- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:766.21-768.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯阐释了“突如其来”作为在不可觉察的时间中发生的偏离这一定义,并援引毕达哥拉斯学派帕隆的观点,论证了由于转化的本性是使事物偏离,因而时间就其自身而言是毁灭的原因而仅附带地是生成的原因,最后指出毁灭的真正作用因在于质料不能始终容纳形式以及事物的能力是有限的。
" Τὸ δ’ ἐξαίφνης τὸ ἐν ἀναισθήτῳ χρόνῳ διὰ σμικρότητα ἐκστάν.1" Ὅταν γὰρ μεταβολή τις ἔκ τινος εἴς τι γίνεται, εἶτα διὰ τὴν βραχύτητα τοῦ χρόνου μὴ συναισθανώμεθα αὐτοῦ, ἐξαίφνης φαμὲν τὸ τοιοῦτον μεταβαλεῖν. ὥσπερ εἰ σπινθὴρ ἀνεπαισθήτως ὑποσμύχων ἐν φρυγάνοις ἀθρόον ἐκπυρώσει τὴν ὕλην· διὰ γὰρ τὸ μὴ συναισθέσθαι τῆς ἐν τῷ βάθει μεταβολῆς, ἐξαίφνης ἐξῆφθαί φαμεν τὴν ὕλην.
“而‘突如其来’是在不可觉察的时间中由于其微小而偏离[原有状态]者。” 因为当某种从某一事物到另一事物的转化发生,而后由于时间的短暂我们未能连带觉察到它时,我们就说这样的事物是“突如其来地”转化了。犹如一粒火星在柴薪中不知不觉地阴燃,忽然使这燃料完全着火一样;因为由于未能连带觉察到底层的转化,我们便说这燃料是突如其来地着火了。
"Μεταβολὴ δὲ πᾶσα φύσει ἐκστατικόν.2" Ἐπειδὴ εἶπεν “ἐκστάν”, δέον εἰπεῖν μεταβαλόν, διὰ τοῦτο προσέθηκε τοῦτο, ὅτι διὰ τοῦτο εἶπον ἐκστάν, διότι πᾶσα μεταβολὴ ἐκστατικόν.
“而一切转化在本性上都是导致偏离的。” 由于他本应说“转化了”,却说了“偏离了”,因此他补充了这一点,即:“我之所以说了‘偏离了’,是因为一切转化都是导致偏离的。”
"Ἐν δὲ τῷ χρόνῳ πάντα γίνεται καὶ φθείρεται." Ὅπερ ἤδη εἶπεν ἐν τοῖς ἔμπροσθεν, τοῦτο νῦν μᾶλλον διηρθρωμένως λέγει, πῶς πάντα λέγεται ὑπὸ τοῦ χρόνου φθείρεσθαι. καὶ ἱστορεῖ ὅτι τῶν παλαιῶν οἱ μὲν σοφώτατον ἐκάλουν τὸν χρόνον, Πάρων δέ, φησίν, ὁ Πυθαγόρειος ὀρθότερον περὶ αὐτοῦ ἀποφαινόμενος ἀμαθέστατον ἔλεγεν εἶναι τὸν χρόνον, διότι λήθης γεννητικὸς ὁ χρόνος· εἰ γὰρ ὁ χρόνος ἢ μεταβολή τίς ἐστιν ἢ πάντως μεταβολῆς τι πάθος, πᾶσα δὲ μεταβολὴ φύσει ἐκστατικόν ἐστιν, εἰκότως ἐκστάσεως μᾶλλον αἴτιος ἂν εἴη ὁ χρόνος ἢ γενέσεως. εἰ δὲ πάντως τῇ ἐκστάσει τινὸς εἴδους ἑτέρου εἴδους γένεσις παρακολουθεῖ, τοῦτο κατὰ συμβεβηκός, ἐπεὶ ἡ μεταβολὴ ὡς μεταβολὴ ἁπλῶς ἐξίστησί τινος, συμβαίνει δὲ τῇ ἐκστάσει τινὸς εἴδους ἕτερον εἶδος παρακολουθεῖν διὰ τὸ ποιητικὸν αἴτιον, ὃ τῇ μεταβολῇ ὡς ὀργάνῳ χρῆται, πλὴν αὐτὴ καθ’ αὑτὴν ἡ μεταβολὴ θεωρουμένη οὐδὲν ἄλλο ἢ ἔκστασιν ἐργάζεται τοῦ ὑποκειμένου εἴδους. καθ’ αὑτὸ οὖν φθορᾶς αἴτιον ἡ μεταβολή, κατὰ συμβεβηκὸς δὲ γενέσεως.
“而且在时间中一切事物都生成并毁灭。” 他此前已经说过的事情,现在更清楚地予以阐明:一切事物是如何被说成是由时间所毁灭的。并且他记述道,古人中有的人称时间为“最智慧的”,但他说,毕达哥拉斯学派的帕隆对时间的表述更为正确,称时间是“最无知的”,因为时间产生遗忘;因为如果时间要么是某种转化,要么无论如何是转化的某种受动状态,而一切转化在本性上都是导致偏离的,那么合乎情理的是,时间与其说是生成的原因,不如说是偏离的原因。而且,即便在任何情况下伴随着对某一形式的偏离,另一形式的生成都会随之发生,这也是附带的,因为转化作为转化,只是单纯地使之偏离某物;而伴随着对某一形式的偏离,另一形式随之发生,乃是由于将转化作为工具使用的作用因,但转化的本身若就其自身来考察,它所造成的不过是底层形式的偏离。因此,就其自身而言,转化是毁灭的原因,而附带地才是生成的原因。
"Σημεῖον δὲ ἱκανὸν ὅτι γίνεται μὲν οὐδὲν ἄνευ τοῦ κινεῖσθαί πως αὐτὸ καὶ πράττειν." Σημεῖον, φησίν, ἱκανὸν τοῦ τὸν χρόνον φθορᾶς μᾶλλον καθ’ αὑτὸν αἴτιον εἶναι, γενέσεως δὲ κατὰ συμβεβηκός, ὅτι πάσης μὲν γενέσεως ἔστι ποιητικὸν αἴτιον ὡρισμένον, οἷον ἀνθρώπου μὲν ἄνθρωπος οἰκίας δὲ οἰκοδόμος καὶ τῶν ἄλλων ὡσαύτως (ἀδύνατον γὰρ γενέσθαι τι ἄνευ τοῦ κινηθῆναι αὐτὸ καὶ μεταβαλεῖν, πᾶν δὲ τὸ κινούμενον ὑπό τινος κινητικοῦ αἰτίου κινεῖται· ὥστε πᾶν τὸ γινόμενον ὑπὸ τινος αἰτίου γίνεται, ὑπὸ τοῦ κινοῦντός φημι καὶ μεταβάλλοντος, τῷ δὲ τὸ γινόμενον κινεῖσθαι, πᾶσαν δὲ κίνησιν χρόνῳ μετρεῖσθαι, κατὰ συμβεβηκὸς ὁ χρόνος γενέσεως αἴτιον λέγεται), οὕτω μὲν οὖν γενέσεως πάσης τὸ αἴτιον ἔστιν ἰδεῖν, ἐπειδὴ καὶ κινηθῆναι πάντως ἀνάγκη τὸ γινόμενον, φθορᾶς δὲ οὐ πάσης ἔστιν ἰδεῖν τὸ ποιητικὸν αἴτιον, ἀλλ’ ἢ τὸν χρόνον μόνον. πέσοι γὰρ ἂν οἰκία ὑπὸ μόνου τοῦ χρόνου καμοῦσα, ὁμοίως καὶ ἱμάτιον φθαρήσεται καὶ τὰ τοιαῦτα, καὶ μηδεμιᾶς κινήσεως προφανοῦς περὶ αὐτὰ γενομένης, ἀλλ’ ἑστηκότων καὶ ἠρεμούντων, ὡς μηδὲν ἄλλο ἔχειν τῆς φθορᾶς προφανὲς αἰτιάσασθαι αἴτιον ἢ τὸν χρόνον. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν κοινὴν χρῆσιν καὶ τὸ μὴ ἔχειν πρόδηλόν τι τῆς φθορᾶς αἰτιάσασθαι αἴτιον ὁ Ἀριστοτέλης φησίν, ἐπεὶ ὅτι οὐδενός ἐστιν ὁ χρόνος πρώτως φθορᾶς αἴτιος, καὶ αὐτὸς εὐθὺς ἐπήγαγεν οὐ μὴν λέγων ἀλλ’ οὐδὲ ταύτην ὁ χρόνος ποιεῖ,3 ἀλλὰ συμβαίνει ἐν χρόνῳ γίνεσθαι καὶ ταύτην τὴν μεταβολήν. τί οὖν τὸ ποιητικὸν τῆς φθορᾶς αἴτιον; φαμὲν ὅτι ἡ ὕλη μὴ πεφυκυῖα δι’ ὅλου στέγειν τὰ εἴδη, οὐ πέφυκε δὲ δι’ ὅλου στέγειν, διότι πάντων ἔχει τὰς δυνάμεις, καὶ δεῖ κατὰ πᾶσαν δύναμιν τὴν ἐν αὐτῇ ἐνεργῆσαι, εἰ μὴ μέλλοι ματαίας ἔχειν τὰς δυνάμεις. διὰ τοῦτο οὖν τοιαύτη ἐστὶν ὡς μὴ δύνασθαι δι’ ὅλου ἓν καὶ τὸ αὐτὸ στέγειν εἶδος, ὥστε καὶ κατὰ τὰς ἄλλας δυνάμεις ἐνεργῆσαι. πρῶτον μὲν οὖν τοῦτο τῆς φθορᾶς αἴτιον, καὶ ἄλλως δὲ τὸ πεπερασμένην εἶναι τῶν γινομένων τὴν δύναμιν· ὥσπερ γὰρ ὥρισται τὸ τῆς αὐξήσεως μέτρον, εἰς ὃ ἀφικομένη ἡ φύσις ἵσταται, οὕτως καὶ τὸ τῆς ὑπάρξεως ἑκάστου μέτρον ὡρισμένον ἐστίν, εἰς ὃ ἀφικνούμενα τὰ πράγματα φθείρεται. ὥστε ποιητικὸν αἴτιον τῆς φθορᾶς τῶν πραγμάτων τὸ μηδὲν αὐτῶν ἀπειροδύναμον εἶναι.
“而一个充分的证据是:若不以某种方式自身被运动和起作用,就没有任何事物生成。” 他说,证明时间就其自身而言毋宁是毁灭的原因,而附带地才是生成的原因,其充分证据在于:对于一切生成,都有一个被规定的作用因,例如人的作用因是人,房屋的是建筑者,其他事物亦同样如此(因为任何事物若不自身被运动和转化,就不可能生成;而一切被运动者都是由某种推动因所运动的;因此一切生成之物都是由某种原因生成的,我是指由那推动并使之转化的原因所生成;由于生成之物被运动,而一切运动都被时间所度量,因此时间才附带地被称为生成的原因);因此对于一切生成,都可以看到其原因,因为生成之物也必然无论如何都要被运动;但对于毁灭,并非对于所有毁灭都能看到其作用因,而只能看到时间。因为一所房屋可能仅仅由于时间而老朽倒塌,同样一件外衣也会被毁坏以及诸如此类的事物,即便在它们周围并没有发生任何明显的运动,而是在它们静止和停歇之时发生的,以至于除了时间以外,没有任何其他明显的毁灭原因可以归咎。而亚里士多德说这些话,乃是针对通常的用法以及没有明显的毁灭原因可以归咎而言的;因为时间在首要意义上绝不是任何事物的毁灭原因,他自己也随即补充道,说“然而时间连这[毁灭]也不造成,而是碰巧这种转化也发生在时间之中”。那么,毁灭的作用因究竟是什么?我们回答说,是质料在本性上不具有自始至终容纳各形式的能力;而它之所以不具有自始至终容纳它们的能力,是因为它具有所有事物的潜能,而且如果不让潜能成为徒劳的话,它就必须依据处于其自身之中的每一种潜能而现实化。因此由于这个缘故,质料是如此这般的,以至于不能自始至终容纳单一且同一的形式,以便它也能依据其他潜能而现实化。所以,首先这是毁灭的一个原因;而另一方面则是:生成之物的能力是有限的;因为正如生长的尺度是被规定的,本性一旦达到这一尺度就会停驻,同样,每一事物存在的尺度也是被规定的,事物一旦达到这一尺度就会毁灭。因此,诸事物毁灭的作用因就是:它们之中没有任何事物具有无限的能力。
- 4.316ἐκστάν
中性单数不定过去时主动分词,作名词性使用,意为“偏离[原有状态]者”。菲洛庞诺斯在紧接着的§4.317中专门解释了亚里士多德为何在此使用ἐκστάν而非通常的μεταβαλόν。
- 4.317ἐκστατικόν
谓语形容词为中性单数,而主语为阴性名词短语(μεταβολὴ πᾶσα)。这是典型的泛指中性用法,将主语的本性表述为一个普遍本质(“导致偏离者/具有脱离本性者”)。
- 4.319οὐ μὴν λέγων ἀλλ’ οὐδὲ ταύτην ὁ χρόνος ποιεῖ
菲洛庞诺斯在此引用了《物理学》222b25-26中的习语“οὐ μὴν ἀλλ' οὐδέ...”(然而连……也不……),并在中间插入了分词λέγων。οὐ μὴν ἀλλά用以限制并纠正前述的常俗观点。
