- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:759.3-760.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《物理学》221b25–222a2,论证不可能的非存在不被时间测量因而不在时间之中,并区分了被时间包容的生灭性非存在与从未被时间包容的必然/不可能的非存在。
" Ὅλως γάρ, εἰ μέτρον ἐστὶν ὁ χρόνος κινήσεως καθ’ αὐτό." Ὅτι τὰ ἀδύνατα οὐκ ἔστιν ἐν χρόνῳ καὶ διὰ τούτων κατασκευάζει· εἰ ὁ χρόνος καθ’ αὑτὸ κινήσεώς ἐστι μέτρον, τῶν δὲ ἄλλων κατὰ συμβεβηκός, τουτέστι τῶν ὑποκειμένων τῇ κινήσει ἢ τῇ ἠρεμίᾳ πραγμάτων, τὸ δὲ ἐν χρόνῳ εἶναί ἐστι τὸ μετρεῖσθαι ὑπὸ τοῦ χρόνου, ὅσα ἄρα μήτε κινεῖται μήτε ἠρεμεῖ οὐ μετρεῖται ὑπὸ τοῦ χρόνου, τοιαῦτα δέ ἐστι καὶ τὰ ἀδύνατα (ἀκινήτως γὰρ ἔχει ἐν τῷ μὴ εἶναι), οὐκ ἄρα ὑπὸ χρόνου μετρεῖται· ὥστε οὐδὲ κατὰ συμβεβηκὸς ἐν χρόνῳ ἐστί. κατὰ συμβεβηκὸς γὰρ μετροῦνται αἱ οὐσίαι ὑπὸ τοῦ χρόνου, ὅσαι ἢ κινοῦνται ἢ ἠρεμοῦσιν· ὥστε ὅσων κίνησις οὐκ ἔστιν οὐδὲ ἠρεμία, ταῦτα οὐδὲ κατὰ συμβεβηκὸς μετρηθεῖεν ἂν ὑπὸ χρόνου· ὥστε οὐδὲ κατὰ συμβεβηκὸς ἐν χρόνῳ ἂν εἶεν.
“因为总的说来,如果时间就自身而言是运动的尺度。” 不可能的事物不在时间之中,他也通过这些[论据]予以确立:如果时间就自身而言是运动的尺度,而就偶性而言是其他事物的尺度,即运动或静止所居于其中的那些事物的尺度,并且在时间之中就是被时间测量,那么凡既不运动也不静止的事物就不被时间测量;而不可能的事物也是这样的(因为它们在不存在中处于不动的状态);因此它们不被时间测量。所以它们甚至在偶性上也绝不在时间之中。因为实体只有在或者运动或者静止时才被时间偶性地测量;因此凡既无运动也无静止的事物,甚至在偶性上也绝不可能被时间测量;所以它们甚至在偶性上也绝不可能在时间之中。
"Τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε, τὰ δὲ ἔσται, οἷον τῶν μελλόντων τι, ἐφ’ ὁπότερα περιέχει· καὶ εἰ ἐπ’ ἄμφω, ἀμφότερα καὶ ἦν καὶ ἔσται." Ὅτι τῶν μὴ ὄντων ὅσα ἐστὶν ἐν χρόνῳ, ἃ καὶ ὑπὸ τοῦ χρόνου περιέχεται, ταὐτά ἐστι τοῦ μὴ εἶναι αὐτῶν πλείων ἔσται χρόνος, τὰ μὲν ἦν καὶ οὐκέτι ἐστί, τὰ δὲ ἔσται καὶ οὔπω ἐστί, τὰ δὲ καὶ ἦν καὶ πάλιν ἔσται. τὰ μὲν οὖν παρῳχημένα περιέχει ὁ χρόνος τὸ μὴ εἶναι αὐτῶν1 κατὰ τὸν παρεληλυθότα χρόνον καθ’ ὃν ὑπῆρχε, τὰ δὲ μέλλοντα περιέχει ὁ μέλλων χρόνος καθ’ ὃν ἔσται· ὥστε πλείων ὁ χρόνος τοῦ μὴ εἶναι αὐτῶν, τῶν μὲν ἤδη γενομένων ὁ παρεληλυθὼς καθ’ ὃν ὑπῆρχε πλείων τοῦ ἀεὶ γινομένου χρόνου καθ’ ὃν οὐκ ἔστι, ἐπὶ δὲ τῶν μελλόντων πλείων τοῦ χρόνου καθ’ ὃν οὐκ ἔστιν ὁ μέλλων χρόνος καθ’ ὃν ἔσται, ἐπὶ δὲ τῶν γεγενημένων καὶ πάλιν ἐσομένων πλείων ὁ χρόνος τοῦ μὴ εἶναι αὐτῶν καθ’ ὁπότερα ἂν περιέχοι αὐτά, τὰ μὲν ἤδη γενόμενα κατὰ τὸν παρεληλυθότα καθ’ ὃν ἦν, τὰ δὲ ἐσόμενα κατὰ τὸν μέλλοντα καθ’ ὃν ἔσται. καὶ εἰ ἐπ’ ἄμφω, φησίν, ἀμφότερα, τουτέστιν εἰ ἐπ’ ἄμφω περιέχει ὁ χρόνος τὸ μὴ εἶναι αὐτῶν καὶ κατὰ τὸ παρεληλυθὸς καὶ κατὰ τὸ μέλλον, ἀμφότερα, τουτέστι καὶ ἦν πρότερον καὶ πάλιν ἔσται.
“而在非存在之物中,凡是时间所包容的,有些曾经存在(例如从前的荷马),有些将要存在(例如未来事物的某种),看[时间]在哪一方面包容它们;如果兼在两方面,则是两者兼有:它们既曾经存在也将要存在。” 这就是说,在非存在之物中,凡在时间之中的——它们也被时间所包容——正是那些时间将大于其不存在的事物;有些曾经存在而不再存在,有些将要存在而尚未存在,有些则既曾经存在又将再次存在。因此,对于已消逝的事物,时间在它们曾经存在的过去时间中包容它们的不存在;对于未来的事物,未来的时间在它们将要存在的[时间]中包容[它们];因此时间大于它们的不存在:对于已经生成的事物,它们曾存在的过去时间大于它们不在的恒常生成着的时间;而在未来的事物上,它们将存在的未来时间大于它们不在的时间;对于曾生成且将再次存在的事物,无论时间在哪一方面包容它们,时间都大于它们的不存在:已经生成的事物在它们曾存在的过去方面[被包容],将来的事物在它们将存在的未来方面[被包容]。他说“如果兼在两方面,则是两者兼有”,意思是说,如果时间在两方面都包容它们的不存在,既在过去方面又在未来方面,则是“两者兼有”,即它们既在先前存在过,又将再次存在。
"Ὧν δὲ μὴ περιέχει μηδέν,2 οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται." Τουτέστιν ἐφ’ ὧν μὴ ὄντων κατὰ μηδὲν περιέχει ὁ χρόνος τὸ μὴ εἶναι αὐτῶν, μήτε κατὰ τὸ παρεληλυθὸς μήτε κατὰ τὸ μέλλον, ταῦτα οὔτε ἦν πρότερον οὔτε ἔστι νῦν οὔτε ἔσται μετὰ ταῦτα. τίνα δέ ἐστι ταῦτα, ἐσήμανεν εἰπὼν ὧν τὰ ἀντικείμενα ἀεὶ ἔστιν, οἷον τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ, ἢ τούτου ἀεὶ ὄντος καὶ ἐξ ἀνάγκης ὄντος τὸ ἀντικείμενον τούτῳ (τοῦτο δέ ἐστι τὸ σύμμετρον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ) οὐδέποτε ἔστι καὶ ἀδύνατον αὐτὸ εἶναι. ὥσπερ οὖν τὸ εἶναι ἀσύμμετρον τὴν διάμετρον τῇ πλευρᾷ, διὰ τὸ μηδαμόθεν ὑπὸ τοῦ χρόνου περιέχεσθαι ἀλλ’ εἶναι ἀνὰ τὸν ἅπαντα χρόνον, οὐκ ἔστιν ἐν χρόνῳ, οὕτως καὶ τὸ τούτῳ ἀντικείμενον μηδέποτε ὑπάρχον οὐκ ἔχει τὸ μὴ εἶναι αὐτοῦ ἐν χρόνῳ, διὰ τὸ συμπαρεκτείνεσθαι τῷ παντὶ χρόνῳ τὴν ἀνυπαρξίαν αὐτοῦ.
“而[时间]在任何方面都不包容的那些事物,既未曾存在,现在也不存在,将来也不会存在。” 这就是说,在那些时间在任何方面都不包容其不存在的非存在事物上,既不在过去方面也不在未来方面,这些事物既在先前不存在,现在也不存在,在今后也不会存在。而这些事物究竟是什么,他通过说“那些与其对立的事物永远存在的事物”指明了。例如对角线与边不可通约;或者说,既然这是永远存在且出于必然存在的,那么与此相对立的事物(即对角线与边可通约)就绝不存在,且它存在是不可能的。因此正如对角线与边不可通约由于无论如何都不被时间所包容而贯穿于全时间存在、从而不在时间之中一样,与此相对立的事物也由于绝不成立,因而它的不存在也不在时间之中,因为它的不具有存在是与全时间共同延展的。
- 4.303περιέχει ὁ χρόνος τὸ μὴ εἶναι αὐτῶν
带冠词不定式短语 τὸ μὴ εἶναι αὐτῶν(它们的不存在/不存在的状态)充当动词 περιέχει 的直接宾语。斐洛庞奴斯由此在句法上确定了亚里士多德原文中“包容非存在”指的是时间包容事物“不存在的状态”。
- 4.304Ὧν δὲ μὴ περιέχει μηδέν
虽然 μηδέν 在理论上可以作 περιέχει 的宾语,但斐洛庞奴斯在评注开篇将其改写为 κατὰ μηδὲν περιέχει,明确将其解释为副词性宾格(“在任何方面都不/全然不”)。关系代词 ὧν 是指代非存在事物(ἐφ’ ὧν μὴ ὄντων)的属格。
