- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:750.8-752.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯考察了亚里士多德关于“在时间之中乃是二者之一”的论述,阐明了与时间共存和被时间度量(后者为严格意义)之间的区别以及严格意义上的二分。他进而论证与时间共存之物并非都不在时间之中,并澄清了在时间之中并不等同于在时间存在时存在。
" Τὸ γὰρ ἐν χρόνῳ εἶναι δυοῖν ἐστι θάτερον." Ἤτοι τοῦτό φησιν ὅτι διττὸν τὸ ἐν χρόνῳ, ἢ ὅτι διχῶς τοῦ ἐν χρόνῳ λεγομένου θάτερον μόνον αὐτῶν κυρίως ἐστὶν ἐν χρόνῳ· δύο γὰρ σημαινόμενα θεὶς τοῦ ἐν χρόνῳ τὸ ἓν μόνον ἐγκρίνει ὡς ἀληθές, τὸ δὲ ἕτερον ἐλέγχει. ἐν χρόνῳ γάρ, φησίν, ἢ τὸ ἅμα τῷ χρόνῳ ὑπάρξαν (ὅπερ καὶ ἐλέγξει, οὐχ ὅτι οὐδὲν τῶν ἐν χρόνῳ ὄντων ἅμα ἐστὶ τῷ χρόνῳ, ἀλλ’ ὅτι οὐ τὸ ἅμα τῷ χρόνῳ1 ὄν, τοῦτο πάντως ἐν χρόνῳ ἐστίν,2 ὡς δείξομεν ἐπιόντες), ἐν χρόνῳ οὖν ἐστι, φησίν, ἢ τὸ συνυπάρχον τῷ χρόνῳ, ἢ τὸ ὑπὸ τοῦ χρόνου περιεχόμενον (ὥσπερ καὶ ἔνια λέγομεν ἐν ἀριθμῷ εἶναι τῷ ὑπὸ τοῦ ἀριθμοῦ περιέχεσθαι), ὅπερ καὶ κυρίως ἐστὶν ἐν χρόνῳ. τοῦτο δὲ τὸ κυρίως ἐν χρόνῳ διχῶς πάλιν διαιρεῖ, ἢ ὡς πάθος ἢ μέρος τοῦ χρόνου, ἢ ὡς ὑπὸ τοῦ χρόνου μετρούμενον (ὡς λέγομεν τὰ Τρωικὰ ἐν χρόνῳ γενέσθαι· ἐν δέκα γὰρ ἔτεσιν), ἐπεὶ καὶ τὸ ἐν ἀριθμῷ, ᾧπερ ἀπεικάζει τὸ κυρίως ἐν χρόνῳ, καὶ αὐτὸ διττόν ἐστιν, ἤτοι ὡς μέρος ἀριθμοῦ καὶ πάθος, ὡς ἡ μονὰς καὶ τὸ περιττὸν καὶ τὸ ἄρτιον, ἢ ὡς ἠριθμημένον ὑπὸ τοῦ ἀριθμοῦ, ὡς λέγομεν τοὺς δέκα ἵππους ἐν ἀριθμῷ εἶναι. καὶ σημείωσαι ὅτι τὸ ἓν σημαινόμενον τοῦ κυρίως ἐν χρόνῳ, τῶν ὑφεστηκότων τῷ χρόνῳ ἐστί. τὸ γὰρ μέρος τοῦ χρόνου ἢ τὸ πάθος, λέγω δὴ τὸ νῦν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, συνυφέστηκε τῷ χρόνῳ· οὐκ ἔστι γὰρ χρόνος ἐν ᾧ οὐκ ἦν πάντως τὸ νῦν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον, ὥσπερ καὶ τῷ ἀριθμῷ συνυφέστηκε πάντως ἡ μονὰς καὶ ἤτοι τὸ περιττὸν ἢ τὸ ἄρτιον. καὶ ἔστι τῶν κυρίως ἔν τινι ὄντων καὶ τὸ ὡς μέρος ἐν ὅλῳ καὶ τὸ ὡς ἐν ὑποκειμένῳ. τοιοῦτον δέ ἐστι τὸ πάθος ἐν τούτῳ οὗ ἐστι πάθος· ὡς ἐν ὑποκειμένῳ γὰρ τῷ ἀριθμῷ τὸ περιττὸν καὶ τὸ ἄρτιον, ὥσπερ καὶ 〈ἐν〉 τῷ χρόνῳ ὡς ἐν ὑποκειμένῳ τὸ πρότερον καὶ ὕστερον. καλῶς ἄρα ἔλεγον ὅτι οὐ πᾶν τὸ συνυφεστηκὸς τῷ χρόνῳ οὔ φησιν ἐν χρόνῳ εἶναι, ἀλλ’ ὅτι οὐκ ἔστι τοῦτο τὸ ἐν χρόνῳ εἶναι τὸ συνυφεστάναι τῷ χρόνῳ· τί γὰρ τῶν συνυφεστηκότων τῷ χρόνῳ ἐν χρόνῳ ἐστίν, ὥσπερ εἶπον, τὸ μέρος αὐτοῦ καὶ τὸ πάθος. καὶ αὐτὸς γοῦν τὴν κίνησιν, ἧς μέτρον ἐστὶν ὁ χρόνος, λέγω δὴ τὴν τῆς ἀπλανοῦς, ἐν χρόνῳ φησὶν εἶναι· “καὶ ἔστι” γάρ φησι “τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι χρόνῳ καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῇ.” καὶ ὅτι τὴν τῆς ἀπλανοῦς κίνησιν ἐνταῦθα ἐν χρόνῳ λέγει εἶναι, δῆλον ἐκ τοῦ ἡγουμένου· ἐπεὶ γάρ ἐστι, φησίν, ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι, ἔστι τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτὴν τῷ χρόνῳ. μέτρον δὲ κινήσεως ὁ χρόνος οὐδεμιᾶς ἄλλης ἐστὶν ἢ τῆς ἀπλανοῦς· ὥστε καὶ τὴν τῆς ἀπλανοῦς κίνησιν, καίτοι ὑφεστηκυῖάν γε τῷ χρόνῳ, ἐν χρόνῳ φησὶν εἶναι. οὕτως οὐ πᾶν τὸ συνυφεστηκὸς τῷ χρόνῳ οὐκ ἔστιν ἐν χρόνῳ, ἀλλ’ [ὅτι] οὐ πᾶν ἁπλῶς τὸ συνυφεστηκὸς τῷ χρόνῳ ἐν χρόνῳ ἐστίν, ἐπείτοι γε καὶ τὸ σημεῖον τῇ γραμμῇ συνυφέστηκε καὶ ἡ ἐπιφάνεια τῷ σώματι, πεπερασμένοις οὖσι δηλονότι, ἀλλ’ ὅμως ἐν γραμμῇ τὸ σημεῖον καὶ ἐν σώματι ἡ ἐπιφάνεια. οὕτως οὖν δυνατόν, καίτοι συνυφεστηκότων ἀλλήλοις τοῦ τε χρόνου καὶ τῆς κινήσεως, καὶ τὸν χρόνον ἐν κινήσει λέγειν εἶναι ὡς ἐν ὑποκειμένῳ, καὶ τὴν κίνησιν ἐν χρόνῳ ὡς τὰ ἀριθμητὰ ἐν τῷ ἀριθμῷ· ἀριθμητὸν γὰρ ἡ κίνησις, ἀριθμὸς δὲ ὁ χρόνος. ἐπεὶ καὶ πολλὰ συνυφεστηκότα τῷ τόπῳ ἐν τόπῳ λέγεται εἶναι· ἑκάστη γὰρ τῶν σφαιρῶν καὶ τῶν ὁλοτήτων τῶν στοιχείων συνυφεστηκυῖα τῷ ἑαυτῆς τόπῳ, ὅμως ἐν τόπῳ ἐστί, καὶ ἕκαστον τῶν κινουμένων σωμάτων, λέγω δὴ τῶν οὐρανίων, συνυφεστηκὸς τῇ ἑαυτοῦ κινήσει, ὅμως ἐν κινήσει ἐστίν. οὕτως ἄρα καὶ ἡ τοῦ παντὸς κίνησις συνυφεστηκυῖα τῷ χρόνῳ ἐν χρόνῳ ἂν εἴη, ὥσπερ τὰ ἀριθμούμενα ἐν ἀριθμῷ.
“因为在时间之中乃是二者之一。” 他说这话,或者是说在时间之中是双重的,或者是说在时间之中虽依两种方式而言,其中仅有一者严格而言是在时间之中;因为在提出在时间之中的两个含义之后,他仅认可其中之一为真,而反驳另一者。因为他说,在时间之中,要么是与时间同时存在(对于这一点他也将予以反驳,并非因为在时间之中的事物没有一个与时间同时,而是因为并非凡与时间同时存在的物都必定在时间之中,如我们后文将表明的)——因此他说,在时间之中要么是与时间共存,要么是被时间所包容(正如我们也说某些事物因被数所包容而是在数之中),而这确实严格地是在时间之中。并且这严格意义上的在时间之中他又作了两种区分:要么作为时间的状态或部分,要么作为被时间所度量(正如我们说特洛伊战事发生于时间之中,即在十年之中);因为在数之中——他将严格意义上的在时间之中比作它——本身也是双重的,要么作为数的部分与状态,如单子、奇数与偶数,要么作为被数所计数之物,正如我们说十匹马是在数之中。请注意,严格意义上的在时间之中的一个含义,属于那些与时间共存的事物。因为时间的部分或状态,我指的是“现在”以及“先”与“后”,乃是与时间共存的;因为不存在其中并非必然有“现在”以及“先”与“后”的时间,正如单子以及奇数或偶数必然与数共存一样。而在严格意义上的在某物之中的事物里,既有作为部分在整体之中的,也有作为在基底之中的。状态在其所属之物中正是如此;因为奇数与偶数是在数中作为在基底中,正如“先”与“后”也是在时间中作为在基底中一样。因此我说得很好:他并非说凡与时间共存的事物都不在时间之中,而是说与时间共存并不等于在时间之中;因为如我所言,与时间共存之物中的某些东西是在时间之中的,即它的部分与状态。至少他自己就说,以时间为尺度的运动,我指的是恒星天的运动,乃是在时间之中的;因为他说,“并且对运动而言,在时间之中就是它自身及其存在都被时间所度量。”而他在此处说恒星天的运动是在时间之中,这由前文即可明了;因为他说,“既然时间是运动以及被运动的尺度,对运动而言在时间之中就是它自身被时间所度量。”但时间不是任何其他运动的尺度,而只是恒星天运动的尺度;因此他说,即使恒星天的运动与时间共存,它也是在时间之中的。由此,并非凡与时间共存之物都不在时间之中,而是并非所有与时间共存之物都单纯地在时间之中;因为点确实也与线共存,面也与物体共存(显然是在它们受限定时),但尽管如此,点仍在线之中,面仍在物体之中。因此,即使时间与运动彼此共存,既可以把时间说成作为在基底中那样在运动之中,也可以把运动说成如被计数之物在数中那样在时间之中;因为运动是被计数者,而时间是数。因为许多与处所共存的事物也被说成是在处所之中;因为每一个天球以及各元素的每一个总体,虽然与自身的处所共存,却仍然是在处所之中,而每一个运动的物体,我指的是天体,虽然与自身的运动共存,却仍然是在运动之中。因此,宇宙的运动即使与时间共存,也会在时间之中,犹如被计数之物在数之中一样。
"Φανερὸν δὲ καὶ ὅτι οὐκ ἔστι τὸ ἐν χρόνῳ εἶναι τὸ εἶναι ὅτε χρόνος ἐστί." Σημείωσαι ὅτι οὐκ εἶπεν ὅτι ‘τὸ ὂν ὅτε ὁ χρόνος ἐστὶν οὐκ ἔστιν ἐν χρόνῳ’, ἀλλ’ ὅτι οὐκ ἔστι τὸ ἐν χρόνῳ εἶναι τὸ εἶναι τότε ὅτε καὶ ὁ χρόνος ἐστίν,3 ἐπεὶ οὐδὲ τὸ ἐν κινήσει εἶναι ταὐτόν ἐστι τῷ ἅμα τῇ κινήσει εἶναι.
“并且同样显然的是,在时间之中并不是在时间存在时存在。” 请注意,他并没有说“在时间存在时存在的事物不在时间之中”,而是说“在时间之中并不是在时间也存在的那时存在”,正如在运动之中也与和运动同时存在不是同一回事一样。
- 4.287οὐ πᾶν τὸ συνυφεστηκὸς τῷ χρόνῳ οὔ φησιν ἐν χρόνῳ εἶναι, ἀλλ’ ὅτι οὐκ ἔστι τοῦτο τὸ ἐν χρόνῳ εἶναι τὸ συνυφεστάναι τῷ χρόνῳ
含有复杂双重否定的句式(οὐ πᾶν... οὔ φησιν):句首的 οὐ 否定包含主句动词 φησί 在内的整个主张(“他并非说……”),而不定词短语中的 οὐ(οὔ... εἶναι)构成被否定的内容(“不在时间之中”)。随后的 ἀλλ' ὅτι 从句中,主语为 τὸ συνυφεστάναι τῷ χρόνῳ,谓语为 τὸ ἐν χρόνῳ εἶναι,表达二者在定义上的非同一性。
- 4.287οὐχ ὅτι οὐδὲν τῶν ἐν χρόνῳ ὄντων ἅμα ἐστὶ τῷ χρόνῳ, ἀλλ’ ὅτι οὐ τὸ ἅμα τῷ χρόνῳ ὄν, τοῦτο πάντως ἐν χρόνῳ ἐστίν
这是由 οὐχ ὅτι... ἀλλ' ὅτι 构成的对比句,澄清了否定的范围。前一从句中 οὐδέν 全面否定主语(“并非因为在时间之中的事物没有一个与时间同时”),而后一从句中 οὐ 结合 πάντως 构成部分否定(“并非凡与时间同时存在的物都必定在时间之中”)。
- 4.288οὐκ εἶπεν ὅτι ‘τὸ ὂν ὅτε ὁ χρόνος ἐστὶν οὐκ ἔστιν ἐν χρόνῳ’, ἀλλ’ ὅτι οὐκ ἔστι τὸ ἐν χρόνῳ εἶναι τὸ εἶναι τότε ὅτε καὶ ὁ χρόνος ἐστίν
该对比句明晰了两个命题在逻辑层次上的差异:前者否定的是某个在时间存在时存在的事物处于时间之中(关于事物外延的否定),而后者否定的是“在时间之中”的本质定义等同于“在时间存在时存在”(关于内涵与定义的否定)。
