← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§774.6-776.4

处所与可运动性之关系以及时间对灵魂的依赖

斐洛庞努斯举出天球和大地的反例,驳斥了注疏家们关于在处所中与可运动性(作为整体或按部分)之间对应的过度推论,随后探讨了时间依赖于灵魂这一难题,以及没有灵魂时其基底(运动)是否仍能存留。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.332

" Ταῦτα δὲ κινητὰ πάντα· ἐν τόπῳ γὰρ πάντα." Ὅτι κινητά ἐστι πάντα ταῦτα, οὐρανός φημι γῆ θάλαττα καὶ τὰ λοιπά, δῆλον, φησίν, ὅτι καὶ ἐν τόπῳ εἰσίν, ὡς δὴ πάντως τῶν ἐν τόπῳ ὄντων,1 εὐθὺς καὶ κινητῶν ὄντων. ἀμέλει, φησί, καὶ ὡς ἂν ἔχῃ ἕκαστον τούτων τὸ ἐν τόπῳ εἶναι, οὕτως ἔχει καὶ τὸ κινητὸν εἶναι· τὸ μὲν γὰρ δυνάμει ἐν τόπῳ, δυνάμει ἐστὶ καὶ κινητόν, καὶ τὸ ἐνεργείᾳ ἐν τόπῳ, ἐνεργείᾳ ἐστὶ κινητόν. ὁμοίως τὸ καθ’ ὅλον αὑτὸ ἐν τόπῳ, καθ’ ὅλον ἐστὶ καὶ κινητόν, καὶ τὸ κατὰ μέρη ἐν τόπῳ, κατὰ μέρη ἐστὶ καὶ κινητόν. τοῦτο δὲ παντελῶς ἐστι ψεῦδος καὶ ἐξ αὐτῶν τῶν δοκούντων τῷ Ἀριστοτέλει. αἱ γοῦν σφαῖραι, αἱ ἐντὸς τῆς ἀπλανοῦς, καθ’ ὅλας ἑαυτὰς οὖσαι ἐν τόπῳ ὅμως οὐ κινοῦνται καθ’ ὅλας ἑαυτάς, καὶ ἡ γῆ καθ’ ὅλην ἑαυτὴν οὖσα ἐν τόπῳ ὅμως οὐ κινεῖται καθ’ ὅλην ἑαυτήν· κατὰ μόρια γὰρ ἀλλοιοῦται, εἰ καὶ συμβαίνει ποτὲ πᾶσαν ἀλλοιωθῆναι. ὥσπερ γὰρ καίτοι πάντων τῶν μορίων αὐτῆς γινομένων καὶ φθειρομένων, οὐ λέγεται αὐτὴ καθ’ ὅλην αὑτὴν φθείρεσθαι, ἀλλὰ κατὰ μόρια, οὕτω καὶ πάντων ἀλλοιουμένων οὐκ ἂν λεχθείη καθ’ ὅλην ἀλλοιοῦσθαι, ἀλλὰ κατὰ μόρια. ὁ μὲν οὖν Ἀριστοτέλης εἰπὼν ὅτι ὁ τόπος καὶ ἡ κίνησις ἅμα κατά τε δύναμιν καὶ ἐνέργειαν,2 τουτέστιν εἰ δυνάμει ὁ τόπος, καὶ ἡ κίνησις δυνάμει, καὶ εἰ ἐνεργείᾳ, καὶ ἡ κίνησις ἐνεργείᾳ, οὐκέτι προσέθηκε ‘καὶ εἰ καθ’ ὅλον ὁ τόπος ἢ κατὰ μέρος, οὕτω καὶ ἡ κίνησις’, ἀλλ’ οἱ ἐξηγούμενοι αὐτόν φασιν, ἐπεὶ καὶ τὸ ἐν τόπῳ εἶναι ἢ καθ’ ὅλον ἐστὶν ἢ κατὰ μέρος· ὥστε εἰ ὡς ἂν ἔχῃ τὸ ἐν τόπῳ εἶναι, οὕτως ἔχει καὶ τὸ κινητὰ εἶναι, ἔστι δὲ ἐν τόπῳ ἢ καθ’ ὅλα ἢ κατὰ μόρια, ἔχοι ἂν οὕτω καὶ τὸ κινητὰ εἶναι. τοῦτο μὲν οὖν ἐν τούτοις, τὸ δὲ ὅλως τὸ ἐν τόπῳ εὐθὺς καὶ κινητὸν εἶναι λέγειν οὐχ οὕτως ἀκουστέον ὡς τοῦ τόπου πάντως κινήσεως αἰτίου γινομένου, ἀλλ’ ὡς ἑπομένου πάντως τῷ ὄντι ἐν τόπῳ καὶ τοῦ κινητοῦ. ἐφεξῆς δὲ τὴν δευτέραν τίθησιν ἀπορίαν καὶ ἐπιλύεται.

“而这一切都是可运动的;因为一切都在处所中。” 这一切事物——我指的是天、地、海及其他事物——都是可运动的,他说,这由它们也在处所中这一点显明,因为凡在处所中的事物,必然立即也就是可运动的。当然,他说,这些事物中的每一者以何种方式具有在处所中存在,它便同样具有可运动的存在:因为潜在地在处所中的事物,也是潜在地可运动的;现实地在处所中的事物,也是现实地可运动的。同样,作为整体而在处所中的事物,也是作为整体而可运动的;按部分而在处所中的事物,也是按部分而可运动的。但这完全是错误的,即便从亚里士多德本人的观点来看也是如此。至少,在恒星天层之内的诸天球,虽作为整体而在处所中,却并非作为整体而运动;地虽作为整体而在处所中,也并非作为整体而运动;因为它是按部分发生质变,即便有时碰巧其全体都发生质变。因为正如尽管它的所有部分生灭,它自身并不被称为作为整体而消灭,而是被称为按部分消灭一样,在所有部分都发生质变时,也不会被称为作为整体而发生质变,而是被称为按部分发生质变。亚里士多德既已说过,处所与运动在潜能和现实两方面都是同时并存的——即,如果处所是潜在的,运动也是潜在的;如果处所是现实的,运动也是现实的——他就没有再补充“如果处所是作为整体或按部分的,运动便也同样如此”;而是他的注疏家们这样说,既然在处所中存在要么是作为整体,要么是按部分的;因此,如果它们以何种方式具有在处所中存在,便同样具有可运动的存在,且它们要么作为整体要么按部分而在处所中,那么它们也当以这种方式具有可运动的存在。关于这些便谈到这里;但若总体上说在处所中的事物立即就是可运动的,则绝不可理解为处所必然是运动的原因,而应当理解为可运动性必然伴随着在处所中的事物。接下来,他提出第二个难题并予以解决。

§4.333

"Ἀριθμὸς γὰρ ἢ τὸ ἠριθμημένον ἢ τὸ ἀριθμητόν." Ὁ ἀριθμός, φησίν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἀριθμητὸν δυνάμει ἢ ἐνεργείᾳ. καὶ γὰρ εἴρηται ὅτι ὁ ἀριθμὸς διττός, ὁ μὲν ὡς ἀριθμῶν ὁ δὲ ὡς ἀριθμούμενος, καὶ ἑκάτερος δηλονότι ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνταῦθα οὖν περὶ τοῦ ἀριθμουμένου ἀριθμοῦ φησιν ὅτι ἢ δυνάμει ἐστὶν ἢ ἐνεργείᾳ. ὥστε τοῦ ἀριθμητοῦ ἀναιρεθέντος ἀνῄρηται καὶ ὁ ἀριθμός, ἀναιρεῖται δὲ τὸ ἀριθμητὸν τοῦ ἀριθμοῦντος ἀνῃρημένου, τοῦτο δέ ἐστι τῆς ψυχῆς.

“因为数要么是已被数者,要么是可数者。” 他说,数无非就是潜在的或现实的可数者。因为确实曾说过,数有两种,一种是作为数者,另一种是作为被数者,且每一者显然要么是潜在的要么是现实的;因此在这里,关于被数的数,他说它要么是潜在的要么是现实的。所以,一旦可数者被取消,数也就被取消了;而一旦数者——即灵魂——被取消,可数者便被取消。

§4.334

"Ἀλλ’ ἢ τοῦτο ὅ ποτε ὄν ἐστι χρόνος,3 οἷον εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς." Ψυχῆς, φησίν, ἀναιρεθείσης συναναιρεῖται ὁ χρόνος· οὐ γὰρ οἷόν τε χρόνον εἶναι ἄνευ ψυχῆς, εἰ μὴ ἄρα τὸ τῷ χρόνῳ ὑποκείμενον, τοῦτο δέ ἐστιν ἡ κίνησις. εἰπὼν δὲ τὸ εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς, ἐνδείκνυται ὅτι καὶ ἡ κίνησις ἀναιρεῖται τῆς ψυχῆς ἀνῃρημένης.

“除非是作为时间之实体的这本身,例如,如果运动有可能在没有灵魂的情况下存在的话。” 他说,灵魂一旦被取消,时间便一同被取消;因为没有灵魂,时间是不可能存在的,除非或许是作为时间之基底者,而这便是运动。而通过说“如果运动有可能在没有灵魂的情况下存在的话”,他表明,灵魂被取消时运动也会被取消。

§4.335

"Τὸ δὲ πρότερον καὶ ὕστερον ἐν κινήσει ἐστί, χρόνος δὲ ταῦτά ἐστιν ᾗ ἀριθμητά ἐστιν.4" Ἐπειδὴ εἶπεν ὅτι “ἀδύνατον χρόνον εἶναι ψυχῆς μὴ οὔσης, ἀλλ’ ἢ τοῦτο ὅ ποτε ὄν ἐστιν ὁ χρόνος”, τουτέστι τὸ ὑποκείμενον τῷ χρόνῳ (τοῦτο γὰρ αὐτὸ σημαίνει τὸ “ὅ ποτε ὄν”), ὑπόκειται δὲ τῷ χρόνῳ ἡ κίνησις, τοῦτο αὐτὸ πάλιν καὶ ἐνταῦθα ἠβουλήθη κατασκευάσαι, ὅτι ὑποκείμενόν ἐστι τῷ χρόνῳ ἡ κίνησις. τὸ γὰρ πρότερον, φησί, καὶ ὕστερον ἐν κινήσει ἐστίν, ὁ δὲ χρόνος οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πρότερον καὶ ὕστερον τὸ ἐν τῇ κινήσει ᾗ ἀριθμητά ἐστιν, ὥστε εἰ ὁ χρόνος τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστι τὸ ἐν τῇ κινήσει, τοῦ προτέρου καὶ ὑστέρου ἐν κινήσει ὄντος ὡς ἐν ὑποκειμένῳ καὶ ὁ χρόνος οὕτως ἂν εἴη ἐν τῇ κινήσει.

“较先与较后在运动中,而时间乃是作为可数者的这些。” 由于他说过,“没有灵魂就不可能有时间存在,除非是作为时间之实体的这本身”——即时间的基底(因为“作为……的实体”正是指这本身)——而作为时间之基底的是运动,所以他在此处又再次意图确立这本身,即运动是时间的基底。因为他说,较先与较后在运动中,而时间无非就是运动中作为可数者的较先与较后;因此,如果时间是运动中的较先与较后,那么由于较先与较后在运动中如同在基底中一样,时间便也当以这种方式在运动中。

语法注4 条
  1. 4.332ὡς δὴ πάντως τῶν ἐν τόπῳ ὄντων, εὐθὺς καὶ κινητῶν ὄντων

    ὡς 引导属格独立结构(τῶν ἐν τόπῳ ὄντων [ὄντων] / εὐθὺς καὶ κινητῶν ὄντων),表示设定的理由或前提(“假定/认为……”)。εὐθὺς καί 是表示紧密伴随或直接推论的习用表达(“立即也就是……”)。

  2. 4.332ὁ τόπος καὶ ἡ κίνησις ἅμα κατά τε δύναμιν καὶ ἐνέργειαν

    在内容从句中省略了系词或谓词动词(εἰσίν 或 συνυπάρχουσιν)的简略结构。其具体含义紧接着由 τουτέστιν 引导的解释性条件句(“如果处所是潜在的,运动也是潜在的……”)加以说明。

  3. 4.334Ἀλλ’ ἢ τοῦτο ὅ ποτε ὄν ἐστι χρόνος

    ἀλλ' ἤ 承接前文否定的语境(没有灵魂时间不可能存在),意为“除……之外”。短语 τὸ ὅ ποτε ὄν ἐστι 是亚里士多德特有的哲学用语,指“作为基底/实体而存在的东西”(τὸ ὑποκείμενον)。

  4. 4.335ᾗ ἀριθμητά ἐστιν

    关系副词 ᾗ 表示限定或视角(“就……而言/在……限度内”)。根据古典句法规则,中性复数(ἀριθμητά)与单数动词 ἐστιν 连用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:774.6-776.4