- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:77.28-79.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注解了关于假定定义的组成部分作为偶性附属于另一底层物会导致“实体是偶性”这一荒谬推论的论证(185b31–186b34),随后就整体“由不可分割者构成”(186b35)这一结论提出两种解释:或由数学上的诸点构成,或由纯粹的诸实体构成,以此梳理对一元论的反驳。
" Εἰ δὲ ἄλλῳ συμβέβηκε τὸ δίπουν καὶ τὸ ζῷον, καὶ μὴ ἐστιν ἑκάτερον ὅπερ ὄν τι, καὶ ὁ ἄνθρωπος ἂν εἴη τῶν συμβεβηκότων ἑτέρῳ." Δείξας ὅτι ἀδύνατον τὰ μέρη τοῦ ὁρισμοῦ αὐτῷ ἐκείνῳ συμβεβηκέναι οὗ ὁ ὁρισμός, βούλεται δεῖξαι ὅτι οὐδὲ ἄλλῳ δυνατὸν αὐτὰ συμβεβηκέναι. εἰ γάρ, φησί, τὰ μέρη τοῦ ὁρισμοῦ μὴ εἰσὶν οὐσίαι (τοῦτο γὰρ σημαίνει τὸ καὶ μή ἐστιν ἑκάτερον ὅπερ ὄν τι), συμβέβηκε δ’ εἰ ἐν ἄλλῳ τινί,1 ἐπειδὴ ᾧ τὰ μέρη ὑπάρχει τούτῳ καὶ τὸ ὅλον, καὶ τὸ ὅλον ἂν εἴη συμβεβηκὸς ἑτέρῳ. ὥστε ὁ ἄνθρωπος καὶ ἁπλῶς ἡ οὐσία τῶν συμβεβηκότων τινὶ ἔσται, ὅπερ ἄτοπον καὶ ἀδύνατον, τὴν οὐσίαν συμβεβηκὸς εἶναι.
“但如果两足与动物作为偶性附属于另一者,且各自不属于某种原本的存在,那么人也就会属于作为偶性附属于另一者的诸事物之一。” 在表明了定义的各部分不可能附属于那作为其定义对象的同一者之后,他又意图表明它们也不可能附属于另一者。因为他说,如果定义的各部分不是实体(因为“且各自不属于某种原本的存在”指的就是这一点),而如果它们作为偶性附属于某种另外的事物中,既然各部分所属的事物,整体也必定属于它,那么整体也就会是附属于另一者的偶性。从而人,乃至断然言之实体本身,便将属于作为偶性附属于某物的诸事物之一;而实体是偶性,这乃是荒谬且不可能的。
"Ἀλλὰ τὸ ὅπερ ὂν ἔστω μηδενὶ συμβεβηκός." Ἐπειδὴ εἶπε “καὶ ὁ ἄνθρωπος ἔσται τῶν συμβεβηκότων ἑτέρῳ”, καὶ εἰς τοῦτο ὡς ἄτοπον ἀπήγαγε τὸν λόγον, διὰ τοῦτό φησιν ὅτι ὑποκείσθω τοῦτο ἡμῖν ὁμολογούμενον, ἐπειδὴ καὶ ὑπὸ τῆς ἐναργείας μαρτυρεῖται, ὅτι ἡ οὐσία οὐκ ἔστι τῶν ἑτέρῳ τινὶ συμβεβηκότων, ἀλλὰ τῶν καθ’ αὑτὸ ὑφεστηκότων.
“然而,应当假定那原本的存在并不作为偶性附属于任何事物。” 既然他说了“人也就会属于作为偶性附属于另一者的诸事物之一”,并将论证作为荒谬的结论归约于此,因此他说:应当将这一点作为我们所公认的前提,既然明了自显的事实也为此作证,即实体并不属于作为偶性附属于某种另一者的诸事物,而是属于自身自立存在的诸事物。
"Καὶ καθ’ οὗ ἄμφω [καὶ ἑκάτερον], καὶ τὸ ἐκ τούτων λεγέσθω." Ἐπειδὴ ἔλαβεν ὅτι ᾧ τὰ μέρη συμβεβήκασιν ἀνάγκη καὶ τὸ ὅλον συμβεβηκέναι μὴ προϋποθέμενος αὐτό, διὰ τοῦτο νῦν αὐτὸ τίθησι, καί φησιν· καὶ τοῦτο κείσθω ἡμῖν ἀξίωμα ἐκ τῆς ἐναργείας ὁμολογούμενον, ὅτι καθ’ οὗ ἂν κατηγορηθῇ πάντα τὰ μέρη, καὶ τὸ ἐκ πάντων συγκείμενον κατηγορεῖται· εἰ γὰρ μὴ ἔστιν ἕτερον τῶν μερῶν τὸ ὅλον, ἀνάγκη πᾶσα ᾧ ἂν ὑπάρξῃ πάντα τὰ μέρη, τούτῳ καὶ τὸ ὅλον ὑπάρξαι. ἐὰν δὲ ἔχῃ ἡ γραφὴ τὸ καὶ ἑκάτερον,2 οὕτως ἐξηγητέον· καὶ καθ’ οὗ ἄμφω ἅμα τὰ μέρη κατηγορεῖται καὶ ἑκάτερον ἰδίᾳ, κατηγορηθήσεται καὶ τὸ ὅλον τὸ ἐκ τούτων συγκείμενον. ἐὰν δὲ ᾖ ἡ γραφὴ καὶ καθόλου, οὕτω νοητέον· καὶ καθολικῷ λόγῳ ἄμφω ἐπὶ τοῦ αὐτοῦ κατηγορητέον, ἐφ’ οὗ τὰ μέρη ἐπὶ τούτου καὶ τὸ ὅλον, καὶ ἔμπαλιν.
“凡是两者[与各自]被述说的事物,由它们所构成者也应当被述说。” 既然他此前并未预设就采纳了各部分所偶性附属的事物其整体也必然偶性附属,因此现在他确立了这一点,并说:这也应当作为由明了自显的事实所公认的公理为我们所设立,即凡是被述说以一切部分的事物,由一切部分所构成的整体也被述说;因为如果整体并不是有别于各部分的另一者,那么凡是一切部分所属于的事物,整体也全然必然属于它。如果异文作“与各自”,则应这样解释:凡是两部分共同被述说且各自单独被述说的事物,由它们所构成的整体也将被述说。如果异文作“且普遍地”,则应这样理解:并且依普遍的言说,两者必定述说于同一事物;诸部分所被述说于的事物,整体也述说于它,反之亦然。
"Ἐξ ἀδιαιρέτων ἄρα τὸ πᾶν." Τοῦτο διττῶς ἐξηγητέον· ἢ γὰρ ἐξ ἀδιαιρέτων, τουτέστιν ἐκ σημείων (ἐπειδὴ γὰρ τὸ κυρίως ἕν, λέγω δὴ τὸ τῷ ἀριθμῷ ἕν, τριχῶς ἐλέγετο ἢ ὡς συνεχὲς ἢ ὡς ἀδιαίρετον ἢ ὡς τῷ λόγῳ ταὐτόν, ἀνελὼν ὅτι οὔτε ὡς τῷ λόγῳ ταὐτὸν δυνατὸν εἶναι, οὔτε ὡς συνεχὲς κατ’ οὐδένα τρόπον3 οὔτε ὡς οὐσίας ὄντος τοῦ συνεχοῦς οὔτε ὡς συμβεβηκότος οὔτε ὡς ἐξ ἀμφοῖν συγκειμένου, καὶ οὐσίας οὔτε δεκτικῆς τῶν συμβεβηκότων οὔτε μή, εἰκότως τὸν λειπόμενον εἰσάγει τρόπον. εἰ γὰρ τὸ κυρίως ἓν μήτε ὡς συνεχὲς εἴη μήτε ὡς τῷ λόγῳ ταὐτόν, λείπεται αὐτὸ σημεῖον εἶναι καὶ ἐκ σημείων· σημεῖον μὲν γὰρ τῷ μήτε συνεχὲς εἶναι μήτε τῷ λόγῳ ταὐτόν, ἐκ σημείων δὲ τῷ τὸν ὁριστικὸν αὐτοῦ λόγον πλείονα παραλαμβάνειν ἐξ ἀνάγκης ὀνόματα σημαντικά τινων ἃ μέρη αὐτοῦ γίνεται), ἢ οὖν οὕτως τὸ ἐξ ἀδιαιρέτων, ἢ ἐξ ἀδιαιρέτων ἀντὶ τοῦ ἐξ οὐσιῶν. ἐπεὶ γὰρ ἔδειξεν ὅτι ἀδύνατον τὸν τοῦ ἀνθρώπου ἤτοι τὸν τοῦ ὄντος λόγον εἰς συμβεβηκότα διαιρεῖσθαι, ἕπεται τὸ εἰς οὐσίας εἶναι αὐτοῦ τὴν διαίρεσιν, ἐπειδὴ ἀνάγκη πάντως πολλά τινα σημαίνειν τὸν ὁρισμόν· ὥστε συγκέοιτο ἂν τὸ ἓν ἐξ ὄντων μόνον, τουτέστιν ἐξ οὐσιῶν μόνον. καὶ οὕτως οὖν πολλὰ τὰ ὄντα, κἂν μὴ διαιρῆται ἐνεργείᾳ τὸ πᾶν. εἰ δὲ ἐξ οὐσιῶν μόνον, οὐδαμῶς μεθέξει τοῦ ποσοῦ, εἰ δὲ τοῦτο, οὔτε πεπερασμένον ἔσται οὔτε ἄπειρον. καὶ ἐπίτηδες οὕτως εἶπε τὸ πᾶν καὶ οὐ τὸ ὄν, πληκτικώτερον ποιῶν τὸ πᾶν, ἐπειδὴ ἐκ διωρισμένων ἐστὶ ποσῶν· τὸ οὖν πᾶν, φησίν, ὅπερ ἔφης ἓν εἶναι, καὶ οὕτως ἐκ πλειόνων οὐσιῶν ἔσται, καὶ οὐκέτι ἓν ἂν εἴη, ἀλλὰ πολλά.
“因此整体是由不可分割者构成的。” 这应当作双重解释:要么是由不可分割者、亦即由诸点构成(因为严格意义上的一,我是说数目上的一,有三种说法:或是作为连续者,或是作为不可分割者,或是作为在言说上同一者;在排除了它可能作为在言说上同一者、也排除了以任何方式作为连续者——无论是作为实体的连续者、还是作为偶性、还是由二者所构成,且实体无论是否能接受偶性——之后,他理所当然地引出了剩下的这种方式。因为如果严格意义上的一既非作为连续者,亦非作为在言说上同一者,剩下的便是它自身是点且由诸点构成;因其既非连续者亦非在言说上同一者而是点,又因其定义性言说必然吸纳多个表示成为其组成部分的某些事物之名称,而是由诸点构成的);因此,要么是这样解释“由不可分割者构成”,要么是“由不可分割者构成”代替“由诸实体构成”。因为既然他表明了人的言说、亦即存在的言说不可能被分割为偶性,且既然定义完全必然表示某种多数事物,那么它被分割为诸实体便是必然的推论;从而一者就将仅仅由存在者构成,亦即仅仅由诸实体构成。因此即使整体在现实中不被分割,存在者也依此方式是多数的。但如果仅仅由诸实体构成,它就绝不分有量;而若是如此,它就既非有限亦非无限。他特意说了“整体”而非“存在”,使“整体”更为有力,因为整体是由分离的诸量构成的;因此他说,你所主张为一的那个整体,即使依此方式也将由多数实体构成,从而便不再是一,而是多数了。
- 1.50συμβέβηκε δ’ εἰ ἐν ἄλλῳ τινί
从句 συμβέβηκε δ’ εἰ ἐν ἄλλῳ τινί 与前面的条件从句 εἰ γάρ... μὴ εἰσὶν οὐσίαι 并列,连词 εἰ 后置于动词 συμβέβηκε 之后。主句在由 ἐπειδὴ... 引导的原因从句之后,落实为 καὶ τὸ ὅλον ἂν εἴη συμβεβηκὸς ἑτέρῳ(“整体也就会是附属于另一者的偶性”)。
- 1.52ἐὰν δὲ ἔχῃ ἡ γραφὴ τὸ καὶ ἑκάτερον
针对抄本异文的注疏性分歧讨论。斐洛庞诺斯针对两种异文(γραφή)即 καὶ ἑκάτερον(“与各自”)和 καὶ καθόλου(“且普遍地”),分别展示了在各异文下该语句应如何进行句法剖析与理解。
- 1.53ἐπειδὴ γὰρ τὸ κυρίως ἕν... εἰκότως τὸν λειπόμενον εἰσάγει τρόπον
该长周期的句法骨架为 ἐπειδὴ γὰρ... ἀνελὼν ὅτι... εἰκότως τὸν λειπόμενον εἰσάγει τρόπον(“因为既然……排除了……之后,他理所当然地引出了剩下的这种方式”)。分词 ἀνελὼν 支配着列举被排除的两种方式(言说上的同一性与连续性)及其详细子区分的从属结构,经过长达数行的嵌套后,主句由 εἰκότως 恢复。
