← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§763.1-764.27

现在与点的类比及其对时间的分割与连接

注疏亚里士多德《物理学》222a13–222a21,通过与几何线上点的类比及差异(静止与流动、思想上的分割),阐明“现在”如何既分割时间又连接时间,并进一步说明基于邻近性的宽泛“现在”的界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.306

" Ἀλλ’ οὐχ ὥσπερ ἐπὶ τῆς στιγμῆς μενούσης φανερόν." Οὐχ οὕτως ἐστὶ φανερὸν τὸ νῦν καὶ διαιροῦν καὶ συνέχον τὸν χρόνον, ὥσπερ ἡ στιγμὴ φανερὰ συνέχουσα καὶ διαιροῦσα τὴν γραμμήν· ἡ δὲ αἰτία, διότι τὸ μὲν σημεῖον δύναται μένειν, τουτέστιν ἐνεργείᾳ ληφθῆναι, τὸ μέντοι νῦν οὐχ ἕστηκεν, ἀλλ’ ἐν ῥύσει ἐστί.

“然而并不像在存留的点上那样显明。” “现在”既分割又连接时间,并不像点连接且分割线那样显明;其原因在于,点能够存留,即能够在现实态中被取定,然而“现在”却并非静止,而是在流动之中。

§4.307

"Διαιρεῖ δὲ δυνάμει." Δυνάμει φησὶν ἀντὶ τοῦ κατ’ ἐπίνοιαν. διὰ τοῦτο καὶ ἡ διαίρεσις τοῦ χρόνου κατ’ ἐπίνοιαν· οὐδὲ γὰρ δυνάμει διαιρεῖ τὸν χρόνον τὸ νῦν, ἐπεὶ κἂν ἐνεργείᾳ διεῖλε,1 νῦν δὲ εἷς καὶ συνεχής ἐστιν ὁ χρόνος ἐπινοίᾳ μόνῃ τὸ διαιρετὸν ἔχων.

“并且它是潜能地分割。” 他说“潜能地”是用来代替“在思想上”。因此时间的分割也是在思想上的;因为“现在”甚至不是潜能地分割时间,否则它也就会现实地分割了,但实际上时间是单一且连续的,仅在思想上具有可分性。

§4.308

"Καὶ ᾗ μὲν τοιοῦτον, ἀεὶ ἕτερον τὸ νῦν." Τουτέστιν ᾗ διαιρεῖ· καθὸ γὰρ διαιρεῖ, δύο λόγους ἀναδέχεται καὶ τὸν τοῦ τέλους καὶ τὸν τῆς ἀρχῆς (ἄλλο γάρ ἐστιν αὐτῷ τὸ εἶναι τελευτῇ τοῦ παρελθόντος χρόνου, καὶ ἄλλο τὸ εἶναι ἀρχῇ τοῦ μέλλοντος), ᾗ δὲ συνέχει τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα, ταύτῃ ἕν ἐστι καὶ ταὐτόν, οὐ μόνον τῷ ὑποκειμένῳ ἀλλὰ καὶ τῷ λόγῳ· ὡς γὰρ κοινὸν πέρας ἀμφοῖν λαμβάνεται. ὥσπερ ἂν εἰ νοήσεις μοι2 δύο μύρμηκας ἀπὸ τῶν δύο τῆς γραμμῆς ἄκρων κινηθέντας, καὶ εἰς ἕν τι καὶ τὸ αὐτὸ σημεῖον ἀμφοτέρους ἀποπερατώσαντας τὴν κίνησιν· τὸ οὖν σημεῖον, εἰς ὃ ἀπεπερατώθησαν αἱ κινήσεις, κοινόν τι πέρας καὶ τέλος ἐστὶν ἀμφοτέρων τῶν κινήσεων. οὕτως οὖν καὶ τὸ νῦν εἰ μὴ ἁπλῶς ὡς δύο λόγους ἔχον λάβωμεν, ἀλλ’ ὡς ἕνα τινά, τὸν τοῦ πέρατος, τότε συνέχειά ἐστι τοῦ χρόνου.

“并且就其作为如此者而言,‘现在’始终是不同的。” 这就是说,就其分割而言;因为就其分割而言,它承受着两个定义,即终结的定义和开端的定义(因为作为过去时间的终结与作为未来时间的开端,对其而言是不同的),而在它连接过去与未来的方面,在这一点上它是单一且同一的,不仅在底层上,而且在定义上;因为它是作为两者的共同极限被取定的。正如你可以设想两只蚂蚁从线的一端和另一端出发运动,且两者都在单一且同一的点上终止运动一样:运动所终止于的那个点,乃是两种运动的共同极限和终结。因此同样地,对于“现在”,如果我们不是单纯地把它当作具有两个定义的,而是当作具有单一的定义即极限的定义,那么在此时它就是时间的连续。

§4.309

"Ὥσπερ ἐπὶ τῶν μαθηματικῶν γραμμῶν, ᾗ μὲν ἡ αὐτὴ ἀεὶ στιγμή, τῇ νοήσει διαιρούντων ἀεὶ ἄλλη καὶ ἄλλη,3 ᾗ δὲ μία, ἡ αὐτὴ πάντῃ." Τουτέστιν ὥσπερ 〈εἰ〉 ἐπὶ τῶν μαθημάτων λαμβάνομεν στιγμήν τινα κατ’ ἐπίνοιαν ἐν τῇ γραμμῇ, καὶ ταύτην ἀεὶ μίαν οὖσαν (μία δέ ἐστι τῷ κατ’ ἐπίνοιαν λαμβάνεσθαι καὶ μὴ κατ’ ἐνέργειαν), ὅταν μὲν ὡς διαιροῦσαν αὐτὴν λαμβάνωμεν τὴν γραμμήν, τότε ἄλλην καὶ ἄλλην τῷ λόγῳ λαμβάνομεν, ὅταν δὲ μὴ ὡς διαιροῦσαν αὐτὴν λάβωμεν, ἀλλ’ ὡς ἕνα καὶ τὸν αὐτὸν ἔχουσαν λόγον πρὸς ἀμφότερα τὰ μόρια τῆς γραμμῆς, τότε οὐ μόνον τῷ ὑποκειμένῳ γίνεται μία, ἀλλὰ καὶ τῷ λόγῳ· οὕτως οὖν καὶ τὸ νῦν κατ’ ἐπίνοιαν λαμβανόμενον, εἰ μὲν ὡς δύο λόγους ἔχον αὐτὸ δεξόμεθα, διαίρεσις γίνεται τοῦ χρόνου, εἰ δὲ ὡς ἕνα λόγον ἔχον, συνέχεια. ἔχει δὲ ἡ λέξις ἔν τισι καὶ οὕτως· ᾗ μὲν ἕν, ταύτῃ ἀεὶ μία ἡ στιγμή, τουτέστι καθὸ ἕν ἐστι τὸ σημεῖον οὐ μόνον τῷ ὑποκειμένῳ ἀλλὰ καὶ τῷ λόγῳ, ταύτῃ μία οὖσα ἡ στιγμὴ συνέχεια γίνεται τῆς γραμμῆς, τῇ νοήσει δὲ διαιρούντων ἀεὶ ἄλλη καὶ ἄλλη, τουτέστι ταύτην τὴν μίαν στιγμὴν ἄλλην καὶ ἄλλην ποιοῦμεν τῷ λόγῳ, τῇ νοήσει διαιροῦντες τὴν γραμμήν. ᾗ δὲ μία, ἡ αὐτὴ πάντῃ. τοῦτο ἀνάληψίς ἐστι τοῦ προτέρου, ὅτι ὅταν ὡς μίαν πάντῃ λάβωμεν, τὸν αὐτὸν ἔχει λόγον καὶ συνέχει τὴν γραμμήν. ἔστι γὰρ τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ ἡ διαίρεσις καὶ ἡ σύνθεσις. ἐπὶ γὰρ τοῦ κατ’ ἐπίνοιαν λαμβανομένου σημείου ταὐτόν ἐστι τῷ ὑποκειμένῳ ἡ διαίρεσις καὶ ἡ σύνθεσις· τὸ γὰρ αὐτὸ κατ’ ἄλλην καὶ ἄλλην ἐπίνοιαν ἢ διῃρημένον νοεῖται ἢ ἡνωμένον. καὶ κατὰ τὸ αὐτό, τουτέστι καθ’ ἕν καὶ τὸ αὐτὸ σημεῖον· τοῦτο γάρ ἐστι τὸ δι’ ἑαυτοῦ ἢ ἑνοῦν ἢ διαιροῦν τὴν γραμμὴν ἄλλως καὶ ἄλλως λαμβανόμενον.

“正如在数学的线上,就始终是同一的点而言,对于在思想中进行分割的人,它始终是这一个和另一个,但就其是单一的而言,它在各个方面都是同一的。” 这就是说,正如我们在数学对象中在线上思想地取定某个点,且当该点始终是单一的时(它因在思想中被取定而非现实地被取定而为单一),当我们把它当作分割线的点来取定时,我们就在定义上将其取作这一个和另一个;而当我们不把它当作分割者来取定,而是当作对线的两部分具有单一且同一的定义时,它不仅在底层上成为单一的,而且在定义上也成为单一的;因此,在思想中被取定的“现在”同样如此,如果我们将其当作具有两个定义的来接受,它就成为时间的分割,而如果当作具有单一定义的,它就成为连续。该文句在某些抄本中也是这样写的:“就其是单一的而言,在这一点上该点始终是单一的”,这就是说,就该点不仅在底层上而且在定义上是单一的而言,在这一点上作为单一的点它成为线的连续;“但对于在思想中进行分割的人,它始终是这一个和另一个”,这就是说,在思想中分割线时,我们在定义上使这同一个点成为这一个和另一个。“就其是单一的而言,它在各个方面都是同一的”:这是对前面内容的复述,意即当我们把它当作在各个方面都是单一的来取定时,它具有同一的定义并连接着线。因为分割和结合乃是同一回事且依据同一事物。因为在思想上被取定的点上,分割和结合在底层上是同一的;因为同一个东西依据不同的思想要么被设想为被分割的,要么被设想为被结合的。而“依据同一事物”,即依据单一且同一的点;因为正是这个点在以不同的方式被取定时,通过自身要么结合要么分割该线。

§4.310

"Ἄλλο δὲ ὅταν ὁ χρόνος ὁ τούτου ἐγγὺς 〈ᾖ〉." Ὅτι ἐστὶ καὶ τὸ πλατικὸν νῦν χρόνος τις ἐγγὺς τοῦ ἀκαριαίου νῦν καὶ κατὰ τὸν παρεληλυθότα χρόνον καὶ κατὰ τὸν μέλλοντα, οὔτε δὲ τὰ πάλαι γενόμενα, οἷον τὰ ἐν Ἰλίῳ, οὔτε τὰ μετὰ πολὺν ἐσόμενα, οἷον εἰ ἔσται κατακλυσμός, νῦν λέγεται γεγονέναι ἢ γίνεσθαι, καίτοι συνεχοῦς ὄντος εἰς αὐτὰ τοῦ χρόνου, διότι μὴ σύνεγγύς εἰσι τοῦ ἀκαριαίου νῦν.

“而另一种意义,则是当邻近此[瞬时现在]的时间[存在]时。” 这就是说,宽泛的“现在”也是某种邻近瞬时“现在”的时间,无论在过去时间中还是在未来时间中;然而很久以前发生的事情,例如在伊利昂的事情,以及很久之后将发生的事情,例如假如将有大洪水发生的大洪水,尽管时间直至它们是连续的,却不被称为“现在”发生过或“现在”发生,因为它们并不紧邻瞬时的“现在”。

语法注3 条
  1. 4.307ἐπεὶ κἂν ἐνεργείᾳ διεῖλε

    连词 ἐπεί 后接 ἄν 加直陈式不定过去时 διεῖλε,引导一个带有省略条件的与过去事实相反的归结分句:“因为[如果它具备分割的潜能]它也就现实地分割了[而实际上并未分割]”。

  2. 4.308ὥσπερ ἂν εἰ νοήσεις μοι

    习惯性的假设比较结构 ὥσπερ ἂν εἰ 支配动词 νοήσεις(直陈式将来时,或不定过去时虚拟式 νοήσῃς),并带有伦理与格代词 μοι,起到向读者提示设想的作用:“正如你为我设想的那样”。

  3. 4.309τῇ νοήσει διαιρούντων ἀεὶ ἄλλη καὶ ἄλλη

    διαιρούντων 是一个未明确表达主语(指几何学家或思考者们)的属格独立结构。ἄλλη καὶ ἄλλη 为主格阴性单数,承接前面的 στιγμὴ,作表语用,意为“始终是这一个和另一个[次序不同的点]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:763.1-764.27