← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§771.4-772.14

快慢的定义与运动皆在时间之中的论证

斐洛波诺斯解释了亚里士多德关于一切变化中皆有较快与较慢的论断(222b31)以及“较快”的定义(222b33),阐明了相同间隔与均匀运动等必要条件,进而梳理了亚里士多德据此前提推导“一切运动皆在时间中”的三段论结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.321

" Τὸ γὰρ θᾶττον καὶ τὸ βραδύτερον κατὰ πᾶσάν ἐστι μεταβολήν." Εἶπον δὲ πῶς λέγει κατὰ πᾶσαν μεταβολὴν τὸ θᾶττον καὶ τὸ βραδύτερον, ὅτι οὐ καθ’ ἑκάστην καὶ μίαν τῷ ἀριθμῷ, ἀλλὰ κατὰ πᾶσαν τῷ γένει μεταβολήν, οἷον ἐν τῇ κατὰ τόπον, καὶ ταύτης ἐν τῇ κυκλοφορίᾳ, ἐπὶ μέντοι τῶν γενητῶν καὶ φθαρτῶν τὸ θᾶττον καὶ τὸ βραδύτερον καὶ ἐν ταῖς καθ’ ἕκαστα ἰδεῖν ἔστιν.

“因为较快与较慢存在于每一种变化中。” 关于他如何说较快与较慢存在于每一种变化中,我已说过:即并非在数目上为一的每一个别变化中,而是在属上的一切变化中,例如在位置变化中,且在此[位置变化]中是在圆周运动中;不过在生成与毁灭的事物上,较快与较慢在个别变化中亦能被看到。

§4.322

"Λέγω δὲ θᾶττον κινεῖσθαι τὸ πρότερον μεταβάλλον εἰς τὸ ὑποκείμενον κατὰ 〈τὸ〉 αὐτὸ διάστημα καὶ ὁμαλὴν κίνησιν κινούμενον." Ὑποκείμενόν φησι τὸ τέλος ἐφ’ ὃ ἐπείγεται ἡ κίνησις. τὸ οὖν πρότερον εἰς τὸ τέλος ἀφικνούμενον καὶ ὁμαλὴν κίνησιν κινούμενον, τοῦτ’ ἔστι τὸ θᾶττον κινούμενον τοῦ αὐτοῦ διαστήματος ὄντος. καλῶς δὲ προσέθηκε τὸ ὁμαλὴν κίνησιν κινούμενον· εἰ γὰρ ἀνωμάλως κινεῖται νῦν μὲν ὀξύτερον κινούμενον νῦν δὲ βραδύτερον, οὐδ’ ἂν διακριθῆναι δύναιτ’ ἄν.1 οἷον ἐπὶ τῆς φορᾶς, εἰ ἄμφω κατὰ τὴν περιφέρειαν κινεῖται, ἢ ἄμφω κατὰ τὴν εὐθεῖαν· δεῖ γὰρ τὸ αὐτὸ εἶναι διάστημα μὴ μόνον κατὰ τὸ ποσόν, ἀλλὰ καὶ κατὰ τὸ ποιόν. εἰ γὰρ τὸ μὲν κινεῖται ἐπὶ εὐθείας τὸ δὲ ἐπὶ περιφερείας ἴσων τῷ μεγέθει, δύναται τὸ ἐπὶ τῆς περιφερείας κινούμενον ὀξυκινητότερον ὑπάρχον ὕστερον ἀφικνεῖσθαι εἰς τὸ τέλος· ἐμποδίζεται γὰρ τὸ κινούμενον διὰ τὴν κάμψιν ἐπὶ τῆς περιφερείας. καὶ σαφὲς τοῦτο καὶ ἐκ τῶν ἀγωνιζομένων ἵππων· ὁρῶνται γὰρ ἐν τῇ κάμψει βραδύτερον κινούμενοι. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, οἷον ἐπὶ τῆς ἕλικος· οὐ γὰρ ὡσαύτως τῷ τάχει ἐπὶ ἕλικος κινεῖταί τι καὶ ἐπὶ εὐθείας. Φανερὸν ὅτι πᾶσα μεταβολὴ καὶ ἅπαν τὸ κινούμενον ἀνάγκη κινεῖσθαι ἐν χρόνῳ.2 τὸ συμπέρασμα θεὶς ὅπερ βούλεται κατασκευάσαι, τὰς προτάσεις δι’ ὧν τοῦτο συνάγεται οὐ πρότερον τίθησιν, ἀλλ’ ἑκάστην πρότερον κατασκευάζει, εἶτα κατασκευάσας αὐτάς, οὕτω συνάγει τὸν ὅλον συλλογισμόν. πρότερον δὲ τὴν ἐλάττονα κατασκευάζει πρότασιν, αὕτη δέ ἐστιν ἡ λέγουσα ‘ἐν πάσῃ κινήσει τὸ πρότερόν ἐστι καὶ τὸ ὕστερον’. κατασκευάζει δὲ τοιούτῳ συλλογισμῷ· ἐν πάσῃ κινήσει τὸ θᾶττόν ἐστι καὶ τὸ βραδύτερον, τὸ θᾶττον καὶ τὸ βραδύτερον πρότερόν ἐστι καὶ ὕστερον, ἐν πάσῃ ἄρα κινήσει τὸ πρότερόν ἐστι καὶ τὸ ὕστερον. τὸ θᾶττον καὶ τὸ βραδύτερον κατὰ πᾶσάν ἐστι μεταβολήν. αὕτη ἡ ἐλάττων πρότασις. λέγω δὲ θᾶττον κινεῖσθαι τὸ πρότερον μεταβάλλον εἰς τὸ ὑποκείμενον. αὕτη ἡ μείζων. εἰ δὲ τὸ θᾶττόν ἐστι τὸ πρότερον μεταβάλλον, βραδύτερόν ἐστι δηλονότι τὸ ὕστερον μεταβάλλον.

“而我说,在相同间隔上并且作均匀运动而动、先变化到基体之中的东西,是被运动得较快的。” 他说“基体”是指运动急赴的目的。因此,在间隔相同的情况下,先到达目的并且作均匀运动而动的东西,这就是被运动得较快的东西。而他合理地添加了“作均匀运动而动”;因为如果它不均匀地运动,时而运动得更急速,时而运动得更迟缓,那就甚至不能加以判定。例如在位移上,如果两者都沿圆周运动,或者两者都沿直线运动;因为间隔必须不仅在量上相同,而且在质上亦必须相同。因为如果一者在直线上运动,另一者在圆周上运动,且在大小上相等,那么在圆周上运动的东西尽管具有更迅捷运动的本性,亦可能后到达目的;因为被运动之物由于圆周上的弯曲而受到阻碍。这一点从竞赛的马匹中亦是明显的;因为可以看到它们在转弯处运动得较慢。在其余事物上同样如此,例如在螺旋上;因为某物在螺旋上运动时,其速度与在直线上并不相同。 “显然,一切变化与一切被运动之物必然在时间中被运动。”在设定了他想要确立的结论之后,他并未预先摆出用以推导出此结论的前提,而是预先确立每一前提,然后,在确立了它们之后,才这样推导出整个三段论。并且他首先确立小前提,这就是陈述“在一切运动中都有先与后”的前提。而他是通过这样一个三段论来确立的:“在一切运动中都有较快与较慢;较快与较慢是先与后;因此,在一切运动中都有先与后。” “较快与较慢存在于每一种变化中”,这是小前提。“而我说,先变化到基体之中的东西,是被运动得较快的”,这是大前提。而如果较快的是先变化的东西,那么显然较慢的就是后变化的东西。

语法注2 条
  1. 4.322οὐδ’ ἂν διακριθῆναι δύναιτ’ ἄν

    小词 ἄν 重叠(潜在希求语气),分别置于不定式短语前和定式动词 δύναιτο 之后,强调在运动不均匀时根本无法判定何者更快。

  2. 4.322Φανερὸν ὅτι πᾶσα μεταβολὴ καὶ ἅπαν τὸ κινούμενον ἀνάγκη κινεῖσθαι ἐν χρόνῳ.

    引用亚里士多德《物理学》222b30的结论命题。在句法上作为独立的引用句置于句首,被其后的分词短语 τὸ συμπέρασμα θεὶς ὅπερ βούλεται κατασκευάσαι(“在设定了他想要确立的结论之后”)在内容上所承接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:771.4-772.14