳ τῆς ἀπλανοῦς μετροῦνται αἱ ἄλλαι πᾶσαι κινήσεις κατὰ τὸν εἰρημένον τρόπον, διὰ τοῦτο καὶ ἔδοξε τοῖς παλαιοῖς αὐτὸ τοῦτο εἶναι ὁ χρόνος ἡ κυκλοφορία τῆς σφαίρας· ἐπεὶ γὰρ ταύτῃ μετρεῖται ὁ χρόνος, αὐτὸ τοῦτο εἶναι τὸν χρόνον ὑπενόησαν.
“因此时间亦被认为是天球的运动。” 他说,正是由于以所述的方式由恒星天的圆周移动度量所有其他运动,正是由于这一点,在古人看来,这本身——即天球的圆周移动——就是时间;因为既然时间由此来度量,他们便推测时间就是这本身。
"Διὰ δὲ τοῦτο καὶ τὸ εἰωθὸς λέγεσθαι συμβαίνει· φασὶ γὰρ κύκλον εἶναι τὰ ἀνθρώπινα πράγματα." Ὅτι καὶ ἡ κοινὴ τῶν ἀνθρώπων συνήθεια τοῦτο πιστοῦται, ὅτι μέτρον ἐστὶ καὶ τοῦ χρόνου καὶ πάσης κινήσεως ἡ κυκλοφορία· διὰ τοῦτο γάρ φασι τὰ ἀνθρώπινα κύκλον, διότι ὑπὸ χρόνου μετρεῖται, τὸν δὲ χρόνον κύκλον εἶναι, διότι μέτρον ἐστὶ τῆς κύκλῳ κινήσεως.
“且由于这一点,人们习以为常的说法亦得以成立;因为人们说人世间的事情是一个轮回。” 这就是说,人们的共同习俗亦证实了这一点:即圆周移动不仅是时间的尺度,也是一切运动的尺度;因为他们正是因此称人间的事情为一个圆环,乃因其受时间度量,而[称]时间是一个圆环,则因其为圆周运动的尺度。
"Καὶ τῶν ἄλλων τῶν κίνησιν ἐχόντων φυσικήν." Τουτέστι καὶ ἐπὶ τῶν ἄλλων τῶν γινομένων καὶ φθειρομένων κύκλον εἶναί φασι, φυτῶν ζῴων μετάλλων καὶ τῶν λοιπῶν.
“以及其他具有自然运动的事物[亦是如此]。” 这就是说,对于其他生成和消灭的事物——植物、动物、矿物及其余事物,人们亦称其为一个轮回。
"Τοῦτο δὲ ὅτι πάντα ταῦτα χρόνῳ κρίνεται." Διὰ τοῦτο, φησί, τὰ ἀνθρώπινα πράγματα κύκλον λέγουσι, διότι πάντα χρόνῳ κρίνεται, τουτέστιν ἐν χρόνῳ γίνεται καὶ μετρεῖται ὑπὸ τοῦ χρόνου ἀρχὴν ὑπ’ αὐτοῦ λαμβάνοντα καὶ τέλος, ὁ δὲ χρόνος, φησί, κύκλος δοκεῖ εἶναι· ὥστε εἰ τὰ ἀνθρώπινα ἐν χρόνῳ, ὁ δὲ χρόνος κύκλος τις, καὶ τὰ ἀνθρώπινα ἄρα κύκλος τις ἂν εἴη. ὁ δὲ χρόνος κύκλος τις δοκεῖ εἶναι, διότι κύκλου τινὸς καὶ περιφορᾶς μέτρον ἐστί, καὶ αὐτὸς δὲ ὑπ’ αὐτῆς μετρεῖται· ἐπεὶ οὖν τὸ μετροῦν τὸν χρόνον κύκλος τίς ἐστι, καὶ ὁ χρόνος κύκλος τις εἶναι νομίζεται.
“而这是因为所有这些事物都是由时间来判定的。” 他说,人们之所以说人世间的事情是一个轮回,是因为万物皆由时间判定——即在时间中生成并由时间度量,从时间接受其开端与终结——而时间本身,他说,被认为是一个圆环;所以如果人世间的事在时间中,而时间是某种圆环,那么人世间的事因而亦将是某种圆环。而时间之所以被认为是某种圆环,乃因它是某种圆环和旋转的尺度,且它自身亦由其所度量;因此,既然度量时间之物是某种圆环,时间亦被认为是某种圆环。
"Παρὰ γὰρ τὸ μετροῦν οὐδὲν ἄλλο παρεμφαίνεται τὸ μετρούμενον, ἀλλ’ ἢ πλείω μέτρα τὸ ὅλον.2" Ὅτι εὐλόγως τῆς κυκλοφορίας μέτρον οὔσης τοῦ χρόνου καὶ ὁ χρόνος κύκλος τις εἶναι δοκεῖ, διὰ τούτων κατασκευάζει. οὐδὲν γὰρ ἄλλο, φησί, δοκεῖ εἶναι τὸ μετρούμενον ἢ πολλάκις τὸ αὐτὸ μέτρον· τὸ γὰρ ἑκατοντάπηχυ ξύλον οὐδὲν ἄλλο ἐστὶν ἢ πολλάκις ὁ πῆχυς, καὶ τὰ δέκα οὐδὲν ἄλλο ἐστὶν ἢ πολλάκις τὸ ἕν, μέτρον δὲ τοῦ ἀριθμοῦ ἡ μονάς. οὕτως οὖν καὶ εἰ τοῦ χρόνου μέτρον ἡ κυκλοφορία, οὐδὲν ἄλλο ἂν εἴη ὁ χρόνος ἢ πολλαὶ κυκλοφορίαι, εἰ δὲ τοῦτο, καλῶς ἄρα κύκλον εἶναι τὸν χρόνον φασί.
“因为在度量单位之外,被度量之物并不显现为任何别的东西,只不过整个是多个尺度而已。” 他通过这些话确立了:既然圆周移动是时间的尺度,因而时间亦被认为是某种圆环是合乎情理的。因为他说,被度量之物显现出来的,无非是同一尺度多次[重复]而已;因为百肘长的木料无非是一肘多次[重复],而十无非是一多次[重复],且数的尺度是单子。同样,如果时间的尺度是圆周移动,那么时间就无非是多次圆周移动而已;而如果是这样,那么人们说时间是圆环便是恰当的了。
- 4.344τῆς ὡρισμένης κινήσεως χρόνῳ
属格 τῆς ὡρισμένης κινήσεως 在被动动词 μετρεῖται 结构中作手段或施事属格(或基准属格),紧随其后的 τῆς τε κινήσεως τὸ ποσὸν καὶ τοῦ χρόνου(“运动的量与时间的量”)是 μετρεῖται 的主语。斐洛波诺斯在注文中将其转换为 ἡ ὑπὸ τοῦ χρόνου ... κίνησις αὕτη ... μέτρον ἐστί(“由时间所限定的运动,这本身就是尺度”),明确指出了该运动作为主动度量工具的功能。
- 4.351οὐδὲν ἄλλο ... ἀλλ’ ἢ πλείω μέτρα τὸ ὅλον
短语 οὐδὲν ἄλλο ... ἀλλ’ ἤ 是表示排除与限定的惯用句式,意为“除了……之外没有别的东西 / 只不过是……”。主格短语 πλείω μέτρα τὸ ὅλον 作为 παρεμφαίνεται 的主语(或同位表语),表示“整体(τὸ ὅλον)乃是多个尺度(πλείω μέτρα)”。斐洛波诺斯将其解释为 πολλάκις τὸ αὐτὸ μέτρον(同一尺度的多次重复)。
