- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:74.16-75.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论证了定义的构成要素不可能是任何其他底层物的偶性而必然是实体,由此推导出单一存在者的内部划分;随后他针对亚里士多德文本(186b14)提出了两种标点断句的解释,将“在言说(逻各斯)上”分别理解为按定义划分或依论证证明。
διττοῦ δὲ ὄντος τοῦ καθ’ αὑτό, τοῦ τε ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνοντος καὶ ὃ ἐν τῷ τοῦ ὑποκειμένου ὁρισμῷ παραλαμβάνεται1 (τοιαῦτα δέ ἐστι τὸ λογικὸν τὸ δίπουν καὶ ἁπλῶς τὰ μέρη τῶν οὐσιῶν), εἰκότως τοῦ προτέρου μόνον ἐμνήσθη· τοῦτο γὰρ μόνον τῶν συμβεβηκότων ἐστί, τὸ δὲ λοιπὸν ἐπὶ οὐσιῶν λέγεται (μέρος γάρ ἐστι τῆς οὐσίας), κἂν ὑπόθοιτό τις τοῦτο ὃ βουλόμεθα, δίδωσι διαιρετὴν εἶναι τὴν οὐσίαν εἰς οὐσίας. ὅτι μὲν οὖν τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὄντος παραλαμβανόμενα οὐ συμβέβηκεν αὐτῷ οὔτε ὡς χωριστὰ οὔτε ὡς ἀχώριστα, δῆλον ἐκ τῶν εἰρημένων. μήποτε οὖν ἄλλῳ τινὶ συμβεβήκασιν. ἀλλ’ εἰ τοῦτο, τῷ αὐτῷ καὶ τὸ ὅλον συμβεβηκὸς ἂν εἴη· ᾧ γὰρ τὰ μέρη ὑπάρχει, τούτῳ καὶ τὸ ὅλον, καὶ ἔμπαλιν. ἀλλ’ ἀδύνατον τὸ ὂν συμβεβηκὸς εἶναι ἄλλῳ· ὥστε οὐδὲ ἑτέρῳ συμβεβηκέναι δυνατὸν τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα. τοῦτο δὲ ἐδείχθη διὰ τοῦ τετάρτου λήμματος, ὅτι ᾧ τὰ μέρη ὑπάρχει, τούτῳ καὶ τὸ ὅλον. εἰ δέ τις εἴποι ὅτι εἰ μὲν πάντα τὰ μέρη ἑνὶ συμβεβηκότα εἴη, καλῶς ἂν καὶ τὸ ὅλον τῷ αὐτῷ συμβαίνοι, εἰ δὲ ἄλλῳ ἄλλο μέρος, οὐκέτι (οἷον ἄλλῳ τὸ ζῷον, ἄλλῳ τὸ δίπουν· οὐ γὰρ τὸ δίπουν εὐθὺς καὶ ἄνθρωπος), φημὶ οὖν ὅτι ἐπειδὴ τὸν ἄτομον λαμβάνω ἄνθρωπον, δηλονότι καὶ τὸ ἰδικὸν τούτου ζῷον καὶ τὸ δίπουν παραλήψομαι· εἰ δὲ τοῦτο, μερισθήσεται ὁ ὅλος ἄνθρωπος, ὥστε ᾧ τὸ δίπουν ὑπάρξει, καὶ τὸ τοῦ ὅλου μέρος ὑπάρξει, ᾧ δὲ πάντα τὰ μέρη, καὶ τὸ ὅλον. ὥστε οὐδὲ ἄλλῳ συμβεβηκέναι δυνατὸν τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα. ὅλως ἄρα συμβεβηκότα εἶναι οὐ δύνανται. εἰ δὲ οὐσίαι, πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν· μερίζεται γὰρ τὸ ὂν εἰς ἕτερα τῷ εἴδει ὄντα. Ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄν τι ἄλλο καὶ τῷ λόγῳ φανερόν. εἰπὼν προσεχῶς ὅτι “οὐ τοίνυν οὐδὲ μέγεθος ἕξει τὸ ὄν”· εἰ γὰρ ἕν ἐστι τὸ ὄν, τοῦτο δέ ἐστιν ἡ οὐσία, δηλονότι οὐχ ἕξει τι μέγεθος· τοῦτο γὰρ τοῦ ποσοῦ. εἰ γὰρ ἕξει, ἐπειδὴ ἕτερος ὁ τοῦ ποσοῦ λόγος καὶ ἕτερος ὁ τῆς οὐσίας, πλείονα ἔσονται τὰ ὄντα· εἰ γάρ τις ὑπόθοιτο τὸ ποσὸν ὑπάρχειν μὲν τῇ οὐσίᾳ, μὴ ὂν δὲ εἶναι, εἵπετο τὸ αὐτὸ καὶ ὂν καὶ μὴ ὂν εἶναι. ἀνάγκη οὖν, εἴπερ ἡ οὐσία τὸ ὄν, μηδὲ μέγεθος αὐτὴν ἔχειν μηδ’ ὅλως ἕτερόν τι τῶν συμβεβηκότων. καὶ ἕπεται μὲν καὶ τούτῳ τῷ λόγῳ τὸ ἐναντιοῦσθαι αὐτοὺς ταῖς ἰδίαις ὑποθέσεσιν (οὕτω γὰρ οὔτε ἄπειρον ἔσται, οὔτε πεπερασμένον), πλὴν νῦν δείκνυσιν ὅτι κἂν τοῦτο αὐτοὺς λέγειν ὑποθώμεθα, αὐτὴν καθ’ αὑτὴν μόνην εἶναι τὴν οὐσίαν χωρὶς συμβεβηκότων, καὶ οὕτως οὐδὲν ἧττον δείκνυται πολλὰ τὰ ὄντα· διαιρεῖται γὰρ αὕτη ἡ οὐσία εἰς ἑτέρας οὐσίας τῷ ὁριστικῷ λόγῳ, εἰ καὶ τῷ ὑποκειμένῳ αἱ αὐταί εἰσιν. ὁ γὰρ ἄνθρωπος, εἰ καὶ εἷς ἐστιν αὐτῷ τούτῳ τῷ ἄνθρωπος εἶναι, ἀλλ’ οὖν διαιρεῖται εἰς τὸ ζῷον καὶ τὸ λογικὸν καὶ τὸ θνητόν, ἅτινα ἕτερα καὶ ἀλλήλων εἰσὶ κατὰ τὸν ὁριστικὸν λόγον. ἢ οὖν εἰς τὸ καὶ τῷ λόγῳ ὑποστικτέον, ἵνα ᾖ ‘ὅτι δὲ ἡ οὐσία διαιρεῖται εἰς ἑτέρας οὐσίας διαφερούσας ἀλλήλων τῷ λόγῳ τῷ ὁριστικῷ, εἰ καὶ μὴ τῷ ὑποκειμένῳ’, ἢ στικτέον μετὰ τὸ εἰς ὅπερ ὄν τι ἄλλο,2 εἶτα ἐφεξῆς τὸ καὶ τῷ λόγῳ φανερὸν ἀντὶ τοῦ καὶ τῷ λόγῳ δεῖξαι δυνατόν· ‘ὅτι ἡ οὐσία διαιρεῖται εἰς ἑτέρας οὐσίας, ὡς δὴ τούτου μὲν ἐκ τῆς ἐναργείας φανεροῦ ὄντος, δεικνυμένου δὲ καὶ λόγῳ’.
另一方面,“就自身而言”具有双重意义,其一是在定义中吸纳底层物者,另一是在底层物的定义中被吸纳者(诸如有理性、两足以及统而言之实体的诸部分皆属此类),他仅提及前者是合情理的;因为只有这一种属于偶性,而余下的一种则是就实体而言的(因为它是实体的部分),且即便有人假定我们所主张的这一点,他也承认了实体可分割为实体。因此,存在之定义中所吸纳的诸要素,无论作为可分离的还是不可分离的,都并未作为偶性附属于存在,这一点由前述已甚分明。 那么,莫非它们作为偶性附属于某种别的事物?但如果是这样,整体也同样将成为同一个事物的偶性;因为凡各部分所属于的事物,整体也属于它,反之亦然。但存在不可能成为另一事物的偶性;因此定义中所吸纳的诸要素也不可能附属于另一事物。而这一点是通过第四个前设命题得到证明的,即:凡各部分所属于的事物,整体也属于它。 但如果有人说,假若所有的部分皆作为偶性属于单一事物,整体自然也附属于同一事物,但如果不同的部分属于不同的事物,便不再如此(例如动物属于这一事物,而两足属于另一事物;因为两足者并不直接就是人),那么我便回答说,既然我取的是个别的人,显然我也将取属于此人特有的动物和两足;而如果是这样,整个人将被分割,从而凡两足所属于的事物,整体的这一部分也将属于它,而凡所有的部分所属于的事物,整体也属于它。因此,定义中所吸纳的诸要素附属于另一事物同样是不可能的。总之,它们绝不可能是偶性。而如果它们是实体,存在者就是多数而非单一的;因为存在被分割为在形式上相异的存在者。 “而原本的存在被分割为另一个原本的存在,在言说上也是显然的。”他在紧接的前文中说过“因此存在甚至不会具有量度”;因为如果存在是单一的,且这就是实体,显然它不会具有任何量度;因为这属于数量。因为如果它具有量度,既然数量的定义与实体的定义各不相同,存在者就将是多数的;因为如果有人假定量虽然属于实体,但并不是存在,其推论便是同一事物既是存在又是非存在。因此,既然实体是存在,它必然既不具有量度,也绝不具有任何其他偶性。从这一论证中同样可以推导出他们与自己特有的假说相矛盾(因为这样一来,它既非无限,亦非有限);然而现在他表明,即使我们假定他们持这种说法,即实体唯独自身独立存在而无偶性,即便如此,存在者同样被证明是多数的;因为这一实体在定义性言说中被分割为其他的实体,即使它们在底层物上是同一的。因为人即便就其本身作为人而言是单一的,却依然被分割为动物、有理性和会死者,而这些按照定义性言说是彼此互异的。 因此,要么应当在“在言说上也是”之处点上下标逗点,以便意为“实体被分割为在定义性言说上彼此相异的其他实体,即使在底层物上并非如此”;要么应当在“为另一个原本的存在”之后点上句逗,然后紧接着将“在言说上也是显然的”理解为相当于“通过论证(言说)也能表明”:“实体被分割为其他实体,这固然从自明性上是显然的,但通过论证也能得以证明”。
- 1.45διττοῦ δὲ ὄντος τοῦ καθ’ αὑτό, τοῦ τε ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνοντος καὶ ὃ ἐν τῷ τοῦ ὑποκειμένου ὁρισμῷ παραλαμβάνεται
在作为名词化中性单数属格的 τοῦ καθ’ αὑτό 之后,置有两个在句法形式上不对称的并列同位成分:第一项是属格分词短语(τοῦ τε ... παραλαμβάνοντος),第二项是关系代词从句(καὶ ὃ ... παραλαμβάνεται)。二者均表示“自身存在”的两种分类(即在自身定义中吸纳底层物者,以及在底层物的定义中被吸纳者)。
- 1.45ἢ οὖν εἰς τὸ καὶ τῷ λόγῳ ὑποστικτέον... ἢ στικτέον μετὰ τὸ εἰς ὅπερ ὄν τι ἄλλο
这是菲洛波诺斯对亚里士多德原文“Ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄν τι ἄλλο καὶ τῷ λόγῳ φανερόν”提出的两种断句方案。第一种方案是在 καὶ τῷ λόγῳ 之后加注逗点(下点),将 τῷ λόγῳ 依“在定义性言说中”之义依附于动词 διαιρεῖται(被分割);第二种方案是在 εἰς ὅπερ ὄν τι ἄλλο 之后断句,将后文 καὶ τῷ λόγῳ φανερόν 连读,把 τῷ λόγῳ 视作“通过论证/推论”修饰形容词 φανερόν(显而易见的)。
