- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:75.27-77.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》186b17–26,阐明有关偶性定义(第一与第二公理)以及整体与部分定义关系(第三公理)的几条基本公理,旨在为驳斥将定义的组成部分视为偶性而非实体的观点奠定论证基础。
" Εἰ γὰρ μὴ ὅπερ ὄν τι, συμβεβηκότα ἔσται." Εἰ γὰρ τὰ εἰς ἃ ὁ ἄνθρωπος διαιρεῖται ὑπὸ τοῦ ὁριστικοῦ λόγου μὴ εἰσὶν οὐσίαι, ἀνάγκη συμβεβηκότα εἶναι· εἰ δὲ τοῦτο, ἀνάγκη ἢ αὐτῷ ἐκείνῳ συμβεβηκέναι ἢ ἑτέρῳ, καὶ ἢ χωριστὰ εἶναι ἢ ἀχώριστα, ἀμφότερα δὲ ἀδύνατον.
“因为如果不是某种原本的存在,它们便将是偶性。” 因为如果人被定义性言说所分割成的诸要素不是实体,它们就必然是偶性;而如果是这样,它们就必然要么附属于那同一者,要么附属于另一者,且要么是可分离的,要么是不可分离的,但这两者都是不可能的。
"Συμβεβηκός τε γὰρ λέγεται τοῦτο, ὃ ἐνδέχεται ὑπάρχειν καὶ μή." Τοῦτο τὸ πρῶτον ἀξίωμα, ὅτι τὸ χωριστὸν συμβεβηκὸς οὐκ ἀεί, ἀλλ’ ἔστιν ὅτε καὶ οὐχ ὑπάρχει. ἢ οὗ ἐν τῷ λόγῳ ὑπάρχει τὸ ᾧ συμβέβηκεν.1 τὸ δεύτερον ἀξίωμα, ὅτι ἐν τῷ ὁρισμῷ τοῦ ἀχωρίστου συμβεβηκότος τὸ ὑποκείμενον παραλαμβάνεται, οὐ παντὸς δὲ ἀχωρίστου, ἀλλὰ τοῦ καθ’ αὑτὸ ὑπάρχοντος· καθ’ αὑτὸ γὰρ τῇ ῥινὶ ἡ σιμότης. οἷον τὸ μὲν καθῆσθαι ὡς χωριζόμενον. παράδειγμα τοῦ προτέρου· τῷ γὰρ ἀνθρώπῳ ὑπάρχει τὸ καθῆσθαι οὐκ ἀεί, ἀλλὰ ποτὲ μὲν ποτὲ δὲ οὔ. ἐν δὲ τῷ σιμῷ ὑπάρχει ὁ λόγος ὁ τῆς ῥινός. παράδειγμα τοῦ δευτέρου.
“因为所谓偶性,乃是指那既可能属于又可能不属于的事物。” 这是第一条公理,即:可分离的偶性并非总是属于,而是有时也不属于。“或者,那在其言说中包含着它所附属于之物的事物。”这是第二条公理,即:在不可分离的偶性的定义中吸纳了底层物,但并非在一切不可分离的偶性中,而是在自身属于的偶性中;因为塌鼻对于鼻子而言是自身属于的。“例如就作为被分离者而言的就座。”这是前者的例证;因为人并非总是处于就座状态,而是一时如此,一时不如此。“而在塌鼻中则包含着鼻子的言说。”这是后者的例证。
"Ἔτι ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ ἔνεστιν, ἢ ἐξ ὧν ἐστιν, ἐν τῷ λόγῳ τῷ τούτων οὐκ ἐνυπάρχει ὁ λόγος ὁ τοῦ ὅλου." Τὸ τρίτον ἀξίωμα, ὅτι ἐν μὲν τῷ τοῦ ὅλου ὁρισμῷ τὸ μέρος παραλαμβάνεται, ἐν δὲ τῷ τοῦ μέρους οὐκέτι τὸ ὅλον. εἰπὼν δὲ ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ ἔνεστιν, προσέθηκεν ἢ ἐξ ὧν ἐστίν· ὡς γὰρ αὐτὸς εἶπεν ἐν τῇ Ἀποδεικτικῇ, οὐ παντός ἐστιν ὁρισμὸν ἀποδοῦναι. οὔτε γὰρ τῶν γενικωτάτων γενῶν, οὔτε τῶν ἀτόμων· εἰ γὰρ ὁ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ τῶν συστατικῶν διαφορῶν, οὔτε δὲ τῶν γενικωτάτων γένος ἐστὶ λαβεῖν οὔτε τῶν ἀτόμων (τὰ γὰρ γένη τῶν εἰδῶν ἐστι γένη, οὐχὶ τῶν ἀτόμων), δηλονότι οὐδ’ ἂν ὁρισμόν τις τούτων ἀποδοίη. Σωκράτους γὰρ καὶ Πλάτωνος καὶ Ἀλκιβιάδου οὐδὲν ἂν εἴη κοινὸν γένος οὐδὲ εἶδος, εἴπερ ἑκάστου μὲν ἄθροισμά τι ἴδιον συμβεβηκότων ἐστὶ χαρακτηριστικόν, τούτων δὲ τῶν ἀθροισμάτων οὐκ ἔστι τι συνωνύμως κατηγορῆσαι. ὅταν γὰρ εἴπω Σωκράτης ζῷόν ἐστιν ἢ ἄνθρωπος, οὐ τοῦ ἀθροίσματος τῶν συμβεβηκότων ἃ χαρακτηρίζει τὸν Σωκράτην κατηγόρησα τὸ ζῷον, εἰ μὴ παρὰ φύσιν2 (παρὰ φύσιν γὰρ λέγεται κατηγορία ὅταν τοῦ συμβεβηκότος τὴν οὐσίαν κατηγορήσωμεν, ὡς ὅταν εἴπω τὸ λευκὸν τοῦτο ἄνθρωπός ἐστι· κατὰ φύσιν γὰρ κατηγορῶ, ὅταν τῆς οὐσίας τὸ συμβεβηκὸς κατηγορήσω), ἀλλὰ τῷ ἀνθρώπῳ τῷ μερικῷ φημι ὑπάρχειν τὸ ζῷον, καὶ ζῷον οὐ τὸ τυχόν, ἀλλὰ τὸ μερικὸν τὸ αὐτῷ ἐκείνῳ ὑπάρχον· οὐ γὰρ δὴ ὁ Σωκράτης τὸ ζῷόν ἐστι τὸ γενικόν, τὸ κοινῶς πάντων κατηγορούμενον. ὡσαύτως καὶ τὸν ἄνθρωπον αὐτοῦ κατηγορεῖσθαί φαμεν τὸν αὐτῷ πάλιν ὑπάρχοντα, τὸν συγκείμενον ἐκ τοῦδε τοῦ ζῴου καὶ τοῦδε τοῦ λογικοῦ. ἐπεὶ οὖν, ὡς εἶπον, οὐ πάντα ὁρισμῷ σημαίνεται, ἀλλ’ ἔστιν ἃ καὶ ὑπογραφικῷ λόγῳ, διὰ τοῦτο εἶπεν ἢ ἐξ ὧν ἐστίν·3 οὔτε γὰρ τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα εἰς τὸν ἴδιον ἕκαστον ἑαυτοῦ ὁρισμὸν τὸ ὅλον παραλαμβάνει (οἷον τὸ ζῷον τὸν ἄνθρωπον ἢ τὸν ἵππον, οὗ ἐν τῷ ὁρισμῷ παραλαμβάνεται), οὔτε τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὸ σύνθετον σῶμα σύγκειται, εἰς τὸν ἴδιον ἕκαστον ἑαυτοῦ ὁρισμὸν τὸ σύνθετον σῶμα παραλαμβάνει, οὔτε μὴν εἰς τὸν ὁρισμὸν τοῦ τῆς κλίνης ποδὸς ἡ κλίνη, οὔτε εἰς τὸν τῆς χειρὸς ὁ Σωκράτης. ἐπιτήρησον δὲ ὅτι οὐκ ἐπήγαγε τὸ τέταρτον ἀξίωμα νῦν, προσθήσει δὲ αὐτὸ ἐφεξῆς.
“此外,在定义性言说中所具有的诸要素,或者其所由构成的诸要素的言说中,并不内在包含着整体的言说。” 这是第三条公理,即:在整体的定义中吸纳了部分,但在部分的定义中则不再吸纳整体。他在说了“在定义性言说中所具有的诸要素”之后,又添加了“或者其所由构成的诸要素”;因为正如他自己在《后分析篇》中所说,并非对一切事物都能给出定义。因为无论是对于最高普遍的类,还是对于个别事物,都不能给出定义;因为如果定义是由类与构成性种差所组成的,而无论对于最高普遍的类还是对于个别事物都无法取得类(因为类是属于种的类,而非个别事物的类),显然任何人都不可能给出这些事物的定义。因为苏格拉底、柏拉图与阿尔基比亚德绝不可能具有任何共同的类或种,假若对于每一者而言,都有某种特有的偶性聚合体具有表征作用,且关于这些聚合体不可能同名同义地述说任何事物。因为当我断言“苏格拉底是动物”或“是人”时,除非违背本性地进行述说(因为当我们把实体述说于偶性时,例如当我断言“这个白的是人”时,被称为违背本性的述谓;因为当我把偶性述说于实体时,我乃是依本性而述谓),我并非将动物述说于表征苏格拉底的偶性聚合体,而是断言动物属于个别的人,且这动物并非随意的动物,而是属于那具体之人自身的个别动物;因为苏格拉底绝非普遍述说于一切的属类动物。同样,当我们说人被述说于他时,我们主张被述说的是再次属于他自身的人,即由这个具体的动物与这个具体的有理性者所构成的人。因此,正如我所说,既然并非一切事物都通过定义来表示,而有些事物也通过描述性言说来表示,为此他才说“或者其所由构成的诸要素”;因为无论是在定义中所吸纳的诸要素,都不会在其各自特有的定义中吸纳整体(例如动物不会吸纳人或马,虽然在它们的定义中动物被吸纳),还是由之构成复合身体的四元素,也不会在其各自特有的定义中吸纳复合身体,更不用说在床脚的定义中吸纳床,或在手的定义中吸纳苏格拉底了。请注意,他现在并未引出第四条公理,而将在紧接着的后文中添加它。
"Εἰ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ τῷ ἀνθρώπῳ συμβέβηκε τὸ δίπουν, ἀνάγκη χωριστὸν εἶναι αὐτό, ὥστε ἐνδέχοιτ’ ἂν μὴ δίπουν εἶναι τὸν ἄνθρωπον, ἢ ἐν τῷ λόγῳ τῷ τοῦ δίποδος ἐνέσται ὁ τοῦ ἀνθρώπου λόγος." Εἰ τὰ παρ’ ἡμῶν ληφθέντα, φησίν, ἀξιώματα οὕτως ἔχει ὥσπερ εἴρηται, ἔστι δὲ τὰ μέρη τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου συμβεβηκότα τῷ ἀνθρώπῳ, ἢ χωριστά εἰσιν αὐτοῦ συμβεβηκότα καὶ ἐνδέχεται ποτε τὸν ἄνθρωπον μὴ εἶναι δίποδα ἢ ζῷον ἢ λογικόν, ἢ ἀχώριστα καὶ ἐν τῷ ὁρισμῷ τοῦ δίποδος ἢ τοῦ ζῴου ἢ τοῦ λογικοῦ τὸν ἄνθρωπον παραληψόμεθα. ἀμφότερα δὲ ἀδύνατα· ἀεί τε γὰρ δίπουν ὁ ἄνθρωπος καὶ λογικὸν καὶ οὐκ ἐν τῷ ὁρισμῷ τῶν μερῶν τὰ ὅλα παραλαμβάνεται. ἀλλ’ ἔμπαλιν εἰς τὸν τῶν ὅλων τὰ μέρη. τὸ δὲ ἑξῆς· ἀνάγκη χωριστὸν εἶναι αὐτό, ἢ ἐν τῷ λόγῳ τῷ τοῦ δίποδος ἐνέσται ὁ τοῦ ἀνθρώπου λόγος, τουτέστιν ἀνάγκη ἢ χωριστὸν συμβεβηκὸς εἶναι αὐτὸ τοῦ ἀνθρώπου, ἢ ἀχώριστον.
“因此,如果这些情况是如此这般,且两足作为偶性附属于人,那么它就必然是可分离的,从而人有可能不是两足的,或者在两足的言说中将包含着人的言说。” 他说,如果我们所采纳的诸公理确如前述那样成立,且人的定义的各部分是人的偶性,那么它们要么是人的可分离的偶性,且人有可能有时不是两足的、动物或有理性的,要么是不可分离的,且我们将在两足、动物或有理性的定义中吸纳人。但这二者都是不可能的;因为人总是两足且有理性的,而且整体绝不被吸纳在各部分的定义中,反倒是各部分被吸纳在整体的定义中。而文句的接续是“它必然是可分离的,或者在两足的言说中将包含着人的言说”,也就是说:它必然要么是人的可分离的偶性,要么是不可分离的偶性。
- 1.47ἢ οὗ ἐν τῷ λόγῳ ὑπάρχει τὸ ᾧ συμβέβηκεν
此句补充引介了亚里士多德原文(186b19-20)中关于偶性的第二条界定。在句法上,这是一个省略了先行词(“偶性”)的关系从句,通过 ἢ 与第一条公理的表述(ὃ ἐνδέχεται...)并列,用以界定不可分离的(自身的)偶性。
- 1.48εἰ μὴ παρὰ φύσιν
承接前文主句动词 κατηγόρησα(我述说了)而省略了动词的条件从句,意为“除非违背本性地[进行述谓]”(εἰ μὴ παρὰ φύσιν [κατηγορῶ/κατηγορήσω]),紧接着在插入句中通过 παρὰ φύσιν γὰρ λέγεται... 对其含义进行了解释。
- 1.48ἐπεὶ οὖν, ὡς εἶπον, οὐ πάντα ὁρισμῷ σημαίνεται, ἀλλ’ ἔστιν ἃ καὶ ὑπογραφικῷ λόγῳ, διὰ τοῦτο εἶπεν ἢ ἐξ ὧν ἐστίν
主句为 διὰ τοῦτο εἶπεν ἢ ἐξ ὧν ἐστίν(为此他才说“或者其所由构成的诸要素”),前置的 ἐπεὶ οὖν 从句说明其缘由。在原因从句内部,οὐ πάντα... 与 ἀλλ’ ἔστιν ἃ... 形成对比,指出了严格定义(ὁρισμός)适用范围的界限以及诉诸描述性言说(ὑπογραφή)的必要性。
