- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:752.3-754.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》221a21–221b5,通过定义换位所导致的荒谬(天在粟粒之中)论证了“在时间之中”绝非单纯的“共存”,并阐明在时间之中必然蕴含着被时间所超越、衰老与毁灭,进而指出永恒之物因不受时间影响而不在时间之中。
" Εἰ γὰρ ἔσται τὸ ἔν τινι οὕτως, πάντα τὰ πράγματα ἐν ὁτῳοῦν ἔσται, καὶ ὁ οὐρανὸς ἐν τῇ κέγχρῳ." Ὅτι τὸ ἐν χρόνῳ οὐκ ἔστι τὸ εἶναι τότε ὅτε ὁ χρόνος ἐστί, δείκνυσι. τὸ γὰρ ἐν χρόνῳ ἔν τινί ἐστι, πάλιν τὸ ἐν χρόνῳ ἐστὶ τὸ εἶναι τότε ὅτε καὶ αὐτός ἐστι, τὸ ἔν τινι ἄρα ἐστὶ τὸ εἶναι τότε ὅτε καὶ αὐτό ἐστιν. εἰ δὲ τοῦτό ἐστι τὸ ἔν τινι, καὶ τοῦτο χαρακτηριστικόν ἐστι τοῦ ἔν τινι, τὸ εἶναι τότε ὅτε καὶ αὐτό ἐστι, τουτέστι τὸ συνυπάρχειν καὶ ἅμα εἶναι, δῆλον ὅτι καὶ ἀντιστρέψει ὁ λόγος, καὶ ὅπερ συνυφέστηκέ τινι καὶ ἔστι τότε ὅτε κἀκεῖνό ἐστιν, ἐν ἐκείνῳ ἂν εἴη. ἐπεὶ οὖν ὅτε ἐστὶν ἡ κέγχρος, τότε καὶ ὁ οὐρανός ἐστιν, ἐν τῇ κέγχρῳ ἂν εἴη ὁ οὐρανός. καὶ ἐπειδὴ τότε ἐστὶν ὁ ἀμφορεὺς ὅτε καὶ ἡ θάλασσα, ἐν τῷ ἀμφορεῖ ἂν εἴη ἡ θάλασσα. ὥστε εἰ ταῦτα ἀδύνατα, οὐκ ἂν εἴη τὸ ἔν τινι τοῦτο, τὸ συνυπάρχον αὐτῷ. καὶ μή τις τῇ ἀντιστροφῇ μεμφέσθω, διότι τὴν καθόλου καταφατικὴν πρὸς ἑαυτὴν ἀντεστρέψαμεν·1 πρῶτον μὲν γὰρ τέως ἰστέον, ὅτι εἰ μὴ χρησόμεθα τῇ ἀντιστροφῇ, οὐκ ἂν συνάξωμεν τὸ ἄτοπον, τὸ ἐν τῇ κέγχρῳ τὸν οὐρανὸν εἶναι (οὐδὲ γὰρ δώσει τις τοῦτο, ἀλλ’ ὅτι πᾶν μὲν τὸ ἔν τινι καὶ εἶναι ἀνάγκη τότε ὅτε κἀκεῖνό ἐστιν, οὐ μέντοι τὸ συνυφεστηκός τινι ἤδη καὶ ἐν ἐκείνῳ ἐστίν· ὁ οὐρανὸς οὖν ὢν ὅτε καὶ ἡ κέγχρος ἐστίν, οὐκ ἀναγκάζεται ἐκ τοῦ λόγου ἐν τῇ κέγχρῳ εἶναι), τῆς δὲ ἀντιστροφῆς γενομένης, συνάγεται· εἰ γὰρ τοῦτό ἐστι τὸ ἔν τινι, τὸ εἶναι τότε ὅτε κἀκεῖνό ἐστι, καὶ τὸ τότε ὂν δηλονότι ὅτε ἄλλο τί ἐστιν, ἐν ἐκείνῳ ἂν εἴη, τούτου δὲ ὄντος, ἀνάγκη τὸν οὐρανὸν ἐν τῇ κέγχρῳ εἶναι. ἀναγκαίως δὲ πρὸς ἑαυτὴν ἀντεστρέψαμεν τὴν καθόλου, ἐπεὶ καὶ τὸ ὁριστικὸν τοῦ εἶναι ἑκάστου ἀντιστρέφει πρὸς αὐτὸ ἐκεῖνο· εἰ γὰρ τὸ ἀνθρώπῳ εἶναι τὸ ζῴῳ λογικῷ θνητῷ εἶναι, καὶ τὸ ζῴῳ λογικῷ θνητῷ εἶναι ἀνθρώπῳ ἐστὶν εἶναι. οὕτως οὖν ἐπειδὴ καὶ τοῦ ἔν τινι οἱονεὶ χαρακτηριστικὸν καὶ ὁριστικὸν ὑποτίθεται εἶναι τὸ εἶναι τότε ὅτε κἀκεῖνό ἐστιν ἐν ᾧ λέγεται εἶναι, εἰκότως καὶ ἀντιστρέψει, καὶ τὸ συνόν τινι ἐν αὐτῷ ἂν εἴη ἐκείνῳ.
“因为如果在某物之中将是这样,一切事物就将在任何事物之中,天也将在粟粒之中。” 他表明,在时间之中并不是在时间存在的那时存在。因为在时间之中是在某物之中;再者,在时间之中是在它自身也存在的那时存在,因此在某物之中也就是在它自身也存在的那时存在。但如果在某物之中就是这个,而且这乃是在某物之中的特征——即在它自身也存在的那时存在,也就是说共存并同时存在——显而易见,这一命题也将换位,而凡与某物共存并在那物也存在的那时存在者,就将在此物之中。因此,既然当粟粒存在时天也存在,天就将在粟粒之中。而既然当双耳坛存在时大海也存在,大海就将在双耳坛之中。因此,如果这些是不可能的,在某物之中也就不会是这个,即与它共存者。并且任何人都不应因我们将全称肯定[命题]依自身换位[为全称]而责难这一换位;因为首先暂且须知,如果我们不使用这一换位,我们就无法推导出这一荒谬结论,即天在粟粒之中(因为没有人会承认这一点,而只会承认凡在某物之中的事物固然必然在那物也存在的那时存在,然而与某物共存者却并不因此就已经在该物之中;因此当天在粟粒也存在的那时存在时,根据该论辩并不能必然推得天在粟粒之中);但若进行了换位,就能推导出来。因为如果在某物之中就是这个,即在那物也存在的那时存在,那么在别的某物存在的那时存在者显然也将在该物之中,而在这一前提成立时,天就必然在粟粒之中。而我们必然将全称命题依自身换位,也是因为界定各事物之存在的定义与其自身也是互相换位的;因为如果对于人而言存在就是作为有理性的可死动物存在,那么作为有理性的可死动物存在也就是对于人而言存在。因此像这样,既然在它被说成是在其中的那一物也存在的那时存在,也被假设为仿佛是在某物之中的特征与定义,合乎逻辑地它也将换位,而凡与某物共在者就将在此物自身之中。
"Ἀλλὰ τοῦτο μὲν συμβέβηκεν, ἐκεῖνο δ’ ἀνάγκη παρακολουθεῖν καὶ τῷ ὄντι ἐν χρόνῳ εἶναί τινα χρόνον, ὅτε κἀκεῖνό ἐστι." Τὸ μὲν εἶναι τὸν οὐρανόν, ὅτε καὶ ἡ κέγχρος ἐστί, συμβέβηκε, τουτέστι τὸ συνυπάρχειν αὐτὰ ἀλλήλοις· δυνατὸν γὰρ καὶ τοῦ ἑνὸς ὄντος, οἷον τοῦ οὐρανοῦ, τὸ ἕτερον μὴ εἶναι, τὴν κέγχρον. τούτοις μὲν οὖν κατὰ συμβεβηκὸς ὑπάρχει τὸ συνεῖναι ἀλλήλοις, τῷ οὐρανῷ φημι καὶ τῇ κέγχρῳ, τῷ μέντοι ἐν χρόνῳ ὄντι ἐξ ἀνάγκης παρακολουθεῖ τὸ εἶναί τινα χρόνον, ὅτε κἀκεῖνό ἐστιν.2 εἰ τοίνυν τὰ μὲν ἔν τινι ἐξ ἀνάγκης συνυπάρχει, τινὰ δὲ τῶν συνυπαρχόντων οὐκ ἐξ ἀνάγκης συνυπάρχει, οὐ πᾶν ἄρα τὸ συνυπάρχον τινὶ ἐν αὐτῷ ἐκείνῳ ἐστίν, οὐδ’ ἄρα τὸ ἔν τινι τοῦτό ἐστι, τὸ ὂν τότε ὅτε κἀκεῖνό ἐστι, λέγω δὴ τὸ συνυπάρχον αὐτῷ.
“但这是偶性的,而那一点则是必然伴随的,并且对于在时间之中的事物而言,存在着当那事物也存在时的某种时间。” 当粟粒也存在时天存在,乃是偶性的,即它们彼此共存;因为在一者存在(例如天)时,另一者(即粟粒)完全可能不存在。因此对这些事物而言,我指的是天与粟粒,彼此共在是偶性地属于它们的;然而对于在时间之中的事物而言,存在着当它也存在时的某种时间,乃是必然伴随的。因此,如果在某物之中的事物必然共存,而共存之物中的某些事物却并非必然共存,那么并非凡与某物共存者都在该物自身之中,从而在某物之中也就不是这个,即在那物也存在的那时存在,我指的是与它共存者。
"Ἐπεὶ δέ ἐστιν ὡς ἐν ἀριθμῷ τῷ χρόνῳ, ληφθήσεταί τις πλείων χρόνος παντὸς τοῦ ἐν χρόνῳ ὄντος." Παντὸς γὰρ τοῦ ἐν ἀριθμῷ ὄντος ἔστι τις πλείων ἀριθμός, ὥστε καὶ τοῦ ἐν χρόνῳ ὄντος ἔσται τις πλείων χρόνος.
“而既然它是在时间之中有如在数之中那样,就会取某种比一切在时间之中的事物都要多的时间。” 因为比一切在数之中的事物都有某种更多的数,所以比在时间之中的事物也将有某种更多的时间。
"Καὶ πάσχει δή τι ὑπὸ τοῦ χρόνου." Εἰ γὰρ παντὸς τοῦ ἐν χρόνῳ ὄντος ἔστι λαβεῖν μείζονα χρόνον, εἰκότως πάσχει ὑπὸ τοῦ χρόνου πάντα καὶ καταγηράσκει ὑπ’ αὐτοῦ· παρατρέχει γὰρ πάντα καὶ παρέρχεται.
“并且它确实受到时间的某种影响。” 因为如果能够取比一切在时间之中的事物都更大的时间,那么一切事物受到时间的影响并因时间而变老就是理所当然的;因为时间超越并越过了一切事物。
"Φθορᾶς γὰρ αἴτιος καθ’ αὑτὸν μᾶλλον ὁ χρόνος· ἀριθμὸς γὰρ κινήσεως, ἡ δὲ κίνησις ἐξίστησι τὸ ὑπάρχον." Ἐπειδὴ κινήσεως ἀριθμὸς ὁ χρόνος, πᾶσα δὲ κίνησις ἐξίστησί τινος,3 εἰκότως φθορᾶς μᾶλλον ὁ χρόνος αἴτιος ἢ γενέσεως.
“因为时间就其自身而言毋宁是毁灭的原因;因为它是运动的数,而运动使存在着的事物离开[其状态]。” 既然时间是运动的数,而一切运动都使事物从某物中离开,所以时间毋宁是毁灭的原因而非生成的原因,乃是理所当然的。
"Σημεῖον δὲ τούτου ὅτι οὐδὲ πάσχει οὐδὲν ὑπὸ τοῦ χρόνου." Σημεῖον, φησί, τοῦ μὴ εἶναι ἐν χρόνῳ τὰ ἀίδια, ὅτι οὐδὲν γηράσκει ὑπὸ τοῦ χρόνου· εἰ γὰρ τὰ ἐν χρόνῳ ὄντα γηράσκει ὑπὸ τοῦ χρόνου, τὰ δὲ ἀίδια οὐ γηράσκει ὑπὸ τοῦ χρόνου, τὰ ἄρα ἀίδια οὐκ ἐν χρόνῳ.
“而这一点的证据是,它丝毫没有受到时间的影响。” 他说,永恒之物不在时间之中的证据是,它们丝毫没有因时间而变老;因为如果在时间之中的事物因时间而变老,而永恒之物并不因时间而变老,所以永恒之物不在时间之中。
- 4.289τὴν καθόλου καταφατικὴν πρὸς ἑαυτὴν ἀντεστρέψαμεν
在形式逻辑中,全称肯定命题(A命题)依常规只能换位为特称肯定命题(I命题),而不能换位为全称命题。此处 πρὸς ἑαυτήν 指将全称肯定命题直接换位为其自身(即全称换位),其理由在于该命题被预设为定义性或本质性陈述(ὁριστικόν)。
- 4.290τῷ μέντοι ἐν χρόνῳ ὄντι ἐξ ἀνάγκης παρακολουθεῖ τὸ εἶναί τινα χρόνον, ὅτε κἀκεῖνό ἐστιν
非人称动词 παρακολουθεῖ 的主语是带有冠词的宾格不定式短语 τὸ εἶναί τινα χρόνον,而与格 τῷ ἐν χρόνῳ ὄντι 表归属。关系从句 ὅτε κἀκεῖνό ἐστιν 修饰先行词 τινα χρόνον。
- 4.293ἐξίστησί τινος
及物动词 ἐξίστημι 意为“使离开”、“使脱离”,后接分离属格(τινος),表示使事物从其现有的某种状态或规定中脱离出来。
