- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:779.11-780.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯探讨了一条针对“凡因谓项之属差而相异者不共享同一定义”之规则的异议(即属对种的同义陈述),指出亚里士多德在此所指并非概念上的普遍属,而是在个体中自立存在的内在共通实体,并以此解释唯一且同一的数(十)如何能够度量相异的事物。
τὸ μὲν οὖν σχῆμα, ὡς εἶπον, ἓν καὶ τὸ αὐτὸ ἐπ’ ἀμφοτέρων κατηγορεῖται, τὸ μέντοι τρίγωνον οὐκέτι ἓν καὶ τὸ αὐτὸ ἐπ’ ἀμφοτέρων· διαφέρουσι γὰρ ἀλλήλων τῇ τοῦ κατηγορουμένου διαφορᾷ, διαφοραὶ δὲ τοῦ τριγώνου τὸ ἰσόπλευρον καὶ τὸ σκαληνόν, ταύταις δὲ καὶ τὰ δύο τρίγωνα διαφέρουσιν ἀλλήλων· οὐκ ἄρα ἓν καὶ ταὐτὸν τρίγωνον ἐπ’ ἀμφοτέρων κατηγορεῖται. ὁ μὲν οὖν κανὼν οὗτος. Ἀπορήσειε δ’ ἄν τις πρὸς τοῦτον τὰ παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους πανταχοῦ λεγόμενα, ὅτι πῶς οὖν τὰ γένη τῶν εἰδῶν συνωνύμως κατηγορεῖται;1 καίτοι τὰ εἴδη διαφέρουσιν ἀλλήλων τῇ τοῦ κατηγορουμένου διαφορᾷ. τοῦ γὰρ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, ἀλλ’ ὅμως ἐπὶ ἀνθρώπου καὶ ἵππου συνωνύμως κατηγορεῖται τὸ ζῷον, ὥστε ἓν καὶ τὸ αὐτὸ ζῷον ἐπ’ ἀμφοτέρων κατηγορεῖται· ὅσον δὲ ἐπὶ τοῖς νῦν λεγομένοις,2 εἰ μὴ τὸ αὐτὸ ζῷον ἀνθρώπου καὶ ἵππου κατηγορεῖται, διότι διαφέρουσιν ἀλλήλων τῇ τοῦ κατηγορουμένου διαφορᾷ, οὐδ’ ἂν συνωνύμως αὐτῶν κατηγοροῖτο. ἴσως οὖν ἐνταῦθα τὰ κατηγορούμενα οὐχ ὡς γένη ἔλαβεν, οὐδὲ ὡς ἁπλῶς καθολικώτερα καὶ ἐξῃρημένα τῷ λόγῳ ἑνὸς ἑκάστου τῶν ὑποκειμένων, οἷά ἐστι τὰ κοινῶς λεγόμενα ἐνυπάρχειν πᾶσι καὶ ἐν τοῖς πολλοῖς ἔχειν τὸ εἶναι, ἀλλὰ τὰ κοινὴν οὐσίαν ἔχοντα, ἰδίᾳ δὲ ἐν ἑκάστῳ ὑπάρχοντα καὶ ἐν ὑποστάσει ὄντα ἐν τοῖς καθ’ ἕκαστα, περὶ τοῦ ἐν ἐμοὶ ζῴου καὶ τοῦ ἐν τῷδε τῷ ἵππῳ· ταῦτα γὰρ τῷ ὄντι οὐ τὰ αὐτά, τὰ μέντοι ὡς γένη λεγόμενα κατηγορεῖσθαι οὐκ ἔχει τινὰ ἰδίαν ὕπαρξιν, ἀλλ’ ἡ ἐπίνοια κοινόν τι θεωρήσασα ἐν πᾶσιν, ὡς ἕν τι τοῦτο σκοπεῖ μὴ ὄν γε τῷ ὄντι ὅλως καθ’ αὑτό, ὡς καὶ αὐτὸς εἶπε· τὸ γὰρ καθόλου, φησίν, ἢ οὐδέν ἐστιν ἢ ὕστερον. ἐπεὶ οὖν τὴν κοινωνίαν ταύτην οἷον χωρίσασα τῶν λοιπῶν τῶν συνυπαρχόντων ἡ διάνοια, οἷον τὸ ζῷον τοῦ λογικοῦ καὶ ἀλόγου, θνητοῦ καὶ ἀθανάτου, κατ’ ἐπίνοιαν αὐτὴν καθ’ αὑτὴν ἐθεώρησε μὴ ὑπάρχουσάν γε καθ’ αὑτήν, καθόλου τε αὐτὴν ὠνόμασε καὶ ὡς μίαν τινὰ φύσιν ἐθεώρησε, ταύτῃ καὶ συνωνύμως κατηγορεῖ τῶν λοιπῶν. εἰ μέντοι τὸ ἐνυπάρχον ἐν ἑκάστῳ ζῷον θεωρήσειας καὶ ἐν ὑποστάσει ὄν, ἐπειδὴ τοῦτο ἢ λογικόν ἐστιν ἢ ἄλογον, οὐκ ἂν εἴη τὸ αὐτὸ κατ’ οὐσίαν τῷ ἐν ἐμοὶ τὸ ἐν ἵππῳ, τὸ μέντοι ἀνθρώπειον εἶδος τὸ αὐτό ἐστι κατ’ οὐσίαν τῷ ἐν Σωκράτει καὶ ἐν Πλάτωνι, διότι οὐδέτερον αὐτῶν συμπλέκεται διαφορᾷ τινι χωριζούσῃ αὐτὸ τοῦ λοιποῦ. ἐνταῦθα οὖν περὶ τῆς κοινῆς οὐσίας φησὶ τῆς ἐν ὑποστάσει καὶ ἐν ἑκάστῳ τῶν καθ’ ἕκαστα ὅλης ὑφεστηκυίας, ὅτι ὅσα μὲν τῶν ὑποκειμένων διαφέρει ἀλλήλων διαφορᾷ τινι τοῦ κοινῶς αὐτῶν κατηγορουμένου, ἥτις διαφορὰ ὡς γένει αὐτῷ ὑπάρχει, ταῦτα οὐκ εἰσὶ τὰ αὐτὰ κατὰ τὸ κατηγορούμενον, ὅσα δὲ μὴ διαφέρει ἀλλήλων ταύτῃ τῇ διαφορᾷ, ἐν τούτοις τὸ κατηγορούμενον ἕν τί ἐστι καὶ τὸ αὐτὸ κατ’ οὐσίαν. οὕτως οὖν καὶ ἐπὶ τῶν δέκα ἵππων καὶ δέκα ὄνων καὶ λίθων, ἐπειδὴ μὴ διαφέρουσιν ἀλλήλων τῇ τοῦ κατηγορουμένου διαφορᾷ (οὐ γάρ ἐστιν ἕτερον εἶδος δεκάδος τὸ ἐν ἵπποις τοῦ ἐν ἀνθρώποις), διὰ τοῦτο τὸ κοινῶς αὐτοῖς ὑπάρχον καὶ μετροῦν αὐτά, ἡ δεκάς, ἕν τί ἐστι καὶ τὸ αὐτό, καὶ οὐδὲν ταῦτα διαφέρουσιν ἀλλήλων κατὰ τὸ τῆς δεκάδος εἶδος. ὥστε εἰ καὶ μετροῦνται ὑπὸ τῆς δεκάδος, μία δὲ καὶ ἡ αὐτὴ αὕτη ἐν πᾶσιν, ὑφ’ ἑνὸς ἄρα καὶ τοῦ αὐτοῦ τὰ διάφορα μετροῦνται, οἱ δέκα ἵπποι λέγω καὶ οἱ δέκα ἄνθρωποι καὶ οἱ δέκα λίθοι καὶ τὰ λοιπά· ὑπὸ γὰρ τοῦ τῆς δεκάδος εἴδους, ἥτις ἐν ψυχῇ πρώτως τὸ εἶναι ἔχει, διὸ καὶ ὡς ἀριθμῷ μία λαμβάνεται τοῦ ὑποκειμένου, λέγω δὴ τῆς ψυχῆς, ἑνὸς ἀεὶ καὶ τοῦ αὐτοῦ ὄντος.3
因此,正如我所说,“图形”在两者之上被陈述为唯一且同一的,但“三角形”在两者之上却不再是唯一且同一的;因为它们由于谓项的差异而彼此相异,而三角形的差异是等边和不等边,两类三角形也正是通过这些差异而彼此相异;因此,并不是唯一且同一的三角形被陈述在两者之上。那么,这就是这条规则。 然而,有人可能会根据亚里士多德本人在各处所说的话对这条[规则]提出疑难,问道:既然各个种由于谓项的差异而彼此相异,那么属又如何能够同义地陈述于诸种呢?因为在动物之中,一者是有理性的,另一者是无理性的,然而在人和马之上“动物”却被同义地陈述,以至于唯一且同一的“动物”被陈述在两者之上;但就目前所说的而言,如果由于人和马彼此因谓项的差异而相异,同一的动物就不陈述于人和马,那么它也就不能同义地陈述于它们了。 因此,或许在这里他并不是把所陈述的事物当作属来理解,也不是当作单纯更具普遍性且在定义上脱离于各个承载者本身的事物——即那些被通称为内在存在于所有事物中且在多数事物中具有其所是的事物——而是当作具有共同实体、但在每一事物中个别地存在并且作为个体自立存在于个别事物之中的事物来理解,正如关于在我之内的动物和在这匹马之内的动物一样;因为这些在事实上确实不是同一的,而那些被称为作为属而被陈述的事物并没有任何独特的实存,乃是思维在所有事物中观察到了某种共同的东西,尽管它在事实上根本不自立存在,却将其视为一体,正如他自己也说过:他说,普遍物要么什么都不是,要么是后行的。因此,理智将这种相通性从其余共存的属性中(例如将动物从有理性的与无理性的、会死的与不死的属性中)仿佛分离出来,在概念上独立加以考察(尽管它在事实上并不是独立存在的),并将其命名为普遍物且视其为某种单一的本性,正是在这一方面,它也将之同义地陈述于其余事物。然而,如果你考察内在存在于每一事物中且作为个体自立存在的动物,既然这要么是有理性的,要么是无理性的,那么在马之内的在实体上就不会与在我之内的相同;然而,人类这一物种在苏格拉底之内和在柏拉图之内在实体上则是同一的,因为它们两者都没有与任何将其同另一者分离开来的差异交织在一起。因此,他在这里谈论的是在个体自立中存在的、并且在每个个别事物中完整地自立存在的共同实体,即:凡是各个承载者由于它们共同陈述项的某种差异(这种差异属于作为属的该谓项)而彼此相异的,这些在谓项上都不是同一的;而凡是不因这种差异而彼此相异的,在这些之中谓项在实体上则是唯一且同一的。 因此,在十匹马、十头驴和十块石头的情形中同样如此,既然它们并不由于谓项的差异而彼此相异(因为在马之中的十的物种并不异于在人之中的[十]),因此共同属于它们且度量它们的十这一单位便是唯一且同一的,而且它们在十这一物种上毫无差异。所以,如果它们确实是由十来度量的,而这个十在所有事物中是唯一且同一的,那么相异的事物也就是由唯一且同一的事物来度量的——我指的是十匹马、十个人、十块石头以及其余事物;因为[它们是由]十的物种所度量的,这个十首先在灵魂中具有其存在,正因如此,由于承载者——我指的是灵魂——始终是唯一且同一的,它在数上也作为一而被理解。
- 4.336Ἀπορήσειε δ’ ἄν τις πρὸς τοῦτον τὰ παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους πανταχοῦ λεγόμενα, ὅτι πῶς οὖν τὰ γένη τῶν εἰδῶν συνωνύμως κατηγορεῖται;
动词 ἀπορέω 与带有 ἄν 的希求法(ἀπορήσειε δ’ ἄν τις)连用,支配同族或内在宾格短语 τὰ ... λεγόμενα,意为“有人可能会针对这一规则(πρὸς τοῦτον [sc. τὸν κανόνα]),以亚里士多德本人所说的话为依据提出疑难”。ὅτι 作为引述连接词,引出后面的直接疑问句(πῶς οὖν...)。
- 4.336ὅσον δὲ ἐπὶ τοῖς νῦν λεγομένοις
表限定的习惯用法(ὅσον ἐπί 支配与格),意为“就目前所说的而言”或“按照现在的说法”,限定了紧接着的假设性推论(εἰ μὴ ... οὐδ’ ἂν ...)。
- 4.336ἥτις ἐν ψυχῇ πρώτως τὸ εἶναι ἔχει, διὸ καὶ ὡς ἀριθμῷ μία λαμβάνεται τοῦ ὑποκειμένου, λέγω δὴ τῆς ψυχῆς, ἑνὸς ἀεὶ καὶ τοῦ αὐτοῦ ὄντος
阴性关系代名词 ἥτις 在性数上与领属性属格 τῆς δεκάδος(十)一致,而非与其修饰的名词 τοῦ ... εἴδους(中性,物种)一致。其后的 τοῦ ὑποκειμένου ... ἑνὸς ἀεὶ καὶ τοῦ αὐτοῦ ὄντος 是独立属格结构,其中插入的 λέγω δὴ τῆς ψυχῆς 是对 τοῦ ὑποκειμένου 的解释性同格短语。
