- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:757.22-759.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德221b16–23,阐明时间如何偶性地测量事物的实体,将“凡既不运动也不静止的事物均不在时间之中”的论证重构为第二格三段论,并引出下文关于非存在与时间关系的论题。
" Μετρήσει δ’ ὁ χρόνος τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν, ᾗ τὸ μὲν κινούμενον τὸ δὲ ἠρεμοῦν." Ὅτι καὶ τὰ πράγματα μετρεῖ ὁ χρόνος, οἷον τοὺς ἀνθρώπους ἢ τοὺς ἵππους καὶ πάντα ἁπλῶς, οὐ καθ’ αὑτό· οὐ γὰρ ᾗ ἄνθρωπος ὁ ἄνθρωπος μετρεῖται ὑπὸ τοῦ χρόνου, ἀλλ’ ᾗ ἔχει παράτασίν τινα κατὰ τὸ εἶναι. ὥστε καθ’ αὑτὸ τὴν κίνησιν τῶν πραγμάτων μετρεῖ ἢ τὴν ἠρεμίαν, κατὰ συμβεβηκὸς δὲ καὶ αὐτὰς τὰς οὐσίας τῶν πραγμάτων, τῷ τὸ κινούμενον ἢ τὸ ἠρεμοῦν ἢ ἄνθρωπον εἶναι ἢ λευκὸν ἢ ὁτιοῦν ἄλλο.1
“时间将测量运动之物和静止之物,测量前者在于是运动之物,测量后者在于是静止之物。” 这就是说,时间也测量事物,例如人或马以及全然一切事物,但并非就自身而言;因为人并不是就其作为人而言被时间测量的,而是就其在存在方面具有某种延展而言[被测量的]。因此,[时间]就自身而言测量事物的运动或静止,但通过运动之物或静止之物或者是人、或者是白、或者是任何别的什么事物,也偶性地测量事物的实体本身。
"Ὥστε ὅσα μὴ κινεῖται μήτε ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ· τὸ μὲν γὰρ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι χρόνῳ, ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον." Ὅτι τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα οὐκ ἔστιν ἐν χρόνῳ, κατασκευάζει συλλογισμῷ χρώμενος τοιούτῳ ἐν δευτέρῳ σχήματι· τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαί ἐστιν ὑπὸ τοῦ χρόνου, τὰ μὴ κινούμενα μήτε ἠρεμοῦντα οὐ μετρεῖται ὑπὸ τοῦ χρόνου, τὰ ἄρα μήτε κινούμενα μήτε ἠρεμοῦντα οὐκ ἔστιν ἐν χρόνῳ, ὅπερ ἔδει δεῖξαι. τούτου δὲ τοῦ συλλογισμοῦ θεὶς ὁ Ἀριστοτέλης πρότερον τὸ συμπέρασμα, τῷ εἰπεῖν ὥστε ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ, τῶν δύο προτάσεων τὴν μὲν μείζονα τὴν καταφατικὴν ἔθηκε, τὴν λέγουσαν ὅτι τὰ ἐν χρόνῳ μετρεῖται ὑπὸ τοῦ χρόνου, τὴν δὲ ἐλάττονα τὴν ἀποφατικήν, τὴν λέγουσαν τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα [οὐκ ἔστιν ἐν χρόνῳ], αὐτὴν μὲν οὐκ ἔθηκε, δι’ ἣν δέ ἐστιν ἀληθὴς αὕτη καὶ ἐξ ἧς συνάγεται τέθεικεν, ἔστι δὲ τοῦτο2 ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον, ᾧ δεῖ προσυπακοῦσαι τὸ ‘μόνον’. ὅτι δὲ κινήσεως καὶ ἠρεμίας μέτρον ὁ χρόνος, ἔδειξεν ἐν τοῖς ἔμπροσθεν. εἰ δὲ κινήσεως καὶ ἠρεμίας μόνον μέτρον ἐστὶν ὁ χρόνος, ἀληθὲς ὅτι ὅσα μήτε κινεῖται μήτε ἠρεμεῖ οὐ μετρεῖται ὑπὸ τοῦ χρόνου. συνάγεται γὰρ τοῦτο τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν·3 εἰ τὰ μετρούμενα ὑπὸ χρόνου, ταῦτα ἢ κινεῖται ἢ ἠρεμεῖ, ὅσα ἄρα μήτε κινεῖται μήτε ἠρεμεῖ, ταῦτα οὐ μετρεῖται ὑπὸ χρόνου, ἥτις ἡ ἐλάττων τε καὶ ἀποφατικὴ τοῦ συλλογισμοῦ πρότασις, ἐξ οὗ συνήχθη τὰ μήτε κινούμενα μήτε ἠρεμοῦντα μὴ εἶναι ἐν χρόνῳ.
“因此,凡既不运动也不静止的事物,都不在时间之中;因为在时间之中就是被时间测量,而时间是运动和静止的尺度。” 对于既不运动也不静止的事物不在时间之中这一点,他运用第二格中的如下三段论予以证明:在时间之中就是被时间测量;既不运动也不静止的事物不被时间测量;因此既不运动也不静止的事物不在时间之中;这正是所要证明的。亚里士多德在通过说“因此,凡既不运动也不静止的事物,都不在时间之中”而先置出了这个三段论的结论之后,在两个前提中,他给出了肯定的那个大前提,即说明在时间之中的事物被时间测量的前提;而否定的那个小前提,即说明既不运动也不静止的事物[不在时间之中]的前提本身,他并未给出,而是给出了此[小前提]赖以成立且从中被推导出来的根据;这就是“而时间是运动和静止的尺度”,在此必须补充领会“仅仅”。至于时间是运动和静止的尺度,他在前文中已经证明了。但如果时间仅仅是运动和静止的尺度,那么凡既不运动也不静止的事物不被时间测量,就是真实的。因为这是根据第二种假言[三段论]通过否定换位(换质换位)被推导出来的:如果有被时间测量的事物,这些事物要么运动要么静止;因此凡既不运动也不静止的事物,都不被时间测量;这就是该三段论中否定的那一个小前提,既不运动也不静止的事物不在时间之中正是从中被推导出来的。
"Φανερὸν οὖν ὅτι οὐδὲ τὸ μὴ ὂν πᾶν ἔσται ἐν χρόνῳ." Εἰπὼν τίνα μὲν τῶν ὄντων ἐστὶν ἐν χρόνῳ, ὅτι ὅσα κινεῖται καὶ ἠρεμεῖ, τίνα δὲ οὐκ ἔστιν, ὅτι τὰ ἀντικείμενα τούτοις, βούλεται νῦν αὐτὸ τοῦτο δεῖξαι καὶ ἐπὶ τῶν μὴ ὄντων, ὅτι ὅσα μὲν ἀδύνατά ἐστι τῶν μὴ ὄντων, ταῦτα οὐκ ἔστιν ἐν χρόνῳ, ὅσα δὲ ἐνδεχομένως οὐκ ἔστι, ταῦτά ἐστιν ἐν χρόνῳ.
“因此显然,非存在也并非全都将在时间之中。” 在说明了存在之物中有哪些在时间之中(即凡运动和静止的事物),有哪些不在时间之中(即与这些相对立的事物)之后,他现在希望在非存在的事物上也表明这一点:非存在之物中凡属不可能的事物都不在时间之中,而凡属偶然地不存在的事物则在时间之中。
- 4.299τῷ τὸ κινούμενον ἢ τὸ ἠρεμοῦν ἢ ἄνθρωπον εἶναι ἢ λευκὸν ἢ ὁτιοῦν ἄλλο
带冠词不定式结构(与格 τῷ + 不定式)在此作原因状语。不定式 εἶναι 的逻辑主语为宾格短语 τὸ κινούμενον ἢ τὸ ἠρεμοῦν,而 ἄνθρωπον、λευκόν 及 ὁτιοῦν ἄλλο 则作为并列的表语宾格。
- 4.300δι’ ἣν δέ ἐστιν ἀληθὴς αὕτη καὶ ἐξ ἧς συνάγεται τέθεικεν, ἔστι δὲ τοῦτο
关系代词 ἣν 与 ἧς 的先行词被省略(即作为小前提依据的命题),该先行词整体充当主句动词 τέθεικεν 的直接宾语。接下来的句式 ἔστι δὲ τοῦτο 则承前指明该根据的具体内容。
- 4.300τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν
表示方式或手段的与格术语。ἡ σὺν ἀντιθέσει ἀντιστροφή 指带有对立(否定)的换位法,即换质换位法(对偶),κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν 指“按照假言三段论的第二式(否定后件律)”。
