- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:764.28-766.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》222a24–222b12,菲洛波诺斯阐明了“某时”(ποτέ)是由两个“现在”所限定的时间,论证了即便每一段被取定的时间皆为有限、时间整体也不会枯竭而保持永恒,并注解了“已经/马上”(ἤδη)、“适才”(ἄρτι)与“昔日”(πάλαι)等时间概念的规定及其差异。
" Τὸ δὲ ποτέ χρόνος ὡρισμένος πρὸς τὸ πρότερον νῦν." Τὸ ποτέ χρόνος ἐστί, φησίν, ὁριζόμενος ὑπὸ δύο νῦν, τοῦ τε ἐνεστῶτος κἀκείνου ἐν ᾧ ἢ γέγονεν ἢ ἔσται τὸ πρᾶγμα. οἷον ‘πότε ἐλήφθη ἡ Τροία;’ φαμὲν πρὸ χιλίων ἐτῶν, περιορίζοντες τὸν χρόνον τοῦτον τῷ τε πάλαι νῦν, ἐν ᾧ ἐλήφθη ἡ Τροία, καὶ τῷ ἐνεστῶτι. ὁμοίως φαμὲν ὅτι ἔσται ἔκλειψις μετὰ τοσόνδε χρόνον, περιορίζοντες πάλιν τὸν χρόνον τῷ τε ἐνεστῶτι νῦν καὶ τῷ ἐσομένῳ, ἐν ᾧ ἔσται ἡ ἔκλειψις. εἰπὼν δὲ ὡρισμένος πρὸς τὸ πρότερον νῦν ἔδωκε προσυπακούειν ‘καὶ πρὸς τὸ ὕστερον·’1 τὸ γὰρ πρότερον ὑστέρου ἐστὶ πρότερον, τὸ δὲ πρότερον καὶ ὕστερον οὐ τὸ αὐτὸ λαμβάνεται, ἀλλ’ ἐπὶ μὲν τοῦ ποτέ τοῦ παρεληλυθότος πρότερον μέν ἐστι τὸ νῦν ἐν ᾧ γέγονε τὸ πρᾶγμα ὕστερον δὲ τὸ ἐνεστηκός, ἐπὶ δὲ τοῦ μέλλοντος ἀνάπαλιν, πρότερον μὲν τὸ ἐνεστηκὸς νῦν ὕστερον δὲ τὸ μέλλον ἐν ᾧ ἔσται τὸ πρᾶγμα.
“而‘某时’则是相对于在先的‘现在’被规定的时间。” 他说,“某时”是由两个“现在”所规定的时间:即现在的“现在”,以及事件已经发生或将要发生的那个“现在”。例如,当问及“特洛伊是何时沦陷的?”时,我们回答“一千年前”,将这段时间限定在特洛伊沦陷时的那个过去的“现在”与现在的“现在”之间。同样地,我们说“在如此这般的时间之后将有日食”,这也是再次将时间限定在现在的“现在”与日食将发生的未来的“现在”之间。而他说“相对于在先的‘现在’被规定”,便让人补充理解“且相对于在后的[‘现在’]”;因为在先者乃是相对于在后者而言的在先者,但在先者与在后者并非作为同一事物被取定;相反,在过去的“某时”上,事件已发生于其中的“现在”是在先的,现在的则是处于在后的;而在未来的情况中则相反,现在的“现在”是在先的,而事件将发生于其中的未来的“现在”则是在后的。
"Ἔσται ἄρα ποσός τις ἀπὸ τοῦδε χρόνος εἰς ἐκεῖνο." Εἰ γὰρ δεῖ τὸ ποτέ πεπεράνθαι πρὸς τὸ νῦν, τὸ ἐνεστηκὸς λέγω, ἔστιν ἄρα ὡρισμένον τι ποσὸν τοῦ χρόνου τούτου ἀπὸ τοῦ ἐνεστῶτος μετρούμενον εἰς ἐκεῖνο· καλῶς ἄρα εἴρηται, ὅτι ὡρισμένος χρόνος ἐστὶ τὸ ποτέ. εἰ δὲ μηδεὶς χρόνος ὃς οὐ ποτέ, πᾶς ἂν εἴη χρόνος πεπερασμένος.2 εἰ γὰρ τὸ ποτέ ἐπὶ παντὸς λέγεται χρόνου (ἐν τῷ παρεληλυθότι γὰρ καὶ τῷ μέλλοντι πᾶς χρόνος, ἐν τούτοις δὲ τὸ ποτέ), τὸ δὲ ποτέ πεπέρανται, καὶ πᾶς ἄρα χρόνος πεπέρανται. ὅθεν καὶ ἀπορεῖ ὅτι εἰ πᾶς χρόνος πεπέρανται, ἆρα καὶ ἐπιλείψει ὁ χρόνος ἢ οὔ; δόξει γὰρ διὰ τὸ πάντα εἶναι πεπερασμένον καὶ ὑπολιπεῖν. ἀλλ’ εἰ καὶ πᾶς ὁ λαμβανόμενος πεπερασμένος ἐστίν, ἀλλ’ οὖν εἴπερ ἀίδιος ἡ κίνησις, ἧς ἀριθμὸς ὁ χρόνος, ἀνάγκη καὶ αὐτὸν ἀίδιον εἶναι. τί οὖν; φησίν, εἷς καὶ ὁ αὐτὸς χρόνος κατ’ ἀριθμόν, ἢ τῷ εἴδει μόνον εἷς; καί φησιν ὅτι ὡς ἂν ἔχῃ ἡ κίνησις, οὕτως ἔχει καὶ ὁ χρόνος· εἰ μὲν γὰρ μία καὶ ἡ αὐτὴ τῷ ἀριθμῷ, καὶ ὁ χρόνος ὡσαύτως, εἰ δὲ τῷ εἴδει μόνον μία, καὶ ὁ χρόνος τῷ εἴδει μόνον εἷς. ὡς ἐν ὑποθέσει δὲ τὸν λόγον προήγαγε, τὸ δὲ ἀληθὲς πρόδηλον, ὅτι τῷ εἴδει μόνον εἷς ὁ χρόνος, οὐ μέντοι τῷ ἀριθμῷ, διότι καὶ ἡ κίνησις.
“因此从这一个到那一个将有某种数量的时间。” 因为,如果“某时”必须相对于“现在”——我是指现在的“现在”——被限定,那么就存在从现在的“现在”度量至那一个的这段时间的某种被规定了的数量;因此,“某时”是被规定的时间,这一说法是正确的。但如果没有任何时间不是“某时”,那么所有时间都将是有限的。因为如果“某时”是针对一切时间而言的(因为一切时间都在过去和未来之中,而“某时”就在这些之中),并且“某时”是被限定的,那么一切时间因而也都被限定了。由此他也提出疑难:如果一切时间都被限定,那么时间是也会枯竭,还是不会?因为由于一切[时间]都是有限的,它似乎也会衰竭。然而,即便一切被取定的[时间]都是有限的,但无论如何,如果其数为时间的运动是永恒的,那么时间自身也必然是永恒的。他说,“那么究竟怎样呢?[时间]在数目上是单一且同一的,还是仅在形式上是单一的?”他说,运动如何,时间也就如何;因为如果运动在数目上是单一且同一的,时间也同样如此;但如果仅在形式上是单一的,时间也仅在形式上是一。他是作为假设推进这一论证的,但真理是显而易见的,即时间仅在形式上是一,而在数目上绝非如此,因为运动也是如此。
"Ἐπεὶ δὲ τὸ νῦν τελευτὴ καὶ ἀρχὴ χρόνου." Εἰ τὸ νῦν, φησί, τελευτὴ μέν ἐστι τοῦ παρελθόντος χρόνου, ἀρχὴ δὲ τοῦ μέλλοντος, τὸν αὐτὸν ἔχοι ἂν λόγον, ὃν ἔχει ὁ κύκλος πρὸς τὸ κυρτὸν καὶ τὸ κοῖλον· καθ’ ἓν γὰρ καὶ τὸ αὐτὸ ὑποκείμενον ἡ γραμμὴ κατ’ ἄλλην καὶ ἄλλην σχέσιν καὶ κυρτή ἐστι καὶ κοίλη. εἰ τοίνυν τοιοῦτόν ἐστι τὸ νῦν καὶ ἓν καὶ τὸ αὐτὸ καὶ ἀρχή ἐστι καὶ τελευτή, ἄλλου μὲν τελευτὴ ἄλλου δὲ ἀρχή,3 οὐδέποτε ὑπολείψει ὁ χρόνος· ἀεὶ γὰρ τὸ ληφθὲν τοῦ χρόνου πέρας ἄλλου ἔσται χρόνου ἀρχή. ἀδύνατον γὰρ ἓν καὶ τὸ αὐτὸ νῦν τοῦ αὐτοῦ χρόνου καὶ ἀρχὴν εἶναι καὶ τέλος· οὕτω γὰρ ἂν ἅμα καὶ κατὰ ταὐτὸν τὰ ἐναντία ὑπῆρξεν. εἰ τοίνυν τοιοῦτον τὸ νῦν, ἀεὶ ἐν ἀρχῇ ἔσται ὁ χρόνος· ὥστε οὐχ ὑπολείψει.
“而既然‘现在’是时间的终结和开端。” 他说,如果“现在”是过去时间的终结,又是未来时间的开端,那么它就具有圆对于凸和凹所具有的相同比例;因为在单一且同一的底层上,线依据不同的关系既是凸的又是凹的。因此,如果“现在”是如此这般者,单一且同一的事物既是开端又是终结,既是某一者的终结又是另一者的开端,那么时间就绝不会衰竭;因为被取定的时间的极限将始终是另一时间的开端。因为单一且同一的“现在”不可能既是同一时间的开端又是其终结;因为这样一来,对立的属性就将在同一时间且依据同一方面属于它了。因此,如果“现在”是如此这般者,时间将始终处于开端之中;以至于它不会衰竭。
"Τὸ δὲ ἤδη τὸ ἐγγύς ἐστι τοῦ παρόντος νῦν ἀτόμου μέρος τοῦ μέλλοντος χρόνου." Ὅτι τὸ ἤδη μόριόν τί ἐστιν ἤτοι τοῦ παρελθόντος χρόνου ἤτοι τοῦ μέλλοντος, ἐγγὺς ὑπάρχον τοῦ ἀκαριαίου νῦν, εἰ δὲ ᾖ πόρρω αὐτοῦ, οὐκέτι ‘ἤδη’ λέγεται.
“而‘已经/马上’是邻近现在的不可分‘现在’的未来时间的一部分。” 这就是说,“已经/马上”要么是过去时间的某个部分,要么是未来时间的某个部分,存在于瞬时的“现在”附近;但如果它远离瞬时的“现在”,就不再被称为“已经/马上”了。
"Τὸ δὲ ἄρτι μόριόν τι καὶ αὐτὸ τοῦ παρεληλυθότος χρόνου." Τίς δὲ ἡ διαφορὰ αὐτῶν πρὸς ἄλληλα, τοῦ τε πλατικοῦ νῦν καὶ τοῦ ἤδη καὶ τοῦ ἄρτι, ἔφθημεν εἰπόντες.4 τὸ δὲ πάλαι καὶ αὐτὸ μὲν τοῦ παρεληλυθότος χρόνου μόριον, οὐκέτι μέντοι τὸ ἐγγὺς τοῦ ἀκαριαίου νῦν, ἀλλὰ τὸ πόρρω.
“而‘适才’自身也是过去时间的某个部分。” 至于它们彼此之间的差异,即宽泛的“现在”、“已经/马上”与“适才”的差异,我们此前已经说过了。而“昔日”自身虽然也是过去时间的一部分,但不再是邻近瞬时的“现在”,而是远离它。
- 4.311ἔδωκε προσυπακούειν ‘καὶ πρὸς τὸ ὕστερον·’
不定过去时动词 ἔδωκε 带补足不定式 προσυπακούειν,意为“[如此说]便使人补充理解……”,引语 καὶ πρὸς τὸ ὕστερον 充当不定式的宾语。
- 4.312εἰ δὲ μηδεὶς χρόνος ὃς οὐ ποτέ, πᾶς ἂν εἴη χρόνος πεπερασμένος.
条件句的前件包含省略系动词的定语从句双重否定结构 μηδεὶς χρόνος [ἐστιν] ὃς οὐ ποτέ [ἐστιν](“没有不是‘某时’的时间”,即“所有时间都是‘某时’”)。后件 πᾶς ἂν εἴη 采用 ἄν 搭配现在时祈愿气,表示基于该假定的推论结果(“所有时间就都将是有限的”)。
- 4.313ἄλλου μὲν τελευτὴ ἄλλου δὲ ἀρχή
属格 ἄλλου 分别修饰 τελευτή 和 ἀρχή,作限定性属格。在“同一个‘现在’不可能既是同一时间的开端又是其终结”的逻辑前提下,该并列短语明确指出它是某一时间的终结、而为另一不同时间的开端。
- 4.315ἔφθημεν εἰπόντες
不定过去时动词 ἔφθημεν 与补充性分词 εἰπόντες 构成习惯搭配,意为“我们此前已经说过”。
