- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:780.25-782.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德《物理学》第四卷第14章(223a30–223b12),阐明时间并非某种特定运动的数而是单纯任何连续运动的数,论述了不同种类与速度的同时间运动如何由唯一且相同的时间来度量,并讨论了作为时间同类最小尺度的圆周运动(昼夜)。
" Ἢ ὁποιασοῦν.1" Ἡ λύσις τῆς προτέρας ἀπορίας, ὅτι κινήσεως ἁπλῶς ἀριθμός ἐστιν ὁ χρόνος, οὐ τῆσδε ἢ τῆσδε, ἀλλ’ ἁπλῶς πάσης κινήσεως ᾗ κίνησίς ἐστι.
“抑或无论哪种[运动]皆是如此。” 这是对先前疑难的解决,即:时间单纯是运动的数,并非这一种或那一种运动的数,而是作为运动而言的单纯一切运动的数。
"Διὸ κινήσεώς ἐστιν ἁπλῶς ἀριθμὸς συνεχοῦς, ἀλλ’ οὐ τινος." Καλῶς προσέθηκε τὸ συνεχοῦς· τῆς γὰρ συνεχοῦς κινήσεως μέτρον ἐστὶν ὁ χρόνος, εἰ μέντοι διῃρημέναι εἶεν αἱ κινήσεις καὶ πλείους, οἷον ἀλλοίωσις καὶ αὔξησις καὶ φορὰ ἤγουν φοραὶ πλείους, τούτων τοῦ πλήθους οὐκ ἔστι μετρητικὸς ὁ χρόνος, ἀλλ’ ἡ ἐν τῷ ἀριθμῷ μονάς. ὡς γὰρ τοὺς δέκα ἵππους καὶ τοὺς δέκα λίθους οὐ μετρεῖ ὁ χρόνος, ἀλλ’ ἡ μονάς, οὕτω καὶ τὰς πλείους κινήσεις ὡς πλείους2 οὐχ ὁ χρόνος μετρεῖ, ἀλλ’ ὁ ἀριθμός, ἤγουν ἡ μονάς, ἑκάστην μέντοι καθ’ αὑτὴν ὡς μίαν καὶ συνεχῆ ὁ χρόνος μετρεῖ, τὸ πρότερον αὐτῆς καὶ τὸ ὕστερον μετρῶν.
“因此,[时间]单纯是连续运动的数,而非某种特定运动的数。” 他加上“连续的”是恰当的;因为时间是连续运动的尺度,然而,如果诸运动是分离的且有多个,例如性质变化、增长与位移,或者多个位移,那么度量这些运动之数量的并不是时间,而是数中的单子。正如时间并不度量十匹马和十块石头,而是单子度量它们,同样,度量多个运动作为多个运动的也不是时间,而是数,即单子,然而时间却将每个运动本身作为单一且连续的来度量,度量着它的前与后。
"Ἀλλ’ ἔστι νῦν κεκινῆσθαι καὶ ἄλλο." Ἐντεῦθεν ἡ δευτέρα ἀπορία, ὅτι ἐν τῷ αὐτῷ χρόνῳ ἄλλου τινὸς κινουμένου ἐνδέχεται καὶ ἄλλο τι κινεῖσθαι· ἑκατέρας οὖν κινήσεως ἀριθμὸς ὁ χρόνος. ἆρα οὖν, φησίν, ἑκατέρας κινήσεως ἕτερος ὁ χρόνος ἐστί, καὶ τῶν δύο κινήσεων δύο καὶ ἴσοι ἅμα χρόνοι ἔσονται ἢ οὔ; καὶ ἐπιλύεται, ὅτι εἷς ἐστι χρόνος τῶν ἴσων καὶ ἅμα γινομένων κινήσεων μετρητικός.
“但如今另一事物亦可能已经运动。” 由此引出第二个疑难,即:在同一时间中,当某一其他事物在运动时,还可能有另一事物也在运动;因此时间是每一种运动的数。他问道,那么难道对每一种运动而言时间是不同的,并且对于这两种运动,将同时存在两个相等的时间,抑或不是?他解决道:度量相等的且同时发生的诸运动的时间是唯一的。
"Εἰ γὰρ εἶεν κύνες, οἱ δὲ ἵπποι, ἑκάτεροι δὲ ἑπτά, ὁ αὐτὸς ἀριθμός." Τοῦτο παράδειγμά ἐστι πῶς τὸ αὐτὸ μέτρον πλειόνων ἐστὶν ἅμα μετρητικὸν ἴσων ὄντων· ὥσπερ οὖν τῶν ζʹ ἵππων καὶ τῶν ζʹ κυνῶν εἷς καὶ ὁ αὐτὸς ἀριθμὸς μετρητικός, ἡ ἑπτάς, οὕτω καὶ τῶν ἴσων κινήσεων εἷς καὶ ὁ αὐτὸς χρόνος μετρητικός.
“因为如果一些是狗,另一些是马,而每一类各有七个,则数是相同的。” 这是说明同一尺度如何同时度量相等之多数事物的一个例证。正如度量七匹马和七只狗的数是唯一且相同的——即七,同样度量相等诸运动的时间也是唯一且相同的。
"Ἀλλ’ ἡ μὲν ταχεῖα ἴσως ἡ δ’ οὔ, καὶ ἡ μὲν φορὰ ἡ δὲ ἀλλοίωσις." Ὥσπερ κἀκεῖνα τὰ μετρούμενα οὐ τὰ αὐτὰ ἦν, ἀλλ’ οἱ μὲν ἵπποι οἱ δὲ κύνες, τοῦ μετροῦντος ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος, οὕτως καὶ ἐπὶ τοῦ χρόνου διάφοροι αἱ κινήσεις αἱ ὑπὸ τοῦ αὐτοῦ χρόνου μετρούμεναι καὶ τῷ εἴδει αὐτῷ τῆς κινήσεως καὶ τῷ τὴν μὲν θάττονα αὐτῶν εἶναι τὴν δὲ βραδυτέραν.3 ὥσπερ εἰ νοήσεις ἐν τῷ αὐτῷ χρόνῳ ἵππον τε ὀξύτατα κινούμενον καὶ πρόβατον ἐν μιᾷ ἡμέρᾳ· τῶν γὰρ κινήσεων ἀνισοταχῶν οὐσῶν ὁ μετρητικὸς αὐτῶν χρόνος εἷς καὶ ὁ αὐτός ἐστιν, ἡ μία ἡμέρα.
“然而一种或许快速,另一种则不然,且一种是位移,另一种是性质变化。” 正如那些被度量的事物不是相同的,而是有些是马,有些是狗,而度量者却是唯一且相同的,同样在时间的情形中,由同一时间度量的诸运动,无论在运动本身的种上,还是在其中一种较快而另一种较慢上,都是互不相同的。正如你若设想在同一时间内,在一天之中一匹极速运动的马和一只羊;因为尽管诸运动不等速,度量它们的时间却是唯一且相同的,即那一天。
"Καὶ διὰ τοῦτο αἱ μὲν κινήσεις ἕτεραι καὶ χωρίς, ὁ δὲ χρόνος πανταχοῦ ὁ αὐτός, ὅτι καὶ ὁ ἀριθμὸς εἷς καὶ ὁ αὐτὸς πανταχοῦ ὁ τῶν ἴσων καὶ ἅμα." Ἐπειδὴ τῶν ἅμα καὶ κατὰ τὸν αὐτὸν χρόνον γινομένων κινήσεων μετρητικός ἐστιν ὁ χρόνος, ἐνδέχεται δὲ ἐν ταὐτῷ καὶ ἐν γῇ καὶ ἐν οὐρανῷ καὶ πανταχοῦ κινεῖσθαί τι, διὰ τοῦτο συμβαίνει πανταχοῦ μὲν εἶναι τὸν χρόνον ἕνα ὄντα καὶ τὸν αὐτόν, τὰ δὲ μετρούμενα ὑπ’ αὐτοῦ κεχωρισμένα ἀλλήλων εἶναι, ἐπειδὴ καὶ τῶν πανταχοῦ ἴσων κατ’ ἀριθμὸν εἷς καὶ ὁ αὐτὸς ἀριθμὸς μετρητικός ἐστιν.
“正是因此,诸运动彼此相异且各自独立,而时间则处处同一,因为相等且同时的事物的数在各处亦是唯一且同一的。” 既然时间是度量同时发生且在同一时间内的诸运动的,并且在同一时刻,无论在地上、在天上还是在各处,某物都可能在运动,正是因此,便出现了时间作为唯一且同一的而存在于各处,而被它度量的事物则彼此分离的现象,因为度量在各处在数上相等的事物的数,也是唯一且同一的。
"Ἐπεὶ δέ ἐστι φορὰ καὶ ταύτης ἡ κύκλῳ, ἀριθμεῖται δ’ ἕκαστον ἑνὶ συγγενεῖ." Ἑτέρα ἀπορία, ὅτι εἰ ἕκαστον ὑπό τινος συγγενοῦς μέτρου μετρεῖται, τίνι ὁ χρόνος συγγενεῖ μέτρῳ μετρεῖται; ἔστι δὲ ἡ συνέχεια τοῦ λόγου τοιαύτη· ἐπεὶ δέ ἐστιν ἡ φορὰ καὶ ταύτης ἡ κύκλῳ, μετρεῖται δὲ ἕκαστον ὑπὸ ἑνός τινος συγγενοῦς τοῦ ἐλαχίστου, οἷον οἱ δέκα ἵπποι τῷ ἑνὶ ἵππῳ τὸ ἑκατοντάπηχυ ξύλον τῷ πηχυαίῳ ξύλῳ, οὕτως οὖν ἀνάγκη καὶ τὸν χρόνον μέτρον ὄντα κινήσεως συγγενεῖ τινι μετρεῖσθαι καὶ ἐλαχίστῳ. ἐπεὶ οὖν ἐστιν ἡ κυκλοφορία ἐλάχιστόν τι μέτρον κινήσεως, μετρεῖται δὲ οὐ μόνον ἡ κίνησις ὑπὸ τοῦ χρόνου, ἀλλὰ καὶ ὁ χρόνος ὑπὸ τῆς κινήσεως, δῆλον ὅτι ὁ ὑπὸ τῆς ἐλαχίστης κινήσεως μετρούμενος χρόνος, οὗτος ἂν εἴη συγγενὲς μέτρον τοῦ ὅλου χρόνου. ἔστι δὲ οὗτος τὸ ἡμερονύκτιον· τούτῳ γὰρ μετρεῖται καὶ ἑβδομὰς καὶ μὴν καὶ ἐνιαυτὸς καὶ πᾶς χρόνος. μετρεῖται δὲ ἕκαστον ἑνί τινι συγγενεῖ· κἂν γὰρ πάντως καὶ ὑπὸ ἀνομογενοῦς πρώτως ἕκαστον μετρεῖται, ἀλλ’ οὖν καὶ ὑπὸ ὁμογενοῦς πάντως μετρεῖται, ὃ πρώτως ὑπὸ τοῦ ἀνομογενοῦς μετρεῖται.4
“由于存在位移,且在其中存在圆周运动,而每一事物皆由唯一的同类事物来计数。” 这是另一个疑难,即:如果每一事物都是由某种同类的尺度来度量的,那么时间是由何种同类的尺度来度量的呢?论证的脉络如下:既然存在位移,且在其中存在圆周运动,并且每一事物都是由唯一的最小同类事物来度量的(例如十匹马由一匹马度量,百肘长的木料由一肘长的木料度量),那么同样,时间作为运动的尺度,也必然由某种同类且最小的事物来度量。因此,既然圆周移动是运动的某种最小尺度,且不仅运动由时间度量,时间亦由运动度量,那么显而易见,由最小运动所度量的时间,便是整个时间的同类尺度。而这就是昼夜;因为一周、一月、一年乃至一切时间都由此来度量。而且每一事物都由唯一的同类事物来度量;因为即使每一事物在根本上完全是由异类事物来度量的,但无论如何,它也完全是由同类事物来度量的,而这同类事物本身在根本上则是由异类事物来度量的。
- 4.337Ἢ ὁποιασοῦν
对先前疑难(时间是何种运动的数)的省略式回答。理解时需补足 κινήσεως ἀριθμός ἐστιν(“是[某种运动]的数”)。
- 4.338ὡς πλείους
作表语性的宾语副词短语,指明考察运动的角度:并非将它们各自作为连续体,而是“作为多数”(就其离散的数量而言)。
- 4.341καὶ τῷ εἴδει αὐτῷ τῆς κινήσεως καὶ τῷ τὴν μὲν θάττονα αὐτῶν εἶναι τὴν δὲ βραδυτέραν
两个并列的关系与格:前者为名词短语(τῷ εἴδει),后者为带有定冠词的不定式短语(τῷ ... εἶναι),其逻辑主语由对格(τὴν μὲν ... τὴν δὲ)承担。
- 4.343ὃ πρώτως ὑπὸ τοῦ ἀνομογενοῦς μετρεῖται
中性关系代词 ὃ 的先行词是前文 ὑπὸ ὁμογενοῦς 中隐含的名词化概念(τὸ ὁμογενές,同类之物/同类尺度),意为“那本身首先由异类尺度所度量的同类尺度”。
