- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:772.15-774.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《物理学》第四卷第14章(223a4–223a18),梳理了依据与“现在”的距离证明“较先”与“较后”乃至一切运动都在时间之中的三段论,并引入关于时间与灵魂的关系以及时间为何在一切事物之中的两个难题,并对后一难题予以解答。
" Ἀλλὰ μὴν τό γε πρότερον ἐν χρόνῳ ἐστίν." Ἡ μείζων πρότασις τοῦ ὅλου συλλογισμοῦ, δι’ οὗ κατασκευάζεται ὅτι πᾶσα κίνησις ἐν χρόνῳ. ὅτι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ, ἐφεξῆς κατασκευάζει.
“然而较先者确实在时间中。” 这是整个三段论的大前提,通过它确立了一切运动都在时间中。而较先者与较后者在时间中,他接下来予以确立。
"Πρότερον γὰρ καὶ ὕστερον λέγομεν κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν." Ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ, διὰ τούτων κατασκευάζει.
“因为我们依据对‘现在’的距离而说较先与较后。” 较先者与较后者在时间中,他通过这些话予以确立。
"Τὸ δὲ νῦν ὅρος τοῦ παρήκοντος καὶ τοῦ μέλλοντος." Εἰ ὅρος ἐστὶ τῶν τοῦ χρόνου μερῶν τὸ νῦν, ἐν χρόνῳ ἄρα τὸ νῦν.
“而‘现在’是已过者与未来者的界限。” 如果“现在”是时间各部分的界限,那么“现在”就在时间中。
"Ἐν ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις." Πῶς τοῦ νῦν ἐν χρόνῳ ὄντος καὶ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ ἐστί, διὰ τούτων κατασκευάζει· ἐπειδή, φησίν, ἐν ᾧ ἐστι τὸ νῦν, καὶ ἡ διάστασις ἡ ἀπὸ τοῦ νῦν ἂν εἴη· τὸ γὰρ διεστηκὸς τοῦ νῦν, χρόνῳ αὐτοῦ διέστηκεν·1 ὥστε εἰ τὸ μὲν πρότερον καὶ ὕστερον κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν κρίνεται, ἡ δὲ τοῦ νῦν ἀπόστασις ἐν χρόνῳ, διότι καὶ τὸ νῦν, καὶ τὸ πρότερον ἄρα καὶ τὸ ὕστερον ἐν χρόνῳ ἂν εἴη.
“因为在‘现在’所在者之中,来自‘现在’的距离也在其中。” “现在”既在时间中,较先者与较后者如何也在时间中,他通过这些话予以确立:他说,既然在“现在”所在者之中,从“现在”而来的间距也当在其中;因为与“现在”相隔者,乃是以时间与之相隔;因此,如果较先与较后乃依据对“现在”的距离而被判定,且来自“现在”的距离在时间中,乃是因为“现在”也在其中,那么较先者与较后者便也当在时间中。
"Ἐναντίως δὲ λέγεται τὸ πρότερον κατά τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα χρόνον." Ἐπειδὴ εἶπεν ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν κρίνεται, ἀόριστον δὲ τοῦτο ἦν (οὐδὲ γὰρ ἁπλῶς τὸ ἀφεστηκὸς τοῦ νῦν ἔστιν εἰπεῖν ἢ ἐγγυτέρω ἢ πορρωτέρω·2 ἄλλως γὰρ τοῦτό ἐστιν ἐπί τε τοῦ παρελθόντος καὶ τοῦ μέλλοντος χρόνου), διὰ τοῦτο αὐτὸ τοῦτο διορίζεται.
“但较先者在过去的时间与未来的时间中以相反的方式被言说。” 由于他说较先者与较后者乃依据对“现在”的距离而被判定,而这是未加限定的(因为不能无条件地说与“现在”相隔者是“较近”或“较远”,因为这在过去时间与未来时间的情形下是不同的),为此缘故,他限定了这本身。
"Ὥστε ἐπεὶ τὸ μὲν πρότερον ἐν χρόνῳ, πάσῃ δὲ ἀκολουθεῖ κινήσει τὸ πρότερον." Συνάγει νῦν τὰς κυριωτάτας τοῦ συλλογισμοῦ προτάσεις ἐν συντόμῳ· ἐν πάσῃ κινήσει, φησί, τὸ πρότερόν ἐστι καὶ τὸ ὕστερον, τὸ πρότερον καὶ τὸ ὕστερον ἐν χρόνῳ ἐστί, πᾶσα ἄρα κίνησις ἐν χρόνῳ ἐστίν.
“因此,既然较先者在时间中,而较先者伴随一切运动。” 他现在简短地归纳出三段论的最主要前提:他说,在一切运动中都有较先者与较后者,较先者与较后者在时间中,因此一切运动都在时间中。
"Ἄξιον δὲ ἐπισκέψεως καὶ πῶς ποτε ἔχει ὁ χρόνος πρὸς τὴν ψυχήν." Ἐντεῦθεν τὰς εἰρημένας ἀπορίας ἐκτίθεται.
“同样值得考察的是,时间究竟与灵魂有怎样的关系。” 从这里开始,他陈述前面提到的诸难题。
"Καὶ διὰ τί ἐν παντὶ δοκεῖ εἶναι χρόνος." Ἡ δευτέρα ἀπορία αὕτη.
“以及为何时间似乎在一切之中。” 这是第二个难题。
"Ἢ ὅτι κινήσεώς τι πάθος ἢ ἕξις ἐστίν." Ἡ λύσις τῆς δευτέρας ἀπορίας. εἰ γὰρ τῆς κινήσεως, φησίν, ἕξις τις ἢ πάθος ἐστὶν ὁ χρόνος ἀριθμός γε ὢν αὐτῆς,3 πάντα δὲ ταῦτα κινητά ἐστι, λέγω δὴ οὐρανὸς γῆ θάλαττα καὶ τὰ λοιπά, εἰκότως καὶ ὁ χρόνος ἐν πᾶσίν ἐστι τούτοις.
“抑或因为它是运动的某种受动或状态?” 这是第二个难题的解决。他说,因为如果时间是运动的某种状态或受动(由于它终究是运动的数),而这一切事物都是可运动的——我指的是天、地、海及其他事物——那么很自然,时间也在这一切事物之中。
- 4.326χρόνῳ αὐτοῦ διέστηκεν
χρόνῳ 是修饰动词 διέστηκεν 的表差异度量或手段的与格(“以时间……相隔”),αὐτοῦ 则是指代前文 τοῦ νῦν 的表分离的属格。
- 4.327οὐδὲ γὰρ ἁπλῶς τὸ ἀφεστηκὸς τοῦ νῦν ἔστιν εἰπεῖν ἢ ἐγγυτέρω ἢ πορρωτέρω
ἔστιν 与不定词 εἰπεῖν 构成非人称结构(“不可能说……”)。在不定词从句内部,名词化分词短语 τὸ ἀφεστηκὸς τοῦ νῦν 作宾语,比较级副词(或中性比较级形容词)ἐγγυτέρω ἢ πορρωτέρω 作其谓语性补足语。
- 4.331ἀριθμός γε ὢν αὐτῆς
分词 ὢν 作主语 ὁ χρόνος 的状语分词(表原因,“既然是……”)。语气词 γε 强调了这一理由(“终究/至少”),属格 αὐτῆς 指代前文的 τῆς κινήσεως。
