← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§761.27-762.33

时间的有限性与永恒性及时间小词的分析

菲洛波庞继续考察时间性小词,根据“在某个时候”(ποτέ)的定义讨论了关于时间的有限性与永恒性的争论(包含对亚里士多德论证的批评),并依次阐明了“已经”(ἤδη)、“刚才”(ἄρτι)、“从前”(πάλαι)和“突然”(ἐξαίφνης)的含义与用法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.305#2

’ φαμὲν πρὸ χιλίων εἰ τύχοι ἐτῶν, καὶ ‘πότε ἔκλειψις γενήσεται;’ φαμὲν μετὰ τοσούτους μῆνας. ἔστιν οὖν τὸ ποτέ ὡρισμένος τις χρόνος συνάπτων πρὸς τὸ ἐνεστὼς νῦν καὶ τὸ ὅτε γέγονε τὸ πρᾶγμα. εἰ δὲ τοῦτό ἐστι τὸ ποτέ, χρόνος τις ὡρισμένος ἤτοι παρεληλυθὼς ἢ μέλλων συνάπτων πρὸς τὸ ἀκαριαῖον νῦν τὸ ἐνεστώς, οὐδεὶς δέ ἐστι χρόνος ἐνεργείᾳ λαμβανόμενος ὃς μὴ ἔστι ποτέ, εἴτε ἐπὶ τοῦ παρελθόντος λάβωμεν εἴτε ἐπὶ τοῦ μέλλοντος, ἔοικε πᾶς εἶναι χρόνος πεπερασμένος. ἆρα οὖν, φησίν, ὑπολείψει ὁ χρόνος ἢ οὔ; καί φησιν ὅτι οὐχ ὑπολείψει. εἰ γὰρ τὸ ποτέ ὑπὸ δύο νῦν περατοῦται, πᾶν δὲ νῦν καὶ ἀρχή ἐστι καί τελευτή, οὐδέποτε ὑπολείψει ὁ χρόνος, ἀλλ’ ἀεὶ ἔσται λαμβάνειν τὸ ποτέ· ὥστε οὐδέποτε ὑπολείψει. ἀλλὰ τοῦτο μὲν οὐκ ἂν συγχωρήσειέ τις μὴ βουλόμενος τὸν χρόνον ἀΐδιον εἶναι, ὅτι πᾶν νῦν τοὺς δύο λόγους ἀναδέχεται, τὸν τῆς ἀρχῆς καὶ τὸν τοῦ τέλους, ἀλλ’ ἔσται τι νῦν ὃ τέλος μὲν ἔσται, οὐκέτι δὲ ἀρχή. κατασκευάζει οὖν τὸ μὴ ὑπολείψειν τὸν χρόνον ἐκ τῆς κινήσεως· εἰ γὰρ ἀεὶ ἔστι κίνησις, φησίν, ἀνάγκη καὶ χρόνον ἀεὶ εἶναι. ὅτι δὲ ἡ κίνησις ἀεὶ ἔστιν, ἐν τῷ ὀγδόῳ ταύτης τῆς πραγματείας πειρᾶται μὲν δεικνύναι, πᾶν δὲ μᾶλλον δείκνυσιν ἢ τοῦτο,1 ὡς ἐν ταῖς σχολαῖς ἐκείνου τοῦ βιβλίου ἀπεδείξαμεν. Τὸ δὲ ἤδη, φησίν, ἐστὶ τὸ ἐγγὺς τοῦ παρόντος ἀκαριαίου νῦν, ὅπερ ἤτοι τοῦ παρελθόντος χρόνου μέρος ἐστὶν ἤτοι τοῦ μέλλοντος· λέγεται γὰρ ἐπ’ ἀμφοτέρων. λεγόντων γὰρ ‘πότε βαδίζεις;’ φημὶ ὅτι ἤδη,2 διότι οὐ πολὺ ἀφέστηκε τοῦ ἐνεστῶτος νῦν, ἀλλὰ καὶ ἐπὶ τοῦ παρελθόντος φαμὲν ὅτι ἤδη βεβάδικα, οὐδεὶς μέντοι ἐπὶ τῶν πολὺ ἀφεστηκότων χρόνων λέγει τὸ ἤδη· οὐ γὰρ ἄν τις εἴποι τὸ Ἴλιον ἤδη ἑαλωκέναι, οὐδὲ τὰ μετὰ πολὺν χρόνον ἐσόμενα ἤδη ἔσεσθαι. τί οὖν διοίσει τὸ ἤδη τοῦ πλατικοῦ νῦν; φημὶ οὖν ὅτι ἤτοι τὸ αὐτὸ δι’ ἑκατέρου δηλοῦται ὀνόματος, ἤ, εἰ μὴ τὸ αὐτὸ δηλοῦται ἀλλ’ ἔχουσί τινα πραγματειώδη διαφοράν, κατὰ τὸ ποσὸν διοίσουσιν, ὅτι τὸ πλατικὸν νῦν ἴσως ἔγγιον μᾶλλόν ἐστι τοῦ ἀκαριαίου νῦν ἤπερ τὸ ἤδη. Τὸ δὲ ἄρτι καὶ αὐτὸ μέν ἐστι τὸ ἐγγὺς τοῦ νῦν, ἀλλὰ μόνου τοῦ παρεληλυθότος ἐστὶ μέρος, οὐκέτι δὲ καὶ τοῦ μέλλοντος· ‘πότε ἦλθε;’ φαμὲν ὅτι ἄρτι, διότι ἐγγὺς ὁ χρόνος τοῦ ἐνεστῶτος νῦν, ἐπὶ μέντοι τοῦ μέλλοντος οὐδεὶς τῶν Ἑλλήνων ἐχρήσατο τῷ ἄρτι (οὐδεὶς γάρ φησιν ‘ἄρτι λούσομαι, ἄρτι βαδίσω’), ἀλλ’ ἐπὶ μόνου τοῦ παρεληλυθότος. Τὸ δὲ πάλαι ἐστί, φησί, τὸ πόρρω τοῦ ἐνεστῶτος· ‘πάλαι γέγονε τὰ Τρωικά’, ὅτι πολὺν ἀπὸ τοῦ ἐνεστηκότος διεστήκασι χρόνον. Τὸ δὲ ἐξαίφνης, φησί, λέγεται τὸ ἐν ἀναισθήτῳ χρόνῳ διὰ σμικρότητα μεταβάλλον, οἷον λέγομεν ἐξαίφνης χειμῶνα γενέσθαι, ὅταν ἐν βραχεῖ μεταβάλλῃ τὸ περιέχον καὶ διὰ τὴν βραχύτητα μὴ συναισθανώμεθα τῆς μεταβολῆς, ‘ἐξαίφνης τέθνηκεν’, ὅτι διὰ τὴν σμικρότητα τοῦ καιροῦ οὐ συνῃσθόμεθα τῆς μεταβολῆς τῆς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, ἀλλ’ οἷον ἀμέσως ἐκ τοῦ εἶναι τὸ μὴ εἶναι εἴδομεν.3

我们说,例如“一千年前”,而[问到]“何时将发生日食[或月食]?”我们说“在若干个月之后”。因此,“在某个时候”是与当前存在的“现在”以及事情发生的那时相接合的某种确定时间。如果“在某个时候”就是这个——即与当前瞬时的“现在”相接合的某种确定的过去或未来时间——且没有任何现实地被取定的时间不是“在某个时候”的,无论我们在过去中取还是在未来中取,看来所有时间都是有限的。他说,“那么时间会穷尽吗,抑或不会?”并且他说不会穷尽。因为如果“在某个时候”是由两个“现在”所界定的,而每一个“现在”既是开端又是终结,那么时间就决不会穷尽,而是始终能够取到“在某个时候”;以至于它决不会穷尽。但一个不愿时间是永恒的人不会同意这一点,即每一个“现在”都承担着这两个定义,即开端的定义和终结的定义;相反,将会存在某个“现在”,它将是终结,而不再是开端。因此,他从运动出发来确立时间不会穷尽;因为他说,如果始终有运动,必然也始终有时间。然而,关于运动始终存在,他虽然试图在这部论著的第八卷中予以证明,却表明了除此以外的任何事情,正如我们在那卷的讲义中所证明的那样。 他说,“已经”则是邻近当前瞬时“现在”者,它要么是过去时间的一部分,要么是未来时间的一部分;因为它用于两者。因为当人们说“你何时散步?”时,我说“已经[马上]”,因为这距离当前存在的“现在”不远;而在过去上我们也说“我已经散步了”。然而对于相隔很远的时间,没有任何人说“已经”;因为没有人会说伊利昂“已经”陷落了,也不会说在很久之后将存在的事情“已经”将存在。那么,“已经”与宽泛的“现在”有何不同?因此我说,要么通过每个名称表明的是同一事物;要么,如果表明的不是同一事物而是具有某种实质上的区别,它们将在数量上有所不同,即宽泛的“现在”或许比“已经”更邻近瞬时的“现在”。 而“刚才”虽然本身也是邻近“现在”者,但它仅仅是过去的一部分,而不再也是未来的一部分。[问到]“何时来的?”我们说“刚才”,因为时间临近当前存在的“现在”;然而对于未来,希腊人中没有任何人用过“刚才”(因为没有人说“我刚才将沐浴,我刚才将散步”),而仅用于过去。 他说,“从前”则是远离当前存在者:“特洛伊事件是从前发生的”,因为它们距离当前存在者隔了很长时间。 他说,“突然”是说由于微小而在不可感觉的时间中变化者,例如我们说“突然起风暴了”,是指周围环境在短暂之间发生变化,并且由于其短暂我们没有察觉到这种变化;[我们说]“他突然死了”,是因为由于时刻的微小,我们没有察觉到从存在到非存在的变化,而是仿佛直接从存在看到了非存在。

语法注3 条
  1. 4.305πᾶν δὲ μᾶλλον δείκνυσιν ἢ τοῦτο

    习语 πᾶν μᾶλλον ἤ(“除……以外的任何事”)表示强烈的否定修辞,意为亚里士多德表明了除此以外的任何事情(即根本未能证明这一点)。

  2. 4.305λεγόντων γὰρ ‘πότε βαδίζεις;’ φημὶ ὅτι ἤδη

    独立属格 λεγόντων 的逻辑主语泛指对话者(“人们”),在主句动词 φημί 之前设定了对话情境。

  3. 4.305ἐκ τοῦ εἶναι τὸ μὴ εἶναι εἴδομεν

    名词化不定词 τοῦ εἶναι 作介词 ἐκ 的受词,同样名词化的宾格不定词 τὸ μὴ εἶναι 作动词 εἴδομεν 的直接宾语,构成“从存在看到了非存在”的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:761.27-762.33