← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§748.1-749.13

作为消灭之因的时间与对被运动的度量

菲洛波诺斯阐明了在时间之中意味着拥有大于自身的时间,论证了为何时间被视为消灭而非生成的原因,并解释了亚里士多德在“运动”之外补入“被运动”的用意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.285#3

εἰ δὲ τοῦτό ἐστιν ἐν χρόνῳ, ἀνάγκη παντὸς τοῦ ἐν χρόνῳ μείζονά τινα λαμβάνεσθαι χρόνον,1 ὥσπερ καὶ τοῦ οὕτως ἐν ἀριθμῷ ὄντος μείζονά τινα λαμβάνεσθαι ἀριθμόν. καὶ διὰ τοῦτο, φησίν, ἐπειδὴ τοῦτό ἐστι κυρίως τὸ ἐν χρόνῳ, τὸ ἔχον μείζονα ἑαυτοῦ χρόνον, πάντα φαμὲν καταγηράσκειν ὑπὸ τοῦ χρόνου καὶ πάντα φθείρειν τὸν χρόνον, οὐ μέντοι φαμὲν γίνεσθαί τι ὑπὸ χρόνου. Καὶ ζητήσειεν ἄν τις εἰκότως· πῶς φησιν ὅτι φθορᾶς μὲν αἴτιον λέγομεν εἶναι τὸν χρόνον, γενέσεως δὲ οὔ; καίτοι φαμὲν ἐν χρόνῳ τὰ πράγματα γίνεσθαι· “ἅπαντα” γάρ φησιν “ὁ μακρὸς κἀναρίθμητος χρόνος φύει τ’ ἄδηλα”, καὶ “ὁ χρόνος τί μ’ εἰδέναι ποιεῖ.” πῶς δὲ ὅλως φησὶν ὑπὸ τοῦ χρόνου φθείρεσθαι πάντα; καίτοι αὐτὸς εἶπεν ἐν τῷ πρώτῳ λόγῳ πᾶν τὸ φθειρόμενον ὑπὸ τοῦ ἐναντίου φθείρεσθαι, ὁ δὲ χρόνος οὐδενί ἐστιν ἐναντίος· ποσὸν γάρ τι ὁ χρόνος, οὐδὲν δὲ τῷ ποσῷ ἐναντίον, καὶ σύνεστι δὲ πᾶσι τοῖς οὖσιν, οὐδὲν δὲ ἅμα σύνεστι τῷ ἐναντίῳ. φημὶ οὖν πρὸς ταῦτα ὅτι πρῶτον μὲν οὐδὲ αὐτὸς εἶπεν ‘οὐδαμῶς λέγομεν ὑπὸ τοῦ χρόνου τὰ πράγματα γίνεσθαι’, ἀλλ’ ὅτι μᾶλλον φθείρεσθαί φαμεν ἢ γίνεσθαι (φθορᾶς γάρ, φησί, καθ’ αὑτὸν μᾶλλον αἴτιος ὁ χρόνος), ἔπειτα τῆς μὲν γενέσεως ἑκάστου ὡρισμένον καὶ δῆλον τὸ αἴτιον, οἷον τοῦ ζῴου μὲν ὁ γεννήσας, καὶ τῆς ἐπιστήμης τοῦ μαθητοῦ ὁ διδάσκαλος· ἐπεὶ οὖν ἔχομεν εἰς ὡρισμένον τι αἴτιον τὴν γένεσιν ἀναγαγεῖν, διὰ τοῦτο οὐδείς φησιν ὅτι ὁ χρόνος ἐγέννησεν, ἀλλ’ ὅτι ὁ πατὴρ ἐγέννησεν, οὐδ’ ὅτι ὁ χρόνος ἐδίδαξεν, ἀλλ’ ὅτι ὁ διδάσκαλος· ἐπὶ δὲ τῆς φθορᾶς καὶ τῆς λήθης, ἐπειδὴ μὴ ἔχομεν ὡρισμένον τι αἴτιον ἀποδιδόναι, διὰ τοῦτο ἐπὶ τὸν χρόνον ἀνάγομεν τὴν αἰτίαν, ἐπείτοι γε ἡνίκα πρόδηλον ἔχομεν τῆς φθορᾶς τὸ αἴτιον, οἷον εἰ ὑπὸ πυρὸς φθαρείη ἡ οἰκία, τὸ πῦρ αἴτιόν φαμεν τῆς φθορᾶς, οὐ τὸν χρόνον, καὶ τὸ ναυάγιον τοῦ θανάτου, καὶ νόσον δὲ πολλάκις τῆς λήθης φαμὲν αἰτίαν, καὶ κάματον τοῦ γήρως αἴτιον. οὕτως ἄρα καὶ ἐπὶ τῆς φθορᾶς, ὅταν ὡρισμένον τι ᾖ τὸ αἴτιον, τοῦτο αἰτιώμεθα, καὶ οὐ τὸν χρόνον. δῆλον οὖν ἐντεῦθεν τὸ αἴτιον, διὰ τί τῶν φθειρομένων μᾶλλον τὸν χρόνον αἰτιώμεθα ἢ τῶν γινομένων. Εἰ δὲ τὰ ἐν χρόνῳ ταῦτά ἐστι, τὰ ἔχοντα μείζονα ἑαυτῶν τὸν χρόνον, εἰκότως τὰ ἀΐδια καὶ τὰ ἀνὰ πάντα ὄντα τὸν χρόνον οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ ἔχει μείζονα ἑαυτῶν χρόνον. καὶ τούτου, φησί, σημεῖον τὸ μηδὲ πάσχειν αὐτὰ ὑπὸ τοῦ χρόνου. εἰ γὰρ τὰ ἐν χρόνῳ πάσχει ὑπὸ χρόνου, τὰ ἄρα μὴ πάσχοντα ὑπὸ χρόνου οὐκ ἂν εἴη ἐν χρόνῳ· οὐ πάσχει δὲ ὑπὸ χρόνου τὰ ἀνὰ πάντα τὸν χρόνον ὄντα· οὐδ’ ἄρα ἐν χρόνῳ τὰ τοιαῦτά ἐστιν. Ἐπεὶ δὲ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι. εἰπὼν τῆς κινήσεως ἐπήγαγε καὶ τοῦ κινεῖσθαι,2 τὸ κινεῖσθαι ἤτοι τοῦτο λέγων ὅπερ παρακατιών φησι ‘τὴν κίνησιν, καὶ τὸ εἶναι αὐτῇ’, ἵνα τὸ κινεῖσθαι λέγῃ τὸ εἶναι τῇ κινήσει,3 ἤγουν διὰ τοῦτο τὴν κίνησιν εἰπὼν ἐπήγαγε καὶ τὸ κινεῖσθαι, ἵνα εἰς αὐτὴν τὴν ἔννοιαν τῆς παρατάσεως ἡμᾶς ἀγάγῃ· ἡ μὲν γὰρ κίνησις σημαίνοι ἂν καὶ αὐτὸ τὸ εἶδος τῆς κινήσεως, τὸ δὲ κινεῖσθαι αὐτὴν τὴν παράτασιν σημαίνει, ἧς καὶ ἔστιν ὁ χρόνος μέτρον· ἐξηγητικὸν οὖν τῆς κινήσεως τὸ κινεῖσθαι.

如果这就是在时间之中,那么必然地,比起在时间之中的每一个事物,都取有一个更大的时间,正如比起以此种方式在数之中的事物,也取有一个更大的数一样。而且正因如此,他说,既然严格意义上的在时间之中就是这——具有比自身更大的时间——我们便说万物皆因时间而衰老,时间消灭万物,然而我们不说某物因时间而生成。 有人可能会合情理地发问:他怎么说我们称时间是消灭的原因而非生成的原因?然而我们确实说事物在时间中生成;因为[诗人]说:“漫长而无数的时间生出一切幽暗之物”,又说“时间使我知晓某事”。再者,他究竟凭什么总括地说万物都被时间消灭?然而他在第一卷中亲自说过,一切被消灭之物都是被相反者消灭的,而时间不对任何东西构成相反;因为时间是某种数量,而没有什么是与数量相反的,况且时间与一切存在者共存,而没有任何东西与相反者同时共存。 对此我说:首先,他自己并没有说“我们绝不说事物因时间而生成”,而是说我们更倾向于说它们被消灭而非生成(因为他说,时间就其自身而言更主要是消灭的原因);其次,就每一事物的生成而言,原因是确定的且显而易见的,例如动物的[原因]是生育者,学生的知识的[原因]是教师;既然我们能够将生成归溯为某个确定的原因,正因如此没有人会说时间生育了,而是说父亲生育了,也没有人说时间教授了,而是说教师教授了;但在消灭和遗忘上,由于我们无法给出确定的原因,正因如此我们把原因归咎于时间;因为其实当我们明显掌握消灭的原因时——例如房子若被火烧毁——我们便说火是消灭的原因而不是时间,海难是死亡的[原因],我们也常说疾病是遗忘的原因,劳苦是衰老的原因。因此,在消灭上也是如此,只要原因明确,我们就归咎于此原因,而不归咎于时间。由此可见其原因,即为什么对于被消灭之物比起对于生成之物,我们更归咎于时间。 如果时间之中的事物就是这些——具有比自身更大的时间的事物——那么永远之物和贯穿所有时间而存在之物不在时间之中,便是合乎情理的;因为它们没有比自身更大的时间。他说,这的一个标记就是它们甚至不受时间的作用。因为如果在时间之中的事物受时间的作用,那么不受时间作用的事物就不会在时间之中;而贯穿所有时间而存在之物不受时间的作用;因此这类事物也不在时间之中。 “既然时间是运动以及被运动的尺度。”在说了“运动的”之后,他又加上了“以及被运动的”,他说“被运动”要么指他在后文中说的“运动以及它的存在”,从而用“被运动”来指运动的存在;要么说他在说了“运动”之后加上“被运动”,是为了引导我们进入延展(持存)本身的概念;因为“运动”也可以指运动的体式(形式)本身,而“被运动”则指延展本身,时间正是这[延展]的尺度;因此,“被运动”是对“运动”的解释说明。

语法注3 条
  1. 4.285παντὸς τοῦ ἐν χρόνῳ μείζονά τινα λαμβάνεσθαι χρόνον

    παντὸς τοῦ ἐν χρόνῳ 是受比较级 μείζονα 支配的比较属格,构成了紧缩比较(comparatio compendiaria),意即“大于在时间之中的一切事物[的时间]的时间”。后文的 τοῦ οὕτως ἐν ἀριθμῷ ὄντος 亦为同等结构。

  2. 4.285εἰπὼν τῆς κινήσεως ἐπήγαγε καὶ τοῦ κινεῖσθαι

    分词 εἰπών 与主动词 ἐπήγαγε 通常支配宾格宾语,但此处因为是直接引用原标句中的词组(μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι),故保留了原文的属格形式(τῆς κινήσεως 与 τοῦ κινεῖσθαι)充当引语宾语。

  3. 4.285τὸ εἶναι τῇ κινήσει

    τῇ κινήσει 是从属于带冠词不定词 τὸ εἶναι 的所属与格,属于亚里士多德表达本质的典型句式(τὸ εἶναι 加与格,即“……的存在/本质”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:748.1-749.13