← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§777.24-779.11

昼夜的细分与时间的圆环性及属差的同一性

斐洛波诺阐明了一昼夜如何被细分为小时以及恒星天的旋转如何作为时间的基本度量,解释了人事与时间被称为“圆环”的原因,并提出了一个判别准则,用以说明一个共同谓项(如图形)在何时依据其自身的属差而有所差异或保持同一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.336#2

καὶ ὥσπερ τὸν πῆχυν ἐμετρήσαμεν εἰς δακτυλιαῖα μεγέθη ἄλλος ἄλλως, ὁ μὲν εἰς κβʹ, ἄλλος εἰς κδʹ, οἱ δὲ εἰς κηʹ, οὕτω δὴ καὶ τὸ ἡμερονύκτιον εἰς μόρια πλείω κατετέμομεν, οἷον ἡμεῖς εἰς κδʹ, ἅπερ ὥρας ἐκαλέσαμεν. εἰ δὲ καὶ ταύτας ἔστι διελεῖν ἐπ’ ἄπειρον, ἀλλὰ τῇ πρὸς ταύτας ἀναφορᾷ,1 ὥσπερ καὶ τὸ ἡμιδακτυλιαῖον ἢ τρίτον ἢ δέκατον δακτύλου τῇ πρὸς τὸν δάκτυλον κρίνεται ἀναφορᾷ. οὕτως οὖν καὶ τὸ ἡμιωριαῖον καὶ τὰ λοιπὰ μόρια τῇ πρὸς τὴν ὥραν κρίνεται ἀναφορᾷ, κινήσεως μέντοι ὅλης ἡ ἐλαχίστη καὶ γνώριμος ἡ τῆς ἀπλανοῦς ἐστι περιφορά, ἧς τὸ μέτρον ἡμέρα ἐστίν, ᾗ τηνικαῦτα ἄλλος μετρεῖται χρόνος, καὶ ἑβδομὰς καὶ μὴν καὶ ἐνιαυτὸς καὶ τὰ λοιπὰ τοῦ χρόνου μόρια. καὶ διὰ τοῦτο, φησίν, ἔδοξέ τισι τῶν παλαιῶν ἡ κυκλοφορία τοῦ οὐρανοῦ χρόνος εἶναι, διότι ταύτῃ ὁρίζεται ὁ χρόνος· τὸ γὰρ τοῦ χρόνου μέτρον ταύτῃ ἀφορίζεται, καὶ πᾶσα δὲ ἄλλη κίνησις ὑπὸ ταύτης μετρεῖται, εἴπερ καὶ τὸν μετρητικὸν πάσης κινήσεως χρόνον αὕτη μετρεῖ καὶ ὁρίζει. τὸ οὖν ὁριστικὸν τοῦ χρόνου χρόνον ἐνόμισαν. Ἐφεξῆς λοιπὸν καὶ τὰ ἐν τῇ κοινῇ συνηθείᾳ περὶ τοῦ χρόνου λεγόμενα ἀκόλουθα δείκνυσι τῇ παρ’ αὐτοῦ εἰρημένῃ περὶ τοῦ χρόνου θεωρίᾳ. φασὶ γὰρ οἱ ἄνθρωποι κύκλον εἶναι τὰ ἀνθρώπινα πράγματα, διότι χρόνῳ μετροῦνται καὶ ὁρίζονται ἀρχὴν καὶ τελευτὴν ἴσχοντα, οἷον ὑγεῖαι νόσοι, εὐδαιμονίαι 〈ἀτυχίαι〉, πλοῦτοι πενίαι, πόλεμος εἰρήνη· ὥσπερ γὰρ κατὰ τινα κύκλον πάντα ταῦτα ἐφ’ ἑαυτὰ ἀναστρέφονται καὶ διαδέχονται ἄλληλα. ἐπεὶ οὖν τῷ χρόνῳ ταῦτα κρίνεται, ὁ δὲ χρόνος κύκλος τις εἶναι δοκεῖ, διὰ τοῦτο καὶ αὐτὰ κύκλον φασὶν εἶναι, αὐτὸν δὲ τὸν χρόνον κύκλον φασὶν εἶναι, διότι μέτρον ἐστὶ κυκλοφορίας καὶ μετρεῖται ὑπὸ τῆς κυκλοφορίας. ὥστε, φησί, τὸ λέγειν τὰ ἀνθρώπινα πράγματα εἶναι κύκλον οὐδὲν ἄλλο ἐστὶν ἢ λέγειν ὅτι ὁ χρόνος κύκλος τίς ἐστι, τὸ δὲ λέγειν ὅτι ὁ χρόνος κύκλος τίς ἐστιν οὐδὲν ἄλλο ἐστὶν ἢ λέγειν ὅτι μετρεῖται τῇ κυκλοφορίᾳ ὁ χρόνος. εἶτα ἐπειδὴ ἔμπροσθεν, ἐν τῷ λέγειν ὅτι τῶν διαφόρων κινήσεων εἷς καὶ ὁ αὐτὸς χρόνος ἐστὶ μετρητικός, ἐπιστοῦτο τοῦτο ἐκ τοῦ καὶ ἐπὶ τῶν ἀριθμῶν ἕνα εἶναι καὶ τὸν αὐτὸν ἀριθμόν, οἷον τὴν δεκάδα, τῶν διαφόρων ἀριθμητῶν μετρητικόν [εἶναι], οἷον τῶν δέκα ἵππων καὶ δέκα ἀνθρώπων, νῦν βούλεται δεῖξαι πῶς εἷς καὶ ὁ αὐτὸς ἀριθμὸς μετρεῖ τὰ τῆς οὐσίας διάφορα, ἅμα δὲ καὶ κανόνα ἡμῖν παραδίδωσι διακριτικόν, δι’ οὗ γνωσόμεθα πότε μὲν τὰ κοινῶς ἔχοντά τι κατηγορούμενον κοινωνεῖ ἀλλήλοις κατ’ αὐτὸ ἐκεῖνο τὸ κατηγορούμενον καὶ ἀδιάφορά ἐστι κατ’ ἐκεῖνο, πότε δὲ οὐκ εἰσὶν ἀδιάφορα κατὰ τὸ κοινῶς αὐτῶν κατηγορούμενον. καί φησιν ὅτι ὅταν μὲν τὰ ἔχοντα ἕν τι κατηγορούμενον ταύτῃ τῇ διαφορᾷ διαφέρωσιν ἀλλήλων, ἣν ἔχει πρὸς ἑαυτὸ καὶ τὸ κατηγορούμενον,2 τότε τὸ κοινῶς αὐτῶν κατηγορούμενον οὐκ ἔστιν ἓν καὶ τὸ αὐτό, ὅταν δὲ μὴ διαφέρωσιν ἀλλήλων τὰ κοινόν τι κατηγορούμενον ἔχοντα τῇ τοῦ κατηγορουμένου διαφορᾷ, ἕν τι καὶ τὸ αὐτό ἐστι τὸ κοινῶς αὐτῶν κατηγορούμενον. οἷον, φησί, τοῦ τριγώνου καὶ τοῦ κύκλου κατηγορεῖται τὸ σχῆμα, ἀλλ’ ἐπειδὴ διαφέρουσιν ἀλλήλων τὸ τρίγωνον καὶ ὁ κύκλος ταύτῃ τῇ διαφορᾷ, καθ’ ἣν διαιρεῖται καὶ τὸ κατηγορούμενον (τοῦ γὰρ σχήματος διαφοραὶ τὸ εὐθύγραμμον καὶ τὸ περιφερόγραμμον, ταύτῃ δὲ καὶ τὸ τρίγωνον τοῦ κύκλου διαφέρει), διὰ τοῦτο τὸ κοινῶς αὐτῶν κατηγορούμενον οὐκ ἔστι τὸ αὐτό. εἰ γὰρ λέγεται καὶ τὸ τρίγωνον σχῆμα καὶ ὁ κύκλος, ἀλλ’ ἕτερον καὶ ἕτερον ἐπ’ ἀμφοτέρων τὸ σχῆμα· τῷ γὰρ ἐπὶ τοῦ κύκλου κατηγορουμένῳ σχήματι προστεθὲν τὸ περιφερόγραμμον καὶ τῷ ἐπὶ τοῦ τριγώνου τὸ εὐθύγραμμον, τὸ μὲν εὐθύγραμμον σχῆμα τὸ δὲ περιφερόγραμμον ἐποίησε, ταῦτα δὲ καὶ ἕτερα ἀλλήλων· εἰ μέντοι δύο τρίγωνα λάβω, τὸ ἰσόπλευρον καὶ τὸ σκαληνόν, τούτων τὸ μὲν σχῆμα κοινῶς κατηγορούμενον ἕν ἐστι καὶ τὸ αὐτὸ ἐπ’ ἀμφοτέρων, διότι οὐ διαφέρουσιν ἀλλήλων ταῦτα τῇ τοῦ κατηγορουμένου διαφορᾷ· διαφοραὶ μὲν γὰρ τοῦ σχήματος ὡς σχήματος τὸ εὐθύγραμμον καὶ τὸ περιφερόγραμμον, οὐ διαφέρουσι δὲ ταύτῃ ἀλλήλων τὸ ἰσόπλευρον καὶ τὸ σκαληνόν· εὐθύγραμμα γὰρ ἄμφω.

正如我们因人而异地将肘尺按指幅大小加以度量,有人分为二十二[指],有人分为二十四[指],另一些人则分为二十八[指],同样,我们也确实将一昼夜切分为更多的部分,例如我们切分为二十四份,并将这些称为小时。即便这些[小时]也有可能被无限分割,然而[它们都是]通过对这些的指引[而被度量的],正如半指幅、三分之一指或十分之一指是通过对指幅的指引来判定的一样。因此,半小时以及其余的部分同样是通过对小时的指引来判定的;然而,在整个运动中,最小且易于认知的是恒星天的旋转,它的度量是一天,其他时间——无论是一周、一月、一年还是时间的其余部分——随后都由它来度量。他说,也正因如此,在古人中有些人认为天的圆周旋转就是时间,因为时间是由它所规定的;因为时间的度量是由它所界定的,而且所有其他运动也是由它所度量的,既然它连度量所有运动的时间也加以度量和规定。因此,他们把规定时间的东西当作了时间。 紧接着,他进而表明,在日常习惯中关于时间所说的事情,也符合他自己所陈述的关于时间的理论。因为人们说人事是一个圆环,这是由于人事具有起点和终点,被时间所度量和规定,例如健康与疾病、幸运与〈不幸〉、财富与贫穷、战争与和平;因为正如按照某种圆环一样,所有这些都反转回到自身并彼此接续。既然这些是由时间来判定的,而时间似乎是某种圆环,因此人们便说人事本身也是一个圆环;而人们说时间自身是一个圆环,乃是因为它是圆周旋转的度量,并且被圆周旋转所度量。因此他说,说人事是一个圆环,无非是说时间是某种圆环;而说时间是某种圆环,无非是说时间是由圆周旋转所度量的。 随后,既然在先前讨论到唯一且同一的时间是相异运动的度量者时,他是从数的情形中——即唯一且同一的数(例如十)也是相异的可数事物(例如十匹马和十个人)的度量者——来证实这一点的,所以现在他希望表明,唯一且同一的数如何能够度量在实体上相异的事物,同时他也交付给我们一条区分的规则,借助它我们便能知道,具有某一共同谓项的事物何时在那个谓项自身上彼此相通且在它之上无别,何时在它们所共同具有的谓项上并不是无别的。并且他说,当具有某一个谓项的事物由于那谓项自身相对于自身所具有的同一种差异而彼此相异时,它们所共同具有的谓项便不是唯一且同一的;而当具有某一共同谓项的事物并不由于谓项的差异而彼此相异时,它们所共同具有的谓项便是唯一且同一的。他说,例如“图形”被陈述于三角形和圆,但既然三角形与圆彼此相异是由于谓项自身所被区分的同一种差异(因为图形的诸差异是直线性的和曲线性的,而三角形与圆正是在这一方面相异),因此它们所共同具有的谓项便不是同一的。因为即便三角形被称为图形,圆也[被称为图形],但在两者的情形中图形却是各不相同的;因为当曲线性的东西附加到陈述于圆的图形上,直线性的东西附加到三角形的[图形]上时,它便使得一者成为直线性图形,另一者成为曲线性图形,而这些也是彼此相异的。然而,如果我取两个三角形,即等边三角形和不等边三角形,那么在它们两者之上共同陈述的图形则是唯一且同一的,因为它们并不由于谓项的差异而彼此相异;因为图形作为图形的诸差异是直线性的和曲线性的,而等边三角形与不等边三角形在这一方面并不彼此相异;因为两者都是直线性的。

语法注2 条
  1. 4.336εἰ δὲ καὶ ταύτας ἔστι διελεῖν ἐπ’ ἄπειρον, ἀλλὰ τῇ πρὸς ταύτας ἀναφορᾷ

    条件从句(εἰ δὲ...)之后的主句发生谓词省略,需从随后的 ὥσπερ 从句中的动词 κρίνεται(“被判定/度量”)来补充理解。小词 ἀλλά 在让步性的条件从句(“即便……”)之后,起着对比性地限制与确认主句(“然而仍然……”)的作用。

  2. 4.336ἣν ἔχει πρὸς ἑαυτὸ καὶ τὸ κατηγορούμενον

    关系代词 ἣν 的先行词是 ταύτῃ τῇ διαφορᾷ。介词短语 πρὸς ἑαυτό(“相对于自身”)指谓项(属)自身内部所包含的属差或内部划分(例如图形内部的直线形与曲线形),καί 则表递进或强调(“即便是谓项自身也……”)。句子的主语是后置的 τὸ κατηγορούμενον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:777.24-779.11