- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:756.10-757.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》221b9–14,解释了尽管时间是运动的尺度,但静止为何也能在时间之中;阐明在时间之中的“静止”并非单纯的不动,而是天生适于运动之物对运动的丧失;并阐释了“在数目(时间)之中”的含义。
" Οὐ γὰρ ὥσπερ τὸ ἐν κινήσει ὂν ἀνάγκη κινεῖσθαι, οὕτω καὶ τὸ ἐν χρόνῳ· οὐ γὰρ κίνησις ὁ χρόνος." Ἐπειδὴ ἠπόρησεν ἄν τις, πῶς ἐστιν ὁ χρόνος μέτρον ἠρεμίας (εἰ γὰρ καὶ κινήσεως ἀριθμὸς ὁ χρόνος, οὐ μόνον δὲ ἡ κίνησις ἐν χρόνῳ ἐστὶν ἀλλὰ καὶ ἡ ἠρεμία, δόξειεν ἂν καὶ ἡ ἠρεμία ἐν κινήσει εἶναι, εἴπερ ἡ ἠρεμία μὲν ἐν χρόνῳ ὁ δὲ χρόνος ἐν κινήσει ἐστί), φησὶν οὖν ὅτι οὐχ ὥσπερ τὸ ἐν κινήσει ὂν ἀνάγκη κινεῖσθαι, οὕτω καὶ τὸ ἐν χρόνῳ ὂν κινεῖσθαι ἀνάγκη. εἰ μὲν γὰρ ταὐτὸν ἦν ὁ χρόνος τῇ κινήσει, ἀνάγκη ἦν τὸ ἐν χρόνῳ ὂν εὐθὺς καὶ κινεῖσθαι, νῦν δὲ οὐκ ἀνάγκη τὸ ἔν τινι ὑπάρχον, ἤδη καὶ ἐν ἐκείνῳ εἶναι, ᾧ ἐκεῖνο συμβέβηκεν·1 οὐ γὰρ τὸ ἐν τῷ γλυκεῖ ὑπάρχον ἀνάγκη καὶ ἐν μέλιτι ὑπάρχειν, ἐπειδὴ συμβέβηκε τῷ μέλιτι τὸ γλυκύ, οὐδὲ τὸ ἐν λευκῷ ὑπάρχον ἀνάγκη καὶ ἐν ψιμμυθίῳ εἶναι. οὕτως οὐδὲ τὸ ἐν χρόνῳ ὂν ἀνάγκη καὶ ἐν κινήσει εἶναι, ἐπειδὴ συμβέβηκε τῇ κινήσει ὁ χρόνος· τὸ γοῦν ἐν ἡμέρᾳ ὂν οὐκ ἀνάγκη καὶ ἐν τῇ κυκλοφορίᾳ τοῦ οὐρανοῦ εἶναι, ἐπειδὴ μέτρον ἐστὶ τῆς περιφορᾶς τοῦ οὐρανοῦ· ἔστι γὰρ ἐν ἡμέρᾳ ἠρεμεῖν, καὶ οὐ δήπου τὸ ἠρεμοῦν ἐν κινήσει ἐστίν. οὕτως οὖν οὐδὲ ἄτοπον ἢ ἀδύνατον ἐν τῷ χρόνῳ καὶ κίνησιν εἶναι καὶ ἠρεμίαν.
“因为并非如在运动之中的事物必然运动那样,在时间之中的事物也如此;因为时间并不是运动。” 既然有人可能会提出疑难:时间怎会是静止的尺度(因为即使时间是运动的数目,不仅运动在时间之中,而且静止也在时间之中,如果静止在时间之中而时间在运动之中,静止似乎也会在运动之中了),所以他说,并非如在运动之中的事物必然运动那样,在时间之中的事物也必然运动。因为如果时间与运动同一,在时间之中的事物就必然立刻也在运动;但实际上,存在于某物之中的事物,没有必然性也已经在该物作为偶性所从属的事物之中。因为存在于甜之中的事物,并没有必然性也存在于蜂蜜之中,尽管甜是蜂蜜的偶性;存在于白之中的事物,也没有必然性也在铅白之中。同样地,在时间之中的事物,并没有必然性也在运动之中,尽管时间是运动的偶性。无论如何,在一日之中的事物,并没有必然性也在天球的周行运转之中,尽管一日是天球周行的尺度;因为在一日之内静止是可能的,而静止之物断然不在运动之中。因此,这样看来,运动和静止都在时间之中,既非荒谬也非不可能。
"Οὐ γὰρ πᾶν τὸ ἠρεμοῦν, ἀλλὰ τὸ ἐστερημένον κινήσεως πεφυκὸς δὲ κινεῖσθαι." Ἐπειδὴ εἶπεν ἐνδέχεσθαι ἐν ἀριθμῷ κινήσεως εἶναι “καὶ τὸ ἠρεμοῦν”, ἵνα μή τις εἴπῃ ‘τί οὖν; ἐπειδὴ καὶ τὸ κέντρον τοῦ παντὸς ἠρεμεῖ καὶ οἱ πόλοι, ἤδη καὶ ταῦτα ἐν χρόνῳ εἰσί;’ διὰ τοῦτό φησιν ὅτι οὐ τοῦτο εἶπον, ὅτι εἴ τί ἐστιν ἀκίνητον, τοῦτο ἐνδέχεται ἐν χρόνῳ εἶναι· ἠρεμοῦν γάρ ἐστιν οὐ τὸ ἀκινητίζον, ἀλλὰ τὸ πεφυκὸς μὲν κινεῖσθαι μὴ κινούμενον δέ,2 οἱ δὲ πόλοι καὶ τὰ κέντρα ἀκίνητά ἐστιν, οὐ μέντοι ἠρεμεῖ (οὐδὲ γὰρ πέφυκε κινεῖσθαι), ὥστε οὐδὲ ἐν χρόνῳ ἐστί· τὸ γὰρ ἠρεμοῦν ἐν χρόνῳ, οὐ τὸ ἀκίνητον, ἠρεμοῦν δέ ἐστι τὸ πεφυκὸς μὲν κινεῖσθαι μὴ κινούμενον δέ.
“因为并非一切静止之物,而是虽丧失运动却天生适于运动之物[才在时间之中]。” 既然他说“静止之物也”可能在运动的数目之中,为了不让人说“那又怎样呢?既然全宇宙的中心也在静止,两极也在静止,难道这些也已经在时间之中了吗?”为此他说,自己并未说过这样的话:凡是不动之物,都可能在时间之中。因为静止之物并非单纯不动的物,而是天生适于运动却不运动之物;而两极和中心是不动的,然而并非处于静止(因为它们天生就不适于运动),因而它们甚至不在时间之中。因为在时间之中的是静止之物,而非不动之物;而静止之物乃是天生适于运动却不运动之物。
"Τὸ δὲ εἶναι ἐν ἀριθμῷ ἐστι τὸ εἶναί τινα ἀριθμὸν τοῦ πράγματος." Ἐπειδὴ εἶπεν ὅτι ‘ἐνδέχεται καὶ τὸ ἠρεμοῦν ἐν ἀριθμῷ εἶναι κινήσεως’, πῶς λέγεταί τινα ἐν ἀριθμῷ εἶναι πάλιν λέγει, ὅτι τὸ ἀριθμόν τινα αὐτῶν εἶναι, λέγω δὴ τὸ ἠριθμῆσθαι αὐτὰ ἢ κατὰ τὸ πλῆθος τῶν ὑποκειμένων, ὡς λέγομεν τοὺς δέκα ἵππους ἐν ἀριθμῷ εἶναι, ἤγουν τὸ 〈τὸ〉 εἶναι αὐτὸ ἠριθμημένον ἔχειν,3 ὡς λέγομεν τὸν Τρωικὸν πόλεμον ἐν ἀριθμῷ τινι χρόνου γεγενῆσθαι· ἐν δέκα γὰρ ἔτεσιν. ἐπεὶ οὖν τοῦτό ἐστι τὸ ἐν ἀριθμῷ εἶναι, ἀριθμὸς δέ τις καὶ ὁ χρόνος, τοῦτο ἂν εἴη τὸ ἐν χρόνῳ εἶναι, τὸ ἔχειν τινὰ χρόνον ἀριθμοῦντα τὸ εἶναι τοῦ πράγματος, ὥσπερ φαμὲν ἐν χρόνῳ γεγενῆσθαί τινι τὰ Τρωικὰ καὶ Ὅμηρον τῷ γεγονέναι μόριόν τι τοῦ χρόνου ἐν ᾧ ὑπῆρχεν. οὕτως οὖν καὶ ἡ ἠρεμία ἐν χρόνῳ λέγεται εἶναι, τῷ εἶναί τινα χρόνον ἐν ᾧ τὸ εἶναι ἔχει ἡ ἠρεμία.
“而在数目之中,就是说该事物有某种数目。” 既然他说过“静止之物也可能在运动的数目之中”,他再次说明何谓某物在数目之中:即有它们的某种数目,我指的是它们要么按照载体的数量被计数,如我们说十匹马在数目之中;要么其存在本身作为被计数的而具有,如我们说特洛伊战争发生在某种时间的数目之中,即在十年之中。既然在数目之中就是如此,而时间也是一种数目,那么在时间之中就应当是:拥有某种计量该事物存在的时间,正如我们说特洛伊事件和荷马发生在某个时间之中,是由于他所存在于其中的时间的某个部分发生了。因此,静止之所以也被说成在时间之中,正是由于存在着静止在其中具有其存在的某种时间。
- 4.296οὐκ ἀνάγκη τὸ ἔν τινι ὑπάρχον, ἤδη καὶ ἐν ἐκείνῳ εἶναι, ᾧ ἐκεῖνο συμβέβηκεν
该句的主语是带有定冠词的分词短语 τὸ ἔν τινι ὑπάρχον(存在于某物之中的事物),同时作为表语不定词 εἶναι 的主语。在关系分句 ᾧ ἐκεῖνο συμβέβηκεν 中,代词 ἐκεῖνο 指向先行短语 ἔν τινι 中的不定代词 τι(偶性属性,如甜或时间),而关系代词与格 ᾧ 则照应 ἐκείνῳ(该属性所从属的基底,如蜂蜜或运动)。
- 4.297ἠρεμοῦν γάρ ἐστιν οὐ τὸ ἀκινητίζον, ἀλλὰ τὸ πεφυκὸς μὲν κινεῖσθαι μὴ κινούμενον δέ
这是 οὐ τὸ ἀκινητίζον, ἀλλὰ τὸ πεφυκός... 的对照结构。动词 ἀκινητίζω(不动)的名词化分词与完成时分词 πεφυκός(天生具有……性质)加否定现在分词 μὴ κινούμενον(不运动)形成对比,在句法上精确表达了“单纯不动者”与“作为欠能状态的静止(天生能动而未动)”之间的概念区分。
- 4.298ἤγουν τὸ 〈τὸ〉 εἶναι αὐτὸ ἠριθμημένον ἔχειν
由 ἤγουν(或者)引导的第二种解释。通过校勘添加的第二个定冠词 〈τὸ〉,构成了定冠词不定词短语 〈τὸ〉 εἶναι αὐτό(其存在本身),它作不定词 ἔχειν 的直接宾语,而完成时被动分词 ἠριθμημένον(被计数的)则作宾语补足语/述语分词,构成类似迂回完成式的结构。
