← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§755.12-756.9

非存在中在时间中与不在时间中的事物

菲洛波庞确立了既不运动也不静止的事物不在时间之中,进而阐明在非存在之物中,不可能者与必然者处于时间之外,而可变(偶然)的非存在(分为三类)则在时间之中,最后指出了关于“偶性地”的异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.295#2

οὔκουν οὐδὲ ἐν χρόνῳ ἂν εἶεν ταῦτα, εἴ γε ἐν χρόνῳ ταῦτα λέγεται, τὰ μετρούμενα ὑπὸ τοῦ χρόνου καθὸ κινεῖται ἢ ἠρεμεῖ· οὐ μετρεῖται δὲ τὰ τοιαῦτα ὑπὸ τοῦ χρόνου, ἐπεὶ μηδὲ κινεῖται μηδὲ ἠρεμεῖ· οὐδ’ ἄρα ἐν χρόνῳ ἂν εἶεν. τίνα μὲν οὖν τῶν ὄντων ἐν χρόνῳ ἐστί, τίνα δ’ οὐκ ἔστιν ἐν χρόνῳ εἰπών, ἐφεξῆς δείκνυσι καὶ τῶν μὴ ὄντων τίνα μὲν ἂν εἴη ἐν χρόνῳ, τίνα δὲ οὐκ ἂν εἴη. ὅσα μὲν οὖν, φησί, τῶν μὴ ὄντων κατὰ τὸ ἀδύνατον θεωρεῖται, ταῦτά τε καὶ τὰ ἀντικείμενα αὐτοῖς οὐ λέγονται εἶναι ἐν χρόνῳ, ἀλλ’ ἀίδια ἢ ἔστιν ἢ οὐκ ἔστιν. οἷον τὸ τοῦ τετραγώνου τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον εἶναι τῶν ἀδυνάτων ἐστί· διὰ τοῦτο οὖν λέγεται ἐν χρόνῳ τοῦτο μὴ εἶναι, ἐπειδὴ οὐκ ἔστι τῆς ἀνυπαρξίας αὐτοῦ πλείονα λαβεῖν χρόνον. ἐπειδὴ οὖν τὸ μὴ εἶναι τούτου οὐκ ἔστιν ἐν χρόνῳ, ἐξ ἀνάγκης οὐδὲ τὸ ἀντικείμενον αὐτῷ ὂν ἐν χρόνῳ ἂν εἴη, λέγω δὴ τὸ εἶναι τὴν διάμετρον τῇ πλευρᾷ ἀσύμμετρον· οὐκ ἔστι γὰρ τῆς ὑπάρξεως αὐτοῦ μείζονα λαβεῖν χρόνον· ἀεὶ γὰρ τοῦτο οὕτως ἔχει. τὸ μὲν οὖν ἀδύνατον τῶν μὴ ὄντων οὐκ ἔστιν ἐν χρόνῳ, ἐπειδὴ οὐδὲ τὸ ἀντικείμενον αὐτῷ, λέγω δὴ τὸ ἐξ ἀνάγκης ὄν, οὐκ ἔστιν ἐν χρόνῳ, ἀλλὰ τοῦ μὲν ἡ ὕπαρξις ἀίδιος τοῦ δὲ ἡ ἀνυπαρξία, τῶν δὲ μὴ ὄντων ὅσα ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι δύναται, ταῦτα δὴ ἐν χρόνῳ ἂν εἴη. τούτων δὲ τριττή τίς ἐστιν ἡ διαφορά· τῶν γὰρ ἐνδεχομένως μὴ ὄντων τὰ μὲν ἤδη γέγονε καὶ οὐκ ἔστιν, οἷον Ὅμηρος, τὰ δὲ μέλλει καὶ οὔπω ἐστίν, οἷον τὸ γενήσεσθαι ἔκλειψιν ἢ ἄλλο τι τῶν μελλόντων, τὰ δὲ καὶ ἤδη γέγονε καὶ πάλιν ἔσται, οἷον τὸ ἀνατεῖλαι τὸν ἥλιον καὶ ἤδη γέγονε καὶ πάλιν ἔσται. πάντα οὖν τὰ οὕτως μὴ ὄντα ἐν χρόνῳ ἐστίν, ἐπειδὴ ἔστι μείζονα χρόνον λαβεῖν τοῦ μὴ εἶναι αὐτῶν τὸν χρόνον καθ’ ὃν ἦσαν.1 φημὶ οὖν καθόλου ἐπί τε τῶν ὄντων καὶ τῶν μὴ ὄντων, ὅτι ὅσα μὲν ἀναγκαῖά ἐστιν ἢ ἀδύνατα, ταῦτα οὐκ ἔστιν ἐν χρόνῳ (τὰ μὲν γὰρ ἀεὶ ἔστι, τὰ δὲ ἀεὶ οὐκ ἔστιν), ὅσα δὲ ἐνδεχομένως ἔχει τῶν ὄντων καὶ μὴ ὄντων, ταῦτα ἐν χρόνῳ ἢ εἰσὶν ἢ οὐκ εἰσί,2 τὰ μὲν ὄντα, διότι ἔστι τις χρόνος πλείων τοῦ εἶναι αὐτῶν καθ’ ὃν οὐκ εἰσί, τὰ δὲ μὴ ὄντα, διότι ἔστι τις πλείων χρόνος τοῦ μὴ εἶναι αὐτῶν καθ’ ὃν εἰσίν. Ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον κατὰ συμβεβηκός. ἰστέον ὅτι τὰ πολλὰ τῶν βιβλίων οὐκ ἔχει τὸ κατὰ συμβεβηκός, ἀλλ’ οὐδὲ ὁ Ἀλέξανδρος αὐτοῦ μέμνηται.

因此,这些事物甚至不会在时间之中,如果说“在时间之中”确实是对这些事物而言的——即在运动或静止的范围内被时间测度的事物。但此类事物不被时间所测度,因为它们既不运动也不静止;所以它们也不会在时间之中。既然他已经说明了在存在之物中哪些在时间之中,哪些不在时间之中,接下去他便指明在非存在之物中,哪些会在时间之中,而哪些不会。他说,在非存在之物中凡被视为不可能者,无论是这些事物还是与它们对立的事物,都不被说成在时间之中,而是永恒地存在或不存在。例如,正方形的对角线与边可通约属于不可能之事;因此,这一情况之所以被说成不在时间之中,是因为不可能取得多于其非存在的时间。既然这一情况的不存在不在时间之中,那么必然地,与它对立的“存在”也不会在时间之中,我指的是对角线与边不可通约;因为不可能取得大于其存在的时间;因为这始终是如此的。因此,非存在之物中的不可能者不在时间之中,因为与它对立者,即出于必然存在者,也不在时间之中;毋宁说,后者的存在与前者的非存在是永恒的。但在非存在之物中,凡能够有时存在而有时不存在者,这些事物确实会在时间之中。而这些事物之间的区别是三重的:因为在可能地不存在之物中,有些已经发生而现在不存在,例如荷马;有些即将发生而尚未存在,例如日食将发生或任何其他未来的事物;有些则既已发生并将再次存在,例如太阳升起既已发生也将再次发生。因此,凡以这种方式不存在的事物都在时间之中,因为能够取得比它们的不存在更大的时间,即它们曾经存在的时间。因此,关于存在之物和非存在之物我普遍地说:凡必然的或不可能的事物,这些都不在时间之中(因为前者始终存在,而后者始终不存在);而在存在之物与非存在之物中凡处于可能状态者,这些事物在时间之中要么存在,要么不存在:存在之物是因为存在某个大于它们的存在的时间,在其间它们不存在;而非存在之物是因为存在某个大于它们的不存在的时间,在其间它们存在。 “既然时间是运动的尺度,它偶性地也将是静止的尺度。” 应当知道,大多数抄本并没有“偶性地”,而且亚历山大也没有提及它。

语法注2 条
  1. 4.295ἐπειδὴ ἔστι μείζονα χρόνον λαβεῖν τοῦ μὴ εἶναι αὐτῶν τὸν χρόνον καθ’ ὃν ἦσαν

    τοῦ μὴ εἶναι αὐτῶν 是由比较级 μείζονα 引导的比较属格。与表示可能的无人称动词 ἔστι 搭配的不定式 λαβεῖν 带有一个宾语与宾补(或同位语)结构,即 τὸν χρόνον καθ’ ὃν ἦσαν(它们曾经存在的时间)与 μείζονα χρόνον(更大的时间),全句意为“能够将它们曾经存在的时间作为大于其非存在的时间来取得”。

  2. 4.295τὰ μὲν ὄντα, διότι ἔστι τις χρόνος πλείων τοῦ εἶναι αὐτῶν καθ’ ὃν οὐκ εἰσί

    τὰ μὲν ὄντα 是悬空对格(或独立主格),承接并细分前一句中的主语,暗指其“在时间之中”。在 πλείων τοῦ εἶναι αὐτῶν 中,τοῦ εἶναι αὐτῶν 是比较属格,关系从句 καθ’ ὃν οὐκ εἰσί 修饰 πλείων χρόνος,结构为“存在某个大于它们的存在的时间,在其间它们并不存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:755.12-756.9