- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:760.18-761.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》第四卷第十三章(222a10),斐洛庞努斯疏解各时间副词,区分“现在”的瞬时义与宽泛义,并以线上的点为比喻阐明其如何兼作时间的连续性与划分,随后解释“在某个时候”的含义。
" Τὸ δὲ νῦν ἐστι συνέχεια χρόνου, ὥσπερ ἐλέχθη." Πρόκειται νῦν αὐτῷ περὶ τῶν χρονικῶν προσρημάτων διαλαβεῖν, τί ἕκαστον σημαίνει, οἷον τί ἐστι τὸ νῦν, τί τὸ ποτέ, τί τὸ ἤδη, τί τὸ ἄρτι, τί τὸ πάλαι, τί τὸ ἐξαίφνης. πρῶτον δὲ περὶ τοῦ νῦν διαλέγεται, καί φησι διττὸν εἶναι τὸ νῦν, τὸ μὲν ἀκαριαῖον τὸ δὲ πλατικόν. πρῶτον δὲ περὶ τοῦ ἀκαριαίου νῦν διαλέγεται, καί φησι ταῦτα ἅπερ καὶ πρότερον εἶπεν, ὅτι τὸ νῦν ἓν ὂν καὶ τὸ αὐτὸ καὶ τῆς συνεχείας ἐστὶν αἴτιον τῷ χρόνῳ καὶ τῆς διαιρέσεως· ὅταν μὲν γὰρ ὡς κοινὸν πέρας ληφθῇ ἀμφοτέρων τῶν χρόνων, τοῦ τε παρεληλυθότος καὶ τοῦ μέλλοντος, τότε συνέχει δι’ ἑαυτοῦ τὰ διάφορα τοῦ χρόνου μέρη (αὐτὸς γὰρ ἐν τῷ πέμπτῳ βιβλίῳ ὁριζόμενος τὸ συνεχὲς οὕτω φησίν, ὅτι συνεχές ἐστιν οὗ τὰ μέρη πρός τινα κοινὸν ὅρον συνάπτει· εἰ τοίνυν κοινὸς ὅρος τῶν μερῶν τοῦ χρόνου τὸ νῦν, συνέχεια ἂν εἴη τοῦ χρόνου), ὅταν μὲν οὖν ὡς ἓν ληφθῇ καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ, λέγω δὴ ὡς ἕν τι κοινὸν πέρας, τότε συνέχεια γίνεται τοῦ χρόνου, ὅταν δὲ ἓν μὲν ᾖ τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ μὴ ἓν λαμβάνηται, ἀλλὰ τοῦ μὲν τελευτὴ τοῦ δὲ ἀρχή, τότε διαίρεσις γίνεται τοῦ χρόνου. ὥσπερ καὶ ἐπὶ τῶν γραμμῶν τὰ σημεῖα· ὅταν μὲν γὰρ λάβω ἐν τῇ γραμμῇ σημεῖόν τι κατ’ ἐπίνοιαν, εἰ μὲν ἁπλῶς ὡς πέρας ἀμφοτέρων τῶν γραμμῶν αὐτὸ λάβω, οἷόν ἐστι καὶ τὸ τοῦ κύκλου κέντρον κοινόν τι πέρας ὂν πασῶν τῶν ἐξ αὐτοῦ ἐπὶ τὴν περιφέρειαν ἀγομένων εὐθειῶν, τότε συνέχειά ἐστι τῆς γραμμῆς τὸ σημεῖον, ὅταν δὲ τὸ ληφθὲν σημεῖον δύο λόγους ἀναδέξηται, οἷον τεμνομένην ἐπινοούντων ἡμῶν τὴν γραμμήν,1 καὶ τοῦ μὲν πέρας ᾖ τοῦ δὲ ἀρχή, τότε διαίρεσίς ἐστι τῆς γραμμῆς τὸ σημεῖον. οὕτως οὖν καὶ ἐπὶ τοῦ νῦν, εἰ μὲν ὡς ἕνα λόγον ἔχον λαμβάνεται τὸν τοῦ κοινοῦ πέρατος, συνέχεια γίνεται τοῦ χρόνου, ὅταν δὲ ὡς δύο λόγους ἔχον λαμβάνηται, διαίρεσις τοῦ χρόνου γίνεται. διαφέρει δὲ τὸ νῦν τοῦ σημείου τῷ τὸ μὲν σημεῖον δύνασθαι καὶ ἐνεργείᾳ λαμβάνεσθαι, τὸ δὲ νῦν οὔ·2 οὐδὲ γὰρ μένει τὸ νῦν, ἀλλ’ ἀεὶ ἐν ῥύσει ἐστί. τὸ δὲ πλατικὸν νῦν ἐστι τὸ ἐγγὺς τοῦ ἀκαριαίου νῦν, οἷον ‘πότε ἦλθεν;’ φαμὲν ὅτι νῦν, διότι ἐγγὺς ὁ χρόνος τοῦ ἀκαριαίου νῦν, καὶ ἐπὶ τοῦ μέλλοντος ὁμοίως φαμὲν ‘ἥξει νῦν’, διότι σήμερον ἥξει. τὰ δὲ πρὸ πολλοῦ γενόμενα χρόνου ἢ μετὰ πολὺν ἐσόμενα, οὔ φαμεν νῦν γενέσθαι ἢ ἔσεσθαι· τὰ γὰρ ἐν Ἰλίῳ γενόμενα οὔ φαμεν νῦν γενέσθαι, διότι πολὺς ὁ χρόνος ὁ μεταξύ, οὐδὲ τὰ μετὰ πολὺν ἐσόμενα χρόνον φαμὲν νῦν ἔσεσθαι. Τὸ δὲ ποτέ, φησί, χρόνον ὡρισμένον σημαίνει συνάπτοντα πρὸς τὸ ἀκαριαῖον νῦν τὸ ἐνεστηκός. λέγεται δὲ ἐπί τε τοῦ παρελθόντος καὶ ἐπὶ τοῦ μέλλοντος, καὶ ἀμφοτέρως ἕν τι πέρας ἔχει τὸ ἐνεστηκὸς νῦν, οἷον ‘πότε γεγόνασι τὰ Τρωικά;
“而‘现在’是时间的连续性,如前所述。” 他现在的任务是区分讨论时间性小词,即每一个词意味着什么,例如什么是“现在”,什么是“在某个时候”,什么是“已经”,什么是“刚才”,什么是“从前”,什么是“突然”。首先他讨论“现在”,并说“现在”是双重的:一种是瞬时的,另一种是宽泛的。首先他讨论瞬时的“现在”,并说了他先前也说过的这些话:即“现在”在作为一且同一的同时,既是时间连续性的原因,也是时间划分的原因;因为当它被视作过去和未来这两种时间的共同极限时,那时它便通过自身把时间的不同部分联结在一起(因为他自己在第五卷中给连续者下定义时就是这样说的,即连续者就是其各部分接合于某个共同界限的东西;因此,如果“现在”是时间的各部分的共同界限,它就会是时间的连续性)。因此,当它在基底上和定义上都被视作一时——我指的是视作某一个共同极限——那时它便成为时间的连续性;而当它在基底上是一,在定义上却不被视作一,而是作为一者的终结和另一者的开端时,那时它便成为时间的划分。 正如在直线上的点一样:因为当我在直线上依概念取某个点时,如果我单纯将其视作两条直线的极限——正如圆心也是从自身引向圆周的所有直线的一个共同极限一样——那时点就是直线的连续性;而当所取的点承担了两个定义,例如像我们构想直线被切断时那样,并且是一者的极限也是另一者的开端时,那时点就是直线的划分。因此在“现在”上也是这样:如果它被视作具有一个定义,即共同极限的定义,它就成为时间的连续性;而当它被视作具有两个定义时,它就成为时间的划分。但“现在”与点不同,在于点在现实上也能够被取定,而“现在”则不能;因为“现在”并不存留,而始终处于流变之中。 宽泛的“现在”则是临近瞬时“现在”者,例如[问到]“何时来的?”我们说“现在”,因为这个时间临近瞬时的“现在”;在未来上我们也同样说“现在就会来”,因为今天就会来。但在很久以前发生的事或很久以后将存在的事,我们并不说是“现在”发生或将存在的;因为对于发生在伊利昂的事,我们不说发生在“现在”,因为间隔的时间很大,我们也不说在很久以后将存在的事在“现在”存在。 他说,“在某个时候”意味着与当前瞬时的“现在”相接合的确定时间。它既用于过去也用于未来,且在两种情况下都以当前存在的“现在”为一个极限,例如“特洛伊事件是什么时候发生的?”
- 4.305οἷον τεμνομένην ἐπινοούντων ἡμῶν τὴν γραμμήν
ἐπινοούντων ἡμῶν 是属格独立结构,表时间或伴随状况。分词 ἐπινοούντων 支配宾格名词短语 τὴν γραμμήν,并带有作谓语性补足语的分词 τεμνομένην,整体构成“当我们构想直线正被分割时”的结构。
- 4.305τῷ τὸ μὲν σημεῖον δύνασθαι καὶ ἐνεργείᾳ λαμβάνεσθαι, τὸ δὲ νῦν οὔ
带冠词的不定式(τῷ δύνασθαι)采用与格形式,作主要动词 διαφέρει 的关系与格(差异与格),表示相异的方面。宾格 τὸ μὲν σημεῖον 作为不定式的主语,而在相对照的后半句 τὸ δὲ νῦν οὔ 中省略了 δύνασθαι λαμβάνεσθαι。
