- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:754.6-755.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《物理学》221b7,解释了时间如何像认知把握缺失那样测度静止,主张与其说时间“偶性地”不如说“依其他事物”测度静止,并指出凡既不运动也不静止的事物都不被时间所测度。
" Ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔστι καὶ ἠρεμίας μέτρον κατὰ συμβεβηκός." Εἴπομεν ἐν τοῖς ἔμπροσθεν, ὅτι πρόκειται αὐτῷ δεῖξαι ὡς οὐ μόνον κινήσεώς ἐστι μέτρον ὁ χρόνος, ἀλλὰ καὶ ἠρεμίας. καὶ τοῦτο εἰκότως, ἐπεὶ καὶ πᾶσα γνῶσις οὐ μόνον τῶν εἰδῶν ἐστιν ἀντιληπτική, ἀλλὰ καὶ τῶν στερήσεων· καὶ γὰρ ὁ ὀφθαλμὸς γινώσκει οὐ μόνον τὸ φῶς, ἀλλὰ καὶ τὸ σκότος, ἀλλὰ τὸ μὲν φῶς καθ’ αὑτὸ γινώσκει, τὸ δὲ σκότος τῇ ἀποφάσει τῇ πρὸς τὸ φῶς. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καὶ ὁ κανὼν δὲ κρίνει τὸ εὐθὺ καὶ τὸ καμπύλον, ἀλλὰ τὸ μὲν εὐθὺ καθ’ αὑτὸ κρίνει τῷ ἐφαρμόζειν αὐτῷ, τὸ δὲ καμπύλον τῇ ἀποφάσει τοῦ εὐθέος· ὡς γὰρ μὴ ἐφαρμόζων κρίνει οὐκ ἐπιβλητικῶς οὐδὲ καταφατικῶς, ἀλλ’ ἀρνητικῶς καὶ ἀποφατικῶς. οὕτως οὖν καὶ ὁ χρόνος οὐ μόνον κινήσεώς ἐστιν ἀριθμός, ἀλλὰ καὶ ἠρεμίας, ἀλλὰ κινήσεως μὲν καθ’ αὑτό, τῷ μετρεῖν τὴν παράτασιν αὐτῆς καὶ οἷον συμπαρατείνεσθαι αὐτῇ, τῆς δὲ ἠρεμίας, φησί, κατὰ συμβεβηκός. μᾶλλον δὲ κυριώτερον εἰπεῖν ‘κατ’ ἄλλο’· τῷ γὰρ τὴν κίνησιν μετρεῖν, ἐπειδὴ ἐν ὅσῳ ἄλλο τι κινεῖται ἄλλο τι ἐνδέχεται ἠρεμεῖν, τὴν κίνησιν μετρῶν ὁ χρόνος τῷ μετρεῖν τὴν κίνησιν ταύτῃ μετρεῖ καὶ τὴν ἠρεμίαν. φαμὲν γὰρ ἡμερησίαν εἶναι τὴν ἠρεμίαν ἢ ἐνιαυσιαίαν διότι ἐπὶ τοσοῦτον χρόνον ἠρέμησεν, ἐφ’ ὅσον ἄλλο ἐκινήθη, οὐ καθ’ αὑτὸ θεωρουμένης τῆς παρατάσεως ἐν τῇ ἠρεμίᾳ, ἀλλὰ κατ’ ἄλλο· τῷ γὰρ ἄλλο τι ἐν παρατάσει γενέσθαι, ταύτῃ παράτασιν ἔχειν καὶ ἡ ἠρεμία λέγεται. καλῶς δὲ ἡμῖν εἴρηται, ὅτι οὐ κατὰ συμβεβηκὸς μετρεῖ τὴν ἠρεμίαν ὁ χρόνος, ἀλλὰ κατ’ ἄλλο, τῷ τὴν κίνησιν μετρεῖν· εἰ γὰρ κατὰ συμβεβηκὸς ἐμέτρει τὴν ἠρεμίαν καθ’ αὑτὸ μετρῶν τὴν κίνησιν, ἔδει συμβεβηκέναι τῇ κινήσει τὴν ἠρεμίαν (τοιαῦτα γὰρ ἐδείκνυτο ἐν τοῖς ἔμπροσθεν ὄντα οἷς κατὰ συμβεβηκὸς ὑπῆρχέ τι), νῦν δὲ οὐ συμβέβηκε τῇ κινήσει ἡ ἠρεμία, οὐκ ἄρα κατὰ συμβεβηκὸς μετρεῖ τὴν ἠρεμίαν· ἀλλὰ μὴν οὐδὲ καθ’ αὑτό· λείπεται ἄρα κατ’ ἄλλο· τῷ γὰρ μετρεῖν τὴν κίνησιν, ταύτῃ μετρεῖ καὶ τὴν ἠρεμίαν. οὐ μόνον δέ, φησί, μετρεῖ τὴν κίνησιν καὶ τὴν ἠρεμίαν ὁ χρόνος, ἀλλὰ καὶ αὐτὰ τὰ κινούμενα καὶ τὰ ἠρεμοῦντα κατὰ συμβεβηκὸς μετρεῖ, λέγω δὴ αὐτὰς τὰς οὐσίας· τῷ γὰρ μετρεῖν τὴν κίνησιν αὐτῶν καὶ τὴν ἠρεμίαν, ταύτῃ λέγοιτο ἂν καὶ αὐτὰ μετρεῖν κατὰ συμβεβηκός, διότι τῷ κινουμένῳ συμβέβηκεν ἀνθρώπῳ εἶναι1 ἢ οὐρανῷ ἢ ἄλλῳ ᾧτινιοῦν. καὶ εἰ ὁ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον ἐστίν, ὅσα ἄρα τῶν ὄντων μήτε κινεῖται μήτε ἠρεμεῖ, ταῦτα οὐ μετρεῖται ὑπὸ χρόνου, οἷον τὰ κέντρα καὶ οἱ πόλοι, καὶ προσέτι ψυχαὶ καὶ ἄγγελοι καὶ τὰ τοιαῦτα· ἐξήρηται γὰρ ταῦτα κινήσεως καὶ ἠρεμίας, ὥστε οὐδ’ ἂν ὑπὸ χρόνου μετροῖτο.
“既然时间是运动的尺度,它偶性地也是静止的尺度。” 我们在前面说过,对于他而言,任务在于表明时间不仅是运动的尺度,而且也是静止的尺度。而这是理所当然的,因为一切认知能力不仅能把握形式,而且能把握缺失;因为眼睛确实不仅认识光,而且认识暗,但它认识光是就其自身而言的,而认识暗则是通过相对于光的否定。在其他事物上同样如此。直尺也能判定直与曲,但它判定直是就其自身而言、通过与其吻合而判定的,而判定曲则是通过对直的否定判定的;因为作为不吻合者,它是非直接地且非肯定地判定,而是反面地且否定地判定的。因此,时间同样不仅是运动的数,而且也是静止的数,但作为运动的数是就其自身而言的,是通过测度其延展并可以说是与其共同延展的,而作为静止的数,如他所说,则是偶性地。然而,更恰当的说法毋宁是“依其他事物”;因为通过测度运动,既然在某另一物运动的同时允许有别的事物处于静止,时间在测度运动的同时,通过测度运动,便以这种方式也测度了静止。因为我们之所以说某次静止是一天的长短或一年的长短,是因为它静止了另一物运动的那样长的时间,这一延展并非在静止自身之中被考察,而是依其他事物被考察的;因为是通过另一物处于延展之中,以这种方式静止才被说成具有延展的。而我们所说的并非不妥,即时间测度静止并非偶性地,而是“依其他事物”,通过测度运动来进行的;因为如果在就自身测度运动的同时偶性地测度静止,静止就必须曾经作为偶性属于运动(因为在前面表明,偶性地具有某属性的事物正是如此的),但实际上静止并非运动的偶性,所以它不是偶性地测度静止;然而也不是就自身而言的;于是剩下的就是“依其他事物”;因为通过测度运动,它以这种方式也测度了静止。并且他说,时间不仅测度运动与静止,而且还偶性地测度运动者与静止者本身,我指的是实体本身;因为通过测度它们的运动与静止,以这种方式也可以被说成是偶性地测度了它们本身,因为对于运动之物而言,作为人存在,或作为天存在,或作为任何别的事物存在,都是偶性的。并且,如果时间是运动与静止的尺度,那么在存在之物中凡既不运动也不静止者,这些事物就都不被时间所测度,例如中心与极点,此外还有灵魂与天使以及诸如此类的事物;因为这些事物脱离了运动与静止,因而也不会被时间所测度。
- 4.295τῷ κινουμένῳ συμβέβηκεν ἀνθρώπῳ εἶναι
非人称动词 συμβέβηκε 与作为逻辑主语的与格 τῷ κινουμένῳ 以及带有表语名词的动词不定式 εἶναι 构成的句式。表语名词(ἀνθρώπῳ 等)与不定式的与格主语在格上保持一致(与格吸引)。
