← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§745.17-746.29

时间对运动的度量与尺度的种类区分

对220b32的注解。菲洛波诺斯首先综述了关于该段旨趣(度量运动、在时间之中、度量静止)的不同观点,继而针对时间并非同类却如何度量运动这一疑难,通过区分分立的尺度与约定确立的同类并列尺度来进行解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.285#1

" Ἐπειδὴ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι." Τὸν σκοπὸν τῶν προκειμένων ἄλλοι ἄλλον ἀφορίζουσι, καὶ ὁ μὲν Ἀλέξανδρός φησιν ὅτι πρόκειται αὐτῷ ἐνταῦθα δεῖξαι, ὅπως λέγεται τὴν κίνησιν ὁ χρόνος μετρεῖν, καὶ ὅπως ὅλως ἐν χρόνῳ λέγεται εἶναι ἡ κίνησις, καὶ ἁπλῶς τὰ ἄλλα πάντα πῶς λέγονται εἶναι ἐν χρόνῳ· ἄλλοι δέ φασι σκοπὸν εἶναι τῷ προκειμένῳ δεῖξαι ὅτι οὐ μόνον τὴν κίνησιν μετρεῖ ὁ χρόνος, ἀλλὰ καὶ ἠρεμίαν, καὶ πιστοῦνται τοῦτο ἐκ τοῦ συμπεραινόμενον τὸν Ἀριστοτέλην λέγειν1 “ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον”. ἔστι δὲ τὸ ἀληθέστερον εἰπεῖν, ὅτι οὐ περὶ ἑνὸς τούτων ἐστὶν ὁ σκοπὸς τῷ Ἀριστοτέλει, ἀλλὰ περὶ πάντων, καὶ πῶς μετρεῖται ὑπὸ τοῦ χρόνου ἡ κίνησις, καὶ πῶς ἐν χρόνῳ λέγονται εἶναι τὰ πράγματα, καὶ ὅτι οὐ μόνον κινήσεώς ἐστι μέτρον ὁ χρόνος, ἀλλὰ καὶ ἠρεμίας. Ὁ μὲν οὖν σκοπὸς τῶν προκειμένων οὗτος, ζητεῖ δὲ πρῶτον πῶς ἐστι μέτρον κινήσεως ὁ χρόνος. καὶ γὰρ ἔχει τινὰ εὔλογον ἀπορίαν. τὸ γὰρ μέτρον ὁμογενὲς θέλει εἶναι τῷ κινουμένῳ· τῇ γὰρ μονάδι μετροῦμεν τὸν ἀριθμόν· τὴν γὰρ δεκάδα τῶν ἵππων τῷ ἑνὶ ἵππῳ μετροῦμεν, καὶ τῷ μέρει τοῦ ξύλου τὸ ξύλον. εἰ τοίνυν οὐκ ἔστιν ὁμογενὴς τῇ κινήσει ὁ χρόνος (δέδεικται γὰρ ὅτι οὐκ ἔστιν ἡ κίνησις ὁ χρόνος), πῶς λέγομεν τὴν κίνησιν μετρεῖσθαι ὑπὸ τοῦ χρόνου; φησὶν οὖν ὅτι εἰ μετρεῖ ἡ κίνησις τὸν χρόνον * * * τῷ μετρεῖν τινὰ κίνησιν ἣ καταμετρεῖ τὴν λοιπήν. ὁρίζει γὰρ ὡραίαν τυχὸν κίνησιν, καὶ ταύτῃ τὴν ἡμέραν μετρεῖ, καὶ τῇ ἡμέρᾳ τὸν ἐνιαυτόν· τὰς γὰρ τοσάσδε περιφορὰς ἐνιαυτὸν καλοῦμεν. καὶ γὰρ διττὸν τὸ μέτρον, τὸ μὲν ἐξῃρημένον, τὸ δὲ συγκατατεταγμένον καὶ ὁμοειδές·2 δυνατὸν γὰρ τὸ ξύλον καὶ τῷ πήχει μετρῆσαι, δυνατὸν δὲ καὶ οἷον μέρος ἀφελόντα, τούτῳ τὸ λοιπὸν καταμετρῆσαι· ὁ μὲν οὖν πῆχυς ἐξῃρημένον ἂν εἴη μέτρον, τὸ δὲ μόριον ὁμοειδὲς καὶ συγκατατεταγμένον. καὶ ἐπὶ παντὸς μέτρου ὡσαύτως. οἷον ὁ ξέστης ὁ μὲν κεράμιος ἐξῃρημένον ἂν εἴη μέτρον, πολλῷ δὲ τούτου πρότερον ὁ ἐν τῇ ψυχῇ, ὁ ὁρίζων καὶ τὸν ἔξω ξέστην, αὐτὸς μέντοι ὁ μεμετρημένος ξέστης τοῦ οἴνου μετρῶν τὸν λοιπὸν πάντα συγκατατεταγμένον ἂν εἴη μέτρον. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τοῦ χρόνου. καὶ ἔστιν ὁ μὲν χρόνος ἐξῃρημένον μέτρον, τὸ μόριον δὲ τῆς κινήσεως, ᾧ μετρεῖται ἡ λοιπή, συγκατατεταγμένον ἐστὶ μέτρον. τί οὖν τὸ μόριον τῆς κινήσεως, ὃ πρώτως ὁρίζεται ὑπὸ τοῦ χρόνου, ὥστε εἶναι μέτρον πάσης τῆς κινήσεως * * * οὐχ ὁ χρόνος μετρεῖ πρώτως. εἰ οὖν ὅλως μετρεῖ τινὰ κίνησιν πρώτως, διὰ τί μὴ πᾶσαν; πῶς δὲ καὶ ὅλως ὁρίζει τινὰ κίνησιν ἣ μετρεῖ τὴν λοιπήν, μιᾶς καὶ συνεχοῦς οὔσης πάσης τῆς κινήσεως; φημὶ οὖν ὅτι ὥσπερ εἰ τῇ χειρί τις ἀντὶ σχοίνου μετρήσει καὶ ἀφορίσεται, εἶτα ἐκείνῳ τὴν λοιπὴν σχοῖνον μετρήσει, οὕτω δὴ καὶ ἐπὶ τοῦ χρόνου ἔχει· θέσει γάρ, οὐ φύσει, τὸ μόριον τὸ ἀφορισθέν, διὸ ἄλλοι ἄλλα μέτρα λαμβάνουσι καὶ ὡρῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν. ἀφορισθέντος οὖν μορίου τινὸς τῆς κινήσεως, καὶ τούτου πρώτως ὑπὸ τοῦ χρόνου ὁρισθέντος, λέγω δὴ τοῦ ἀριθμοῦ τοῦ κατὰ τὸ πρότερον τοῦ μορίου τῆς κινήσεως καὶ τὸ ὕστερον,3 οὕτω ταύτῃ ἡ λοιπὴ πᾶσα μετρεῖται, ὡς ὑπὸ προσεχεστέρου μέτρου.

“而既然时间是运动和被运动的尺度……” 关于眼前文本的旨趣,不同的人有不同的界定;亚历山大说,他此处的目的在于表明时间如何被说成度量运动,以及一般而言运动如何被说成在时间之中,并且简言之其他一切事物如何被说成在时间之中;另一些人则说,眼前文本的旨趣在于表明时间不仅度量运动,而且也度量静止,并且他们根据亚里士多德作为结论所说的话来证实这一点:“而既然时间是运动的尺度,它也将是静止的尺度。”但更真实的说法是,亚里士多德的旨趣不是关于其中的某一项,而是关于全部这些内容:即运动如何被时间度量,事物如何被说成在时间之中,以及时间不仅是运动的尺度而且也是静止的尺度。眼前文本的旨趣固然是这个,但他首先探究的是时间如何是运动的尺度。因为这确实包含一个合乎情理的疑难。因为尺度往往要求与被运动者同类;因为我们是用单子来度量数的;因为我们是用一匹马来度量马的十,用木料的一部分来度量木料。那么,如果时间与运动并不同类(因为已经表明时间并不是运动),我们怎么能说运动被时间度量呢?因此他说,如果运动度量时间……通过度量某种度量其余部分的运动。因为[时间]界定例如一小时的运动,并以此度量日,以日度量年;因为我们把如此多次的周转称为年。因为尺度确实是双重的,一种是分立的(超拔的),另一种是并列的且同种的;因为既可以用肘尺来度量木料,也可以好比截取一部分,用它来度量其余部分;于是肘尺是分立的尺度,而这一部分则是同种且并列的尺度。对于一切尺度也是同样如此。例如陶制的升是分立的尺度,而远在此之前的则是灵魂之中的尺度,它甚至界定了外在的升;然而,这量定好的一升酒本身如果度量其余全部的酒,它就是并列的尺度。因此,正如在这些情形中一样,在时间的情形中也是如此。时间是分立的尺度,而其余部分藉以被度量的运动的部分则是并列的尺度。那么,什么是首先被时间界定从而作为全部运动的尺度的运动部分呢?……时间并非首先度量。那么,如果它根本是首先度量某种运动,为何不是度量全部运动呢?而且,在全部运动是单一且连续的情况下,它究竟如何界定某种度量其余部分的运动呢?因此我认为,正如有人不用绳索而用手来度量并划定,然后用它来度量其余的绳索,在时间的情形中也正是如此;因为划定的部分是出于约定而非出于本性,因此不同的人对小时、月和年采取不同的尺度。因此,当运动的某个部分被划定,并且这一部分首先被时间界定——我指的是按照该运动部分的前后而来的数——以这种方式,全部其余部分就藉此被度量,犹如被一个更直接的尺度所度量一样。

语法注3 条
  1. 4.285ἐκ τοῦ συμπεραινόμενον τὸν Ἀριστοτέλην λέγειν

    由介词 ἐκ 引导的带冠词不定式结构 τοῦ λέγειν。宾格分词 συμπεραινόμενον 与不定式的逻辑主语 τὸν Ἀριστοτέλην 一致,表示状语性方式:“从亚里士多德作为结论所说的话中”。

  2. 4.285τὸ μὲν ἐξῃρημένον, τὸ δὲ συγκατατεταγμένον καὶ ὁμοειδές

    关于尺度(μέτρον)的术语性分类对立。ἐξῃρημένον 指脱离于被度量对象之外的、独立的或超拔的尺度(如肘尺、容器、灵魂之中的数),而 συγκατατεταγμένον 则指与被度量对象处于同一序列、具有同等种类的内在单位尺度(如从对象本身截取的部分)。

  3. 4.285λέγω δὴ τοῦ ἀριθμοῦ τοῦ κατὰ τὸ πρότερον τοῦ μορίου τῆς κινήσεως καὶ τὸ ὕστερον

    在 λέγω δή 之后,属格 τοῦ ἀριθμοῦ 与前文属格独立结构 τούτου πρώτως ὑπὸ τοῦ χρόνου ὁρισθέντος 中的 τοῦ χρόνου 形成同位语说明,意在澄清所谓运动部分被界定,即是指“由按照运动部分的前后而来的数所界定”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:745.17-746.29