- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:776.5-777.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的关于时间度量何种运动、对于同时发生的多数运动时间是否为一、以及以何种同类度量来计数时间自身的诸难题,斐洛庞奴斯解释道:时间普遍地度量一切作为延展的运动,对于同时发生的运动时间是唯一的,而恒星天旋转所规定的一昼夜则是计数所有时间的基本同类度量。
" Ἀπορήσειε δ’ ἄν τις καὶ ποίας κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος." Ἑτέρας ταῖς προτέραις ἐπισυνάπτει περὶ τοῦ χρόνου ἀπορίας, καὶ πρῶτον μὲν ὅτι εἰ κινήσεώς ἐστιν ἀριθμὸς ὁ χρόνος,1 κινήσεως δὲ πολλὰ εἴδη, αὔξησις μείωσις ἀλλοίωσις γένεσις καὶ φθορά, ποίας ἐστὶ κινήσεως ἀριθμὸς ὁ χρόνος; καί φησιν ὅτι πάσης ἐστὶ κινήσεως ἀριθμός, ᾗ κινήσεις εἰσίν. οὐ γὰρ ᾗ αὔξησις ἡ αὔξησις μετρητικός ἐστιν αὐτῆς ὁ χρόνος, οὐδὲ ᾗ ἀλλοίωσις ἡ ἀλλοίωσις, ἀλλ’ ᾗ κίνησίς ἐστιν ἑκάστη τούτων, ταύτῃ μετρεῖται ὑπὸ τοῦ χρόνου. ὥστε πάσης ἐστὶ κινήσεως μετρητικός· ὡς γὰρ διάστασιν ἁπλῶς ἑκάστην αὐτῶν μετρεῖ· ὥστε κατὰ τὸ κοινὸν τὸ ἐν αὐταῖς μετροῦνται ὑπὸ τοῦ χρόνου, οὐ κατὰ τὸ ἰδίᾳ ὑπάρχον. ταύτῃ ἐφεξῆς ἐπισυνάπτει ἑτέραν ἀπορίαν τοιαύτην· ἐπειδὴ ἔστιν ἅμα δύο κινήσεις κινεῖσθαι (ἐν ταὐτῷ γὰρ ἐν ᾧ τόδε τι κατὰ τόπον κινεῖται,2 ἐνδέχεται ἄλλο τι ἀλλοιοῦσθαι, ἢ καὶ τὸ μὲν κύκλῳ κινεῖσθαι τὸ δὲ κατ’ εὐθεῖαν), πότερον οὖν δύο οἱ χρόνοι ἑκάστης κινήσεως ὑπό τινος ἰδίου μετρουμένης χρόνου, ἢ εἷς καὶ ὁ αὐτὸς χρόνος τῶν πλειόνων κινήσεων μετρητικός; φησὶν οὖν ὅτι εἷς καὶ ὁ αὐτὸς χρόνος τῶν ἅμα γινομένων κινήσεων μετρητικός. καὶ οὐδέν γε ἄτοπον· ὥσπερ γὰρ ὁ ἐν τῇ ψυχῇ ἀριθμὸς εἷς ὢν καὶ ὁ αὐτός, οἷον ἡ δεκάς, μετρεῖ τὰς ἔξω δεκάδας, οἷον ἵππων καὶ ἀνθρώπων καὶ λίθων καὶ τῶν ἄλλων, καὶ ὥσπερ ὁ ξέστης εἷς ὢν καὶ ὁ αὐτὸς μετρεῖ καὶ τὸν οἶνον καὶ τὸ ὕδωρ καὶ πάντα τὰ ὑγρά, διότι οὐχ ᾗ τοιοῦτον ἕκαστον αὐτῶν ἐστι ταύτῃ μετρεῖται, ἀλλ’ ᾗ ποσόν τί ἐστιν, οὕτω καὶ ὁ χρόνος εἷς ὢν καὶ ὁ αὐτὸς πλειόνων κινήσεων ἴσων τε καὶ ἅμα οὐσῶν μετρητικός ἐστι. κἂν τε γὰρ μὴ ἴσαι ὦσιν αἱ κινήσεις, ἀλλ’ ἡ μὲν μείζων ἡ δὲ ἐλάττων, καθὸ μείζων ἐστὶν ὁ ἕτερος τῶν χρόνων, ταύτῃ οὐχ ὁ αὐτός ἐστι τῷ ἐλάττονι, κἂν ἴσοι δὲ ὦσι μὴ ἅμα δέ, οὐδ’ οὕτως οἱ αὐτοί εἰσι κατ’ ἀριθμόν, εἴδει μέντοι οἱ αὐτοί εἰσι τῶν χρόνων καὶ οἱ μὴ ἅμα ὄντες, οἷον ἡ νῦν ἡμέρα τῇ αὔριον εἴδει ἡ αὐτή. Μετὰ ταῦτα ζητεῖ ὅτι εἰ μέτρον ἐστὶ τῆς κύκλῳ κινήσεως ὁ χρόνος,3 ἕκαστον δὲ τῶν μετρουμένων συγγενεῖ τινι μέτρῳ μετρεῖται (οἱ γὰρ δέκα ἵπποι τῷ ἑνὶ ἵππῳ μετροῦνται, καὶ οἱ δέκα ἄνθρωποι ἑνὶ ἀνθρώπῳ, ὁμοίως καὶ τὸ δεκάπηχυ ξύλον τῷ πηχυαίῳ αὑτοῦ μορίῳ μετρεῖται), ἀνάγκη καὶ τὸν χρόνον ἀριθμητὸν ὄντα χρόνῳ τινὶ ἀριθμεῖσθαι. τίς οὖν οὗτος ὁ χρόνος ᾧ ὁ πᾶς χρόνος ἀριθμεῖται; τῆς οὖν λύσεως τούτου προλαμβάνει πρῶτον μὲν ἐκεῖνο, ὅπερ ἤδη ἐν τοῖς ἔμπροσθεν εἶπεν, ὅτι οὐ μόνον ὁ χρόνος τὴν κίνησιν μετρεῖ, ἀλλὰ καὶ ἡ κίνησις τὸν χρόνον μετρεῖ, καὶ ὅτι τῶν κινήσεων αἱ μέν εἰσιν ἀνώμαλοι (οἷαί εἰσιν αἱ τῶν ἐν γενέσει καὶ φθορᾷ), αἱ δὲ ὁμαλαί (οἷαί εἰσιν αἱ τῶν σφαιρῶν), καὶ τούτων αἱ μὲν ταχυκίνητοι αἱ δὲ βραδυκίνητοι· ἡ μὲν γάρ τις αὐτῶν περιάγεται ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ διὰ τριάκοντα ἐτῶν, ἡ δὲ διὰ δώδεκα, ἡ δὲ δι’ ἐνιαυτοῦ, καὶ ἄλλη ἄλλως, ἡ δέ τίς ἐστι πασῶν τῶν ἄλλων θάττων τε καὶ γνωριμωτέρα, ἥτις ἐστὶν ἡ τῆς ἀπλανοῦς, δι’ εἴκοσι καὶ τεσσάρων ὡρῶν (λέγω δὴ τοῦ ἡμερονυκτίου) περιαγομένη εἰς τὸ αὐτό. ἐπεὶ οὖν τὸ μέτρον καὶ ἐλάχιστόν ἐστι καὶ γνώριμον, εἰκότως καὶ ὁ ὑπὸ ταύτης τῆς κινήσεως ὁριζόμενος χρόνος, λέγω δὴ ἡ μία ἡμέρα (τοῦτο δέ ἐστι τὸ ἡμερονύκτιον), τοῦτό ἐστι τὸ συγγενὲς τοῦ χρόνου μέτρον, ᾧ ὁ πᾶς χρόνος ἀριθμεῖται· μῆνα γάρ φαμεν τὰς λʹ τῆς ἀπλανοῦς περιφοράς, ἐνιαυτὸν δὲ τὰς τξέ, καὶ ἁπλῶς πᾶς ὁ χρόνος τῷ πολλαπλασιασμῷ τῆς ἡμέρας ἴσχει τὴν γένεσιν. ὥστε πρώτως μὲν ὁρίζει ἡ κίνησις τὸ ἐλάχιστον τοῦ χρόνου μέτρον, εἶτα τούτῳ ὁ πᾶς ἀριθμεῖται χρόνος.
“人们也可以提出难题,时间究竟是何种运动的数。” 他在先前的难题之外,又连带提出了关于时间的另一些难题:首先,如果时间是运动的数,而运动有许多种类——增加、减少、质变、生成与毁灭——那么时间是何种运动的数呢?他说,它是所有运动在作为运动意义上的数。因为时间并非在增加作为增加的意义上是它的度量者,也并非在质变作为质变的意义上是它的度量者,而是在这些运动中的每一者作为运动的意义上,按此方面被时间所度量。因此它是所有运动的度量者;因为它是单纯将它们每一者作为延展来度量的。因此,它们是按照它们内部共同的东西被时间度量,而不是按照各自特有的东西被度量。紧接着这,他又连带提出了另一个这样的难题:既然两重运动有可能同时被运动(因为就在某一事物按处所运动的同一时间内,完全有可能另一事物发生质变,或者一者作圆周运动而另一者作直线运动),那么是否每一运动由某种特有的时间所度量因而存在两个时间,还是说唯一且同一的时间是这多数运动的度量者?于是他说,唯一且同一的时间是同时发生的诸运动的度量者。这完全没有任何荒谬之处:因为正如灵魂之中的数是唯一且同一的——例如十——却度量外在的诸个十,例如十匹马、十个人、十块石头以及其他事物;又正如克塞斯忒斯量器是唯一且同一的,却既度量酒又度量水以及所有液体,因为它们每一者并非在其作为如此性质的事物的意义上被度量,而是在其作为某种数量的意义上被度量;同样,时间作为唯一且同一者,也是既相等又同时并存的多数运动的度量者。因为即便诸运动并不相等,而是一者较大另一者较小,那么在其中一个时间较大的限度内,它在这一方面便与较小的时间不同;即便它们相等但并非同时,它们在数上也同样不是同一的,然而即便不是同时的诸时间在种上也是同一的,例如今天这一天与明天在种上是同一的。在这些之后,他探讨了如下问题:如果时间是圆周运动的度量,而被度量者的每一者都是由某种同类的度量所度量(因为十匹马是由一匹马所度量,十个人是由一个人所度量,同样十肘长的木材是由它自身一肘长的部分所度量),那么时间作为可数者,也必然被某种时间所计数。那么,整个时间藉以被计数的这时间究竟是什么呢?于是为了解决这一难题,他首先预先设定了他在先前已经讲过的那一点:即不仅时间度量运动,而且运动也度量时间;并且在运动中,有些是不均匀的(例如生成与毁灭之中的事物的运动),有些则是均匀的(例如诸天球的运动);而在这些均匀运动中,有些运动得快,有些运动得慢。因为它们之中的某一个历经三十年从同一处旋转回到同一处,另一个历经十二年,另一个历经一年,其余的则各不相同;但在所有其他运动中存在一个既更快又更易被认知的运动,这就是恒星天的运动,它历经二十四小时(我指的便是一昼夜)旋转回到同一处。既然度量既是最小的又是易于认知的,那么理所当然地,由这种运动所规定的时间——我指的便是一天(这正是一昼夜)——就是时间的这种同类度量,整个时间都藉由它来计数。因为我们称恒星天的三十次旋转为一个月,三百六十五次旋转为一年,总括而言,所有时间都是通过一天的倍增而获得其生成的。因此,运动首先规定了时间的最小度量,随后整个时间都藉此而被计数。
- 4.336Ἑτέρας ταῖς προτέραις ἐπισυνάπτει περὶ τοῦ χρόνου ἀπορίας, καὶ πρῶτον μὲν ὅτι εἰ κινήσεώς ἐστιν ἀριθμὸς ὁ χρόνος
主要动词 ἐπισυνάπτει 之后的连词 ὅτι 引导一个名词性从句,展开宾语 ἀπορίας 的具体内容。条件从句 εἰ κινήσεώς ἐστιν ἀριθμὸς... 嵌入其中,并最终引向间接疑问句 ποίας ἐστὶ κινήσεως ἀριθμὸς ὁ χρόνος。
- 4.336ἐν ταὐτῷ γὰρ ἐν ᾧ τόδε τι κατὰ τόπον κινεῖται
介词短语 ἐν ταὐτῷ 与关系短语 ἐν ᾧ 相呼应。在两处表达中,名词 χρόνῳ 均由上下文承前省略(“就在某一事物按处所运动的同一[时间]内”)。
- 4.336Μετὰ ταῦτα ζητεῖ ὅτι εἰ μέτρον ἐστὶ τῆς κύκλῳ κινήσεως ὁ χρόνος
从属于动词 ζητεῖ 的连词 ὅτι 引导一个宾语从句,表明探究的前提结构。从句内部由条件分句 εἰ μέτρον ἐστὶ... 及并列成分 ἕκαστον δὲ... 共同引出归结分句 ἀνάγκη καὶ τὸν χρόνον...,构成一个复合的长句结构。
