- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:769.32-771.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯借助白昼的比喻阐明了时间为何无处不在,随后处理了若灵魂被取消时间是否仍能存在的疑难;在探讨了关于缺乏计数主体与数目本身的反对意见后,他论证指出,由于灵魂的消除必然导致一切运动的消除,时间亦必然随之被取消。
εἰκότως οὖν ἐν πᾶσι τούτοις λέγεται εἶναι ὁ χρόνος· εἴτε γὰρ κινεῖται εἴτε ἠρεμεῖ, μετρεῖται ὑπὸ τοῦ χρόνου πάντως καὶ ἡ κίνησις αὐτῶν καὶ ἡ ἠρεμία. ὥσπερ οὖν λέγω τὴν ἡμέραν πανταχοῦ εἶναι, οὐ τῷ τῇ τούτων κινήσει τὴν ἡμέραν παρακολουθεῖν ἢ τῇ ἠρεμίᾳ, ἀλλὰ τῷ πάντων τῆς κινήσεως καὶ τῆς ἠρεμίας μέτρον εἶναι τὴν ἡμέραν, οὕτω καὶ τὸν χρόνον πανταχοῦ φαμεν εἶναι· ἡ γὰρ ἡμέρα χρόνος τις, ὁρίζεται δὲ καὶ τὸ εἶναι ἔχει ὁ χρόνος ἐκ τῆς πρώτης τῶν κινήσεων, ὡς πολλάκις εἴρηται. πρὸς δὲ τὴν προτέραν ἀπορίαν, ἥτις ἐζήτει πῶς ἔχει ἡ ψυχὴ πρὸς τὸν χρόνον, πότερον καὶ μὴ οὔσης ψυχῆς τῆς ἀριθμούσης ἔστιν ὁ χρόνος ἢ οὔ, ὑπαντᾷ τοιούτῳ τρόπῳ, ὅτι εἰ ἀριθμὸς κινήσεως ὁ χρόνος, ἀριθμὸς δὲ οὐχ ὁ ἀριθμῶν ἀλλ’ ὁ ἀριθμούμενος, ἀνάγκη δὲ πᾶσα μὴ ὄντος τοῦ ἀριθμοῦντος μηδὲ τὸ ἀριθμούμενον εἶναι1 (τῶν γὰρ πρός τι τὰ τοιαῦτα, λέγω δὴ τὸ ἀριθμοῦν καὶ τὸ ἀριθμούμενον), μὴ ὄντος δὲ τοῦ ἀριθμουμένου οὐδὲ ὁ ἀριθμὸς ἔσται, ἀνάγκη ἄρα πᾶσα μὴ οὔσης ψυχῆς μηδὲ ἀριθμὸν εἶναι· οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ ἀριθμοῦν ἢ ψυχή, καὶ ψυχὴ οὐ πᾶσα, ἀλλ’ ἡ λογική. ὥστε ἀναιρεθείσης ψυχῆς ἀνῄρηται καὶ τὸ ἀριθμοῦν, ἀνῃρημένου δὲ τοῦ ἀριθμοῦντος ἀνῄρηται καὶ τὸ ἀριθμητόν, ἀνῃρημένου δὲ τοῦ ἀριθμητοῦ ἀνῄρηται καὶ ὁ ἀριθμός, ἀνῃρημένου δὲ τοῦ ἀριθμοῦ ἀνῄρηται καὶ ὁ χρόνος· ἀνῃρημένης ἄρα τῆς ψυχῆς ἀνῄρηται καὶ ὁ χρόνος. ἀλλὰ πρὸς ταῦτα ἐρεῖ τις, ὅτι εἰ μὲν ταὐτὸν ἦν ἀριθμητὸν εἰπεῖν καὶ ἀριθμόν, ἀνάγκη ἦν πᾶσα τῷ ὄντι ψυχῆς ἀναιρεθείσης ἀνῃρῆσθαι τὸ ἀριθμητόν, καὶ τούτου ἀναιρεθέντος ἀνῃρῆσθαι καὶ τὸν ἀριθμόν, καὶ διὰ τοῦτο τὸν χρόνον, νῦν δὲ οὐ ταὐτόν ἐστιν εἰπεῖν ἀριθμὸν καὶ ἀριθμητόν· τί οὖν κωλύει τὸν χρόνον ὡς μὲν ἀριθμητὸν ἀναιρεῖσθαι τῆς ψυχῆς ἀναιρεθείσης, ὡς μέντοι ἀριθμὸν μὴ ἀναιρεῖσθαι; ἐπεὶ καὶ ἡ δεκὰς τῶν λίθων ψυχῆς ἀναιρεθείσης ὡς μὲν ἀριθμητὸν ἀνῄρηται, ὡς μέντοι ἀριθμὸς οὐκέτι· ἔστι γὰρ ἡ δεκὰς τῶν λίθων καὶ μὴ οὔσης τῆς ψυχῆς. ἀλλ’ εἰ ὅλως, φησίν, ἀναιρουμένης ψυχῆς πάσης ἀνῄρηται καὶ πᾶσα κίνησις, πάσης δὲ κινήσεως ἀναιρουμένης ἀνῄρηται καὶ ὁ χρόνος, εἴ γε πάθος τι κινήσεως ὁ χρόνος, ἀνάγκη ἄρα πᾶσα καθόλου τῆς ψυχῆς ἀναιρεθείσης ἀνῃρῆσθαι καὶ τὸν χρόνον.2 ψυχῆς γὰρ ἀναιρεθείσης οὐ μόνον αἱ ὑπὸ ψυχῆς γινόμεναι κινήσεις συναναιροῦνται, ἀλλὰ καὶ αἱ φυσικαί, οἷον αἱ τῶν βαρέων ἢ αἱ τῶν κούφων· οὐδὲ γὰρ κόσμος ἔτι ὁ κόσμος τῆς κύκλῳ κινήσεως ἀναιρεθείσης, ἀναιρεῖται δὲ αὕτη ψυχῆς ἀναιρεθείσης. καλῶς ἄρα εἴρηται ὅτι ψυχῆς ἀναιρεθείσης ἀναιρεῖται καὶ ὁ χρόνος, καὶ οὐ μόνον πάσης ἁπλῶς, ἀλλὰ καὶ τῆς λογικῆς· μὴ οὔσης γὰρ τῆς λογικῆς οὐδὲ ἡ ἄλογος ἔσται, εἴ γε φύσει πρότερον τὸ λογικὸν τοῦ ἀλόγου. καὶ ἄλλως εἰ δέδεικται ὅτι πρὸ τῶν ἑτεροκινήτων (ταῦτα δέ ἐστι τὰ σώματα) ἀνάγκη πᾶσα εἶναι τὰ αὐτοκίνητα, καὶ τῶν ἐν χρόνῳ κινουμένων τὰ ἀεικίνητα, καὶ πάντων ἁπλῶς τῶν κινουμένων τὰ ἀκίνητα αἴτια, ταῦτα δέ ἐστιν αἱ ψυχαί, ἀνάγκη πᾶσα δηλονότι τούτων ἀναιρεθεισῶν πᾶσαν ἀνῃρῆσθαι κίνησιν.3
因此,时间被说成存在于所有这些事物之中是合情合理的;因为无论它们是被运动还是静止,它们的运动和静止都完全被时间所度量。正如我说白昼无处不在,并非由于白昼伴随着这些事物的运动或静止,而是由于白昼是一切事物的运动与静止的度量,同样,我们也说时间无处不在;因为白昼是某种时间,而正如屡次所说的那样,时间是从最初的运动被规定并具有其存在的。 但对于前一个疑难,即探究灵魂如何与时间相关、究竟在计数之灵魂不存在时时间亦存在还是不存在,他是以这样一种方式应对的:如果时间是运动的数目,而且不是计数的数目而是被计数的数目,并且当计数者不存在时被计数者亦不存在是全然必然的(因为此类事物属于关系者,我指的是计数者与被计数者),而在被计数者不存在时数目亦将不存在,那么,在灵魂不存在时数目亦不存在就是全然必然的;因为计数者非它,正是灵魂,而且并非任何灵魂,乃是理性的灵魂。因此,在灵魂被取消时,计数者亦被取消;在计数者被取消时,可计数者亦被取消;在可计数者被取消时,数目亦被取消;在数目被取消时,时间亦被取消;所以,在灵魂被取消时,时间亦被取消。 然而针对这些话,有人会说:如果说“可计数者”与说“数目”是同一回事,那么在事实上,在灵魂被取消时可计数者被取消,而在它被取消时数目亦被取消,并因此时间亦被取消,确实就是全然必然的;但眼下,说“数目”与说“可计数者”并非同一回事。那么,在灵魂被取消时,时间作为可计数者固然被取消,但作为数目却不被取消,这又有什么妨碍呢?因为甚至石头的十这一数目,在灵魂被取消时,作为可计数者固然被取消了,但作为数目却不再被取消;因为即使在灵魂不存在时,石头的十这一数目亦存在。 但他说道:然而如果在总体上,在一切灵魂被取消时,一切运动亦被取消,而在一切运动被取消时,时间亦被取消(如果时间确实是运动的某种属性的话),那么在灵魂被普遍取消时,时间亦被取消就是全然必然的。因为在灵魂被取消时,不仅由灵魂所产生的运动一同被取消,而且自然运动,例如重物的运动或轻物的运动,亦一同被取消;因为在圆周运动被取消时,宇宙便不再是宇宙,而圆周运动在灵魂被取消时便被取消。因此,说“在灵魂被取消时时间亦被取消”是说得很好的,并且不仅是不加限定地针对一切灵魂而言,而且针对理性的灵魂而言亦是如此;因为如果理性的灵魂不存在,非理性的灵魂亦将不存在,如果理性的东西确实在自然上先于非理性的东西的话。此外,如果已经证明了,在被他物运动者(这些是物体)之前全然必然存在着自运动者,在时间中被运动者之前必然存在着恒常运动者,而在不加限定的一切被运动者之前必然存在着不动的诸原因,并且这些原因就是灵魂,那么显然,在这些被取消时,一切运动都已被取消是全然必然的。
- 4.320ὅτι εἰ ἀριθμὸς κινήσεως ὁ χρόνος, ἀριθμὸς δὲ οὐχ ὁ ἀριθμῶν ἀλλ’ ὁ ἀριθμούμενος, ἀνάγκη δὲ πᾶσα μὴ ὄντος τοῦ ἀριθμοῦντος μηδὲ τὸ ἀριθμούμενον εἶναι (τῶν γὰρ πρός τι τὰ τοιαῦτα, λέγω δὴ τὸ ἀριθμοῦν καὶ τὸ ἀριθμούμενον), μὴ ὄντος δὲ τοῦ ἀριθμουμένου οὐδὲ ὁ ἀριθμὸς ἔσται, ἀνάγκη ἄρα πᾶσα μὴ οὔσης ψυχῆς μηδὲ ἀριθμὸν εἶναι
复合句结构:由 εἰ 引导并通过 δέ 相连接的多个连续条件从句,最终导出归结从句 ἀνάγκη ἄρα πᾶσα μὴ οὔσης ψυχῆς μηδὲ ἀριθμὸν εἶναι。括号内的 τῶν γὰρ πρός τι τὰ τοιαῦτα 是说明两者属关系者的插入解释句。论证链条的核心是从“时间是被计数的数目”、“无计数者便无被计数者”、“无被计数者便无数目”一步步推导出“无计数的灵魂便必然无数目”。
- 4.320ἀλλ’ εἰ ὅλως, φησίν, ἀναιρουμένης ψυχῆς πάσης ἀνῄρηται καὶ πᾶσα κίνησις, πάσης δὲ κινήσεως ἀναιρουμένης ἀνῄρηται καὶ ὁ χρόνος, εἴ γε πάθος τι κινήσεως ὁ χρόνος, ἀνάγκη ἄρα πᾶσα καθόλου τῆς ψυχῆς ἀναιρεθείσης ἀνῃρῆσθαι καὶ τὸν χρόνον.
以插入的 φησίν 为标志,由 εἰ ὅλως... 引导的条件从句呼应着主节归结 ἀνάγκη ἄρα πᾶσα...。条件从句内部包含由两个独立属格(ἀναιρουμένης ψυχῆς πάσης 与 πάσης δὲ κινήσεως ἀναιρουμένης)与完成时动词 ἀνῄρηται 构成的连锁结构,并插入了补充性条件 εἴ γε πάθος τι κινήσεως ὁ χρόνος。在句法上表现为由现在时与完成时构成的实在条件句。
- 4.320καὶ ἄλλως εἰ δέδεικται ὅτι πρὸ τῶν ἑτεροκινήτων (ταῦτα δέ ἐστι τὰ σώματα) ἀνάγκη πᾶσα εἶναι τὰ αὐτοκίνητα, καὶ τῶν ἐν χρόνῳ κινουμένων τὰ ἀεικίνητα, καὶ πάντων ἁπλῶς τῶν κινουμένων τὰ ἀκίνητα αἴτια, ταῦτα δέ ἐστιν αἱ ψυχαί, ἀνάγκη πᾶσα δηλονότι τούτων ἀναιρεθεισῶν πᾶσαν ἀνῃρῆσθαι κίνησιν.
在由 εἰ δέδεικται ὅτι... 引导的长大条件节中,并列了三组对照短语(πρὸ τῶν ἑτεροκινήτων... τὰ αὐτοκίνητα、[πρὸ] τῶν ἐν χρόνῳ κινουμένων τὰ ἀεικίνητα、[πρὸ] πάντων ἁπλῶς τῶν κινουμένων τὰ ἀκίνητα αἴτια),后两组省略并共用了介词 πρό。这些在先的原因被 ταῦτα δέ ἐστιν αἱ ψυχαί 所统括,最终通向主句归结节 ἀνάγκη πᾶσα δηλονότι τούτων ἀναιρεθεισῶν πᾶσαν ἀνῃρῆσθαι κίνησιν。
