- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:746.29-747.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯说明了时间如何通过首先界定运动的一部分来度量全部运动,并通过与“在数之中”的比照区分了“在时间之中”的两种含义,指出严格意义上的在时间之中是指具有度量其存在的时间(被时间所包容)。
ταύτην οὖν πρώτως ὁ χρόνος μετρεῖ καὶ ὁρίζει, δι’ αὐτῆς δὲ καὶ τὴν λοιπὴν πᾶσαν. οὕτω μὲν οὖν ὑπὸ τοῦ χρόνου μετρεῖται ἡ κίνησις. ταύτῃ δέ, φησί, καὶ ἐν χρόνῳ λέγεται εἶναι ἡ κίνησις, τῷ μετρεῖσθαι τὸ εἶναι αὐτῆς ὑπὸ τοῦ χρόνου. ἀλλὰ μετρεῖται ὑπὸ τοῦ χρόνου ἡ κίνησις, οὐχ ᾗ ἀΐδιός ἐστιν, ἀλλὰ τῷ ἀεὶ τὸ λαμβανόμενον αὐτῆς μόριον πεπερασμένον εἶναι, ὡς μέντοι ἀΐδιος οὐ μετρεῖται ὑπ’ αὐτοῦ. καὶ γὰρ ὅλως, φησί, τὸ ἐν χρόνῳ διττόν ἐστι, τὸ μὲν τὸ συνυπάρχον τῷ χρόνῳ καὶ ὂν τότε ὅτε καὶ ὁ χρόνος ἐστί, τὸ δὲ ἐν χρόνῳ λέγεται εἶναι τὸ ἔχον τινὰ χρόνον μετρητικὸν τοῦ εἶναι αὐτοῦ. ὥσπερ, φησί, καὶ τὸ ἐν ἀριθμῷ διττόν, τὸ μὲν ἤτοι μέρος ὂν τοῦ ἀριθμοῦ ἢ πάθος (οἷον λέγομεν τὴν μονάδα ἐν ἀριθμῷ εἶναι ὡς μέρος οὖσαν ἀριθμοῦ, λέγομεν δὲ καὶ τὸ περιττὸν καὶ ἄρτιον ἐν ἀριθμῷ εἶναι, ἀλλ’ ὡς πάθη ἀριθμοῦ, καὶ ἔστι ταῦτα ἅμα τῷ ἀριθμῷ· ἔστ’ ἂν γὰρ ἀριθμὸς ᾖ, καὶ ταῦτα),1 καθ’ ἓν μὲν οὖν οὕτως λέγομέν τι ἐν ἀριθμῷ εἶναι, καθ’ ἕτερον δὲ λέγεταί τι ἐν ἀριθμῷ εἶναι τὸ ἔχον ἀριθμόν τινα, ὥσπερ λέγομεν τοὺς δέκα ἵππους ἐν ἀριθμῷ εἶναι, τουτέστιν ἀριθμόν τινα αὐτῶν εἶναι. ὥσπερ οὖν διττὸν τὸ ἐν ἀριθμῷ, οὕτω καὶ τὸ ἐν χρόνῳ διττόν· καὶ γὰρ ἀριθμός τις ὁ χρόνος ἐστίν. ὅταν μὲν γὰρ τὸ νῦν ἐν χρόνῳ λέγωμεν εἶναι, ὡς μέρος ἐν ὅλῳ φαμὲν εἶναι, ὥσπερ καὶ τὴν μονάδα ἐν ἀριθμῷ, ὅταν δὲ λέγωμεν τὸ πρότερον καὶ ὕστερον ἐν τῷ χρόνῳ εἶναι, ὡς πάθη λέγομεν εἶναι, ἃ καὶ ἅμα τῷ χρόνῳ εἰσίν· ἅμα γὰρ τῷ χρόνῳ εἰσὶ τά τε νῦν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον. λέγομεν δὲ πάλιν ἐν χρόνῳ εἶναι τὰ πράγματα, τῷ εἶναί τινα χρόνον μετρητικὸν τῆς οὐσίας αὐτῶν, ὥσπερ ἐλέγομεν καὶ τὸ δεύτερον σημαινόμενον τοῦ ἐν ἀριθμῷ τὸ ἔχειν τινὰ ἀριθμόν, οἷον τοὺς δέκα ἵππους τὸν δέκα ἀριθμόν. καὶ τοῦτό γέ ἐστι τὸ κυρίως ἐν χρόνῳ, ἐπείτοι γε οὐ κυρίως τὸ ἅμα τῷ χρόνῳ ὂν ἐν χρόνῳ· εἰ γὰρ τὸ ἅμα τῷ χρόνῳ ὂν ἐν χρόνῳ ἐστίν, ἐπεὶ ἅμα τῷ χρόνῳ καὶ ἡ ψυχὴ καὶ τὰ θεῖα πάντα (ὅτε γὰρ χρόνος ἐστί, καὶ ταῦτά ἐστιν), ἐν χρόνῳ ἂν εἶεν καὶ ταῦτα. ὥσπερ οὖν οὐ τὸ ἅμα τῇ κινήσει ὂν ἐν κινήσει ἐστίν, οὐδὲ τὸ ἅμα τῷ τόπῳ ὂν ἐν τόπῳ ἐστίν, ὥσπερ τὰ ἀσώματα πάντα, ἄγγελοι φημὶ καὶ θεός2 (οὐκ ἦν γὰρ κίνησις ἢ τόπος ὅτε οὐκ ἦν ταῦτα, ἀλλ’ ὅμως οὔτε ἐν κινήσει ταῦτα οὔτε ἐν τόπῳ), οὕτως οὐδὲ τὸ ἅμα τῷ χρόνῳ 〈ὂν〉 ἐν χρόνῳ ἐστίν· εἰ γὰρ τὸ ἅμα τινὶ ὂν ἐν ἐκείνῳ ἐστίν, ἐπειδή, φησίν, ὅτε ἡ κέγχρος ἐστί, καὶ ὁ οὐρανὸς ἐστίν, ἐν τῇ κέγχρῳ ἂν εἴη ὁ οὐρανός· οὐκ ἄρα οὐδὲ τὸ ὂν ὅτε καὶ ὁ χρόνος ἐστὶν ἐν χρόνῳ ἐστίν, ὥσπερ οὐδὲ τὸ ὂν ὅτε ἡ κέγχρος ἐστὶν ἐν τῇ κέγχρῳ ἐστί. τοῦτο μὲν οὖν οὐ πάντως ἐν χρόνῳ, τὸ ὂν τότε ὅτε καὶ ὁ χρόνος ἐστί· τὸ γὰρ ἔν τινι ὂν κυρίως, ὑπ’ ἐκείνου θέλει περιέχεσθαι.3 κυρίως οὖν ἐν χρόνῳ ἐστὶ τὸ ἔχον τινὰ χρόνον μετρητικὸν αὐτοῦ * * * οἷον τὸν δέκα ἢ ἄλλον τινά.
因此,时间首先度量并界定这一个[运动部分],并通过它也度量全部其余部分。于是,运动就是这样被时间度量的。而且他说,运动也正因如此被说成在时间之中:由于它的存在被时间度量。但运动被时间度量,并非就其是永恒的而言,而是由于每次取出的运动部分总是有限的;然而作为永恒的,它并不被时间度量。因为他说,总的来说,在时间之中是双重的:一种是与时间共存并且在时间存在时也存在的东西;另一种被说成在时间之中,则是具有某种度量其存在的时间的东西。正如他说,在数之中也是双重的:一种要么是数的部分要么是数的受动(例如我们说单子在数之中是作为数的部分,我们也说奇和偶在数之中,但是作为数的受动,而且这些是与数同时共存的;因为只要有数存在,这些也存在);因此,按照一种意义,我们说某物以这种方式在数之中;而按照另一种意义,具有某种数的东西被说成在数之中,正如我们说十匹马在数之中,也就是说存在着它们的某个数。正如在数之中是双重的,在时间之中也是双重的;因为时间确实也是某种数。因为当我们说“现在”在时间之中时,我们说它是作为部分在整体之中,正如单子在数之中一样;而当我们说“前与后”在时间之中时,我们说它们是作为受动,它们也是与时间同时共存的;因为伴随着时间,既存在着各个“现在”,也存在着“前与后”。但反过来我们又说事物在时间之中,是由于存在某种度量其实体的时间,正如我们所说的在数之中的第二种含义即具有某个数一样,例如十匹马具有十这个数。而这才是严格意义上的在时间之中,因为与时间同时共存的东西绝非严格意义上的在时间之中。因为如果与时间同时共存的东西是在时间之中,那么既然灵魂和一切神圣事物都与时间同时共存(因为当时间存在时,这些事物也存在),这些事物也就会在时间之中了。因此,正如与运动同时共存的东西并不在运动之中,与处所同时共存的东西也不在处所之中一样,正如一切无形体之物——我指的是天使和神——的情形一样(因为在没有这些事物的时候并不曾有运动或处所,但尽管如此,这些事物既不在运动之中也不在处所之中),与时间同时共存的东西同样也不在时间之中。因为如果与某物同时共存的东西就在该物之中,那么正如他所说,既然当粟粒存在时天也存在,天就会在粟粒之中了;因此,在时间存在时存在的东西并不在时间之中,正如在粟粒存在时存在的东西不在粟粒之中一样。因此,在时间存在的那个时候存在的东西,绝非完全在时间之中;因为严格意义上在某物之中的东西,要求被该物所包容。因此,严格意义上在时间之中的,是具有某种度量它的时间的东西……正如具有十或某个其他[数]一样。
- 4.285ἔστ’ ἂν γὰρ ἀριθμὸς ᾖ, καὶ ταῦτα
ἔστ’ ἂν 相当于 ἕως ἂν(“只要……就……”),后接虚拟式 ᾖ 引导时间/条件从句。在后半句 καὶ ταῦτα 中省略了系动词 ἐστίν,整体结构为:“因为只要数存在,这些[受动]也存在。”
- 4.285ἄγγελοι φημὶ καὶ θεός
φημί 是插入语(“我指的是”),在句法上独立于主句。主格名词 ἄγγελοι 和 θεός 作为同位语补充说明前面的 τὰ ἀσώματα πάντα。
- 4.285ὑπ’ ἐκείνου θέλει περιέχεσθαι
θέλει 加不定词在此不表示主观意愿,而是哲学注解中常见的用法,表示客观上的要求或本质倾向(“要求被……”、“倾向于……”)。其主语为 τὸ ἔν τινι ὂν κυρίως(“严格意义上在某物之中的东西”)。
