← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§749.14-750.7

句法归结与运动及其存在的同一性

约安·斐洛庞诺斯针对亚里士多德《物理学》221a4的引文,比较了关于前文原因从句(“既然时间是尺度”)之句法归结(apodosis)的各种解释,提出了自己的观点,随后通过单纯者与复合者的对比解释了为何“运动”与“运动的存在”同一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.286

" Καὶ ἔστι τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι τῷ χρόνῳ καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῇ." Περιττεύειν φασὶ τὸν ‘καί’ σύνδεσμον· εἶναι γὰρ τὴν ἀπόδοσιν τῆς συντάξεως οὕτως·1 ἐπεὶ δὲ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι, ἔστι τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι τῷ χρόνῳ καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῇ. οἱ δὲ ἀποδίδοσθαι τὸν λόγον φασὶν ἐν τῷ δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι· ἐπειδή, γάρ φησιν, ὁ χρόνος μέτρον ἐστὶ κινήσεως καὶ ἔστι καὶ τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι ὑπὸ τοῦ χρόνου, δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι. πρὸς τοῦτο δὲ περιττεύοι ἂν ὁ ‘δέ’ σύνδεσμος τοῦ δῆλον δὲ ὅτι. οἱ δὲ μετὰ πάνυ πολλὰ ἀποδίδοσθαι τὸν λόγον φασίν· “ἐπεὶ δὲ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔστι καὶ ἠρεμίας μέτρον”· διό, φασί, καὶ ἀνείληφε τὸ ἐπεὶ δὲ ἐστιν, ἵνα σώσῃ τὴν συνέχειαν, ἐπειδὴ πολλὰ ἦν τὰ μεταξὺ εἰρημένα. ἡμεῖς δέ φαμεν ὅτι πρὸς ταῦτα πάντα ἀποδέδωκε, καὶ ἔστιν ἡ συνέχεια οὕτως· ‘ἐπεὶ δὲ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι, ἔστι τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτὴν ὑπὸ τοῦ χρόνου, καὶ τοῖς ἄλλοις δὲ τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι, τὸ μετρεῖσθαι αὐτὰ ὑπὸ τοῦ χρόνου, καὶ εἰ ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον’. πῶς δὲ ἐστιν ἠρεμίας μέτρον, ἐν τῷ τόπῳ γενόμενοι εἰσόμεθα. Τὸ μετρεῖσθαι τῷ χρόνῳ καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῇ. ἐπὶ μὲν τῶν συνθέτων ἄλλο ἐστὶ τὸ τόδε εἶναι καὶ τὸ τῷδε εἶναι2 (ἄλλο γὰρ τὸ ζῷον καὶ τὸ ζῴῳ εἶναι· τὸ μὲν γὰρ ζῷον τὸ σύνθετον σημαίνει, τὸ δὲ ζῴῳ εἶναι τὸ εἶδος), ἐπὶ δὲ τῶν ἁπλῶν ταὐτόν ἐστι τὸ τόδε εἶναι καὶ τὸ τῷδε εἶναι· ψυχὴ γοῦν καὶ ψυχῇ εἶναι τὸ αὐτό, καὶ ἄγγελος καὶ ἀγγέλῳ εἶναι. οὕτως οὖν καὶ κίνησις καὶ κινήσει εἶναι τὸ αὐτό· ἁπλοῦν γάρ τι ἡ κίνησις.

“并且对运动而言,在时间之中就是它自身及其存在都被时间所度量。” 他们说连词“并且”(καί)是多余的;因为句式的归结从句如下:“既然时间是运动以及被运动的尺度,对运动而言,在时间之中就是它自身及其存在都被时间所度量。”但另一些人说,该论述的归结从句是在“显然对于其他事物而言,这也是在时间之中”处给出的;因为他说,“既然时间是运动的尺度,并且对运动而言在时间之中也是被时间所度量,显然对于其他事物而言这也是在时间之中。”然而对此,在“并且显然……”中的连词“并且/然而”(δέ)就会变成多余的。还有一些人说,该论述的归结从句在极长的一段之后才给出:“既然时间是运动的尺度,它也是静止的尺度”;因此他们说,他重新重复了“既然……是”,以保持句式的连贯,因为其间所说的话很多。但我们说,他对所有这些都作出了归结,其连贯性如下:“既然时间是运动以及被运动的尺度,对运动而言在时间之中就是它自身被时间所度量,对于其他事物而言在时间之中也是这,即它们自身被时间所度量,并且如果时间是运动的尺度,它也将是静止的尺度。”至于它如何是静止的尺度,我们在到达该处时就会知晓。 “它自身及其存在都被时间所度量。” 在复合的事物上,“作为此物”与“作为此物的存在”是不同的(因为“动物”与“动物的存在”是不同的;因为“动物”意指复合体,而“动物的存在”意指形式),但在单纯的事物上,“作为此物”与“作为此物的存在”是同一的;至少“灵魂”与“灵魂的存在”是同一的,“天使”与“天使的存在”也是同一的。因此,同样地,“运动”与“运动的存在”也是同一的;因为运动是某种单纯之物。

语法注2 条
  1. 4.286Περιττεύειν φασὶ τὸν ‘καί’ σύνδεσμον· εἶναι γὰρ τὴν ἀπόδοσιν τῆς συντάξεως οὕτως

    关于对应于上一节(221a1)引入的从属句 ἐπεὶ δὲ ἐστιν ὁ χρόνος μέτρον... 的主句(归结从句 ἀπόδοσις)界限的句法讨论。认为引文开头的 καί 为多余赘词的观点主张,该 καί 所引导的从句本身就构成了 ἐπεί 的主句;其他解释则将主句置于后文不同位置,而斐洛庞诺斯自身则将其整合为一系列相连的后件从句。

  2. 4.286ἄλλο ἐστὶ τὸ τόδε εἶναι καὶ τὸ τῷδε εἶναι

    带宾格的结构 τὸ τόδε εἶναι(作为此一复合具体物本身)与带与格的定型结构 τὸ τῷδε εἶναι(作为此物的本质/形式,类似于 τὸ τί ἦν εἶναι)之间的句法与本体论对比。斐洛庞诺斯指出,在复合实体(τὰ σύνθετα)中,宾格/主格表达式(复合体)与与格表达式(形式)所指不同,而在无质料的单纯者(τὰ ἁπλᾶ)中,二者所指同一。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:749.14-750.7