← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§743.18-745.16

时间的长短与时间运动的相互度量

注解亚里士多德《物理学》220b3–220b24,菲洛波诺斯论述了时间不具有快慢但由于底层主体(运动和大小)而具有长短,时间是被计数的数而非计数的数,以及通过运动随顺大小、时间随顺运动,时间与运动相互度量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.278

" Ταχὺς δὲ καὶ βραδὺς οὐκ ἔστιν· οὐδὲ γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν ταχὺς καὶ βραδὺς οὐθείς." Δοκεῖ μὲν λέγειν, ὅτι διὰ τοῦτο οὐκ ἔχει ὁ χρόνος τὸ ταχὺ καὶ βραδύ, διότι οὐδὲ ὁ ἀριθμὸς ᾧ ἀριθμοῦμεν τὸν χρόνον, τουτέστιν ὁ ἐν τῇ ψυχῇ, οὐ τοῦτο δέ φησιν (οὐδὲ γὰρ τῇ ἡμετέρᾳ διανοίᾳ ἕπεται τὰ πράγματα), ἀλλὰ τὸν ἀριθμὸν ᾧ ἀριθμοῦμέν φησι τὸν ἠριθμημένον ἀριθμόν,1 ἐξ οὗπερ καὶ ὁ χρόνος ἐστί, λέγω δὴ τὴν ἠριθμημένην κίνησιν. ταύτῃ γὰρ ἀριθμοῦμεν τὸν χρόνον· ὅση γὰρ ἂν εἴη ἡ κίνησις, τοσοῦτόν φαμεν εἶναι καὶ τὸν χρόνον. ἐπεὶ οὖν αὕτη τὸ ταχὺ καὶ τὸ βραδὺ οὐκ ἔχει, οὐδὲ ὁ χρόνος ἕξει τὸ ταχὺ καὶ τὸ βραδύ. δυνατὸν δὲ καὶ τὸ οὐδὲ γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν τὸν ἐν τῇ ψυχῇ λαβεῖν.2 ἐπειδὴ γὰρ ὁρίζομεν τὸν χρόνον τῷ ἐν τῇ ψυχῇ ἀριθμῷ, τούτου μὴ ἔχοντος τὸ ταχὺ καὶ τὸ βραδὺ εἰκότως οὐδὲ ὃ ὁρίζομεν ὑπ’ αὐτοῦ ἕξει· τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον ἔχοντος τοῦ ἐν τῇ ψυχῇ ἀριθμοῦ καὶ ὁ χρόνος ἔχει καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον. πῶς οὖν τοῦ ἐν τῇ ψυχῇ ἀριθμοῦ μὴ ἔχοντος τὸ μακρὸν καὶ τὸ βραχὺ ὁ χρόνος ἔχει τὸ μακρὸν καὶ τὸ βραχύ; φημὶ ὅτι διὰ τὸ ὑποκείμενον ἔχει ὁ χρόνος τὸ μακρὸν καὶ τὸ βραχύ· ἐπεὶ γὰρ συνεχοῦς ἐστιν ἀριθμός (κινήσεως γάρ), ἡ δὲ κίνησις διὰ τὸ μέγεθος συνεχὴς οὗ ἐστι κίνησις, ἐν δὲ τῷ μεγέθει τὸ μακρὸν καὶ τὸ βραχύ, εἰκότως καὶ ἐν τῇ κινήσει καὶ ἐν τῷ χρόνῳ τὸ μακρὸν καὶ τὸ βραχύ. διὰ τὸ ὑποκείμενον ἄρα ὑπάρχει τῷ χρόνῳ τὸ μακρὸν καὶ τὸ βραχύ, καὶ οὐχ ᾗ ἀριθμός ἐστιν.

“但[时间]既非快的也非慢的;因为我们用来计数的数没有哪一个是快的或慢的。” 他似乎在说,由于我们用来计数时间的数——即灵魂之中的数——也不[具有快与慢],正因如此时间不具有快与慢;但他并不是这个意思(因为事物并不随顺我们的思辨),而是说,所谓“我们用来计数的数”,是指时间也由此而来的被计数的数,我指的是被计数的运动。因为我们正是用这来计数时间的;因为运动有多少,我们就说时间也有多少。因此,既然这一[运动]不具有快与慢,时间也就不会具有快与慢。但也可以把“因为我们用来计数的数没有哪一个是[快的或慢的]”理解为灵魂之中的数。因为既然我们是用灵魂之中的数来规定时间,那么当这[个数]不具有快与慢时,合情合理地,由它所规定的[时间]也不会具有它们;因为当灵魂之中的数具有多与少时,时间也同时具有多与少。那么,当灵魂之中的数不具有长与短时,时间怎么会具有长与短呢?我认为,时间是由于底层主体才具有长与短的;因为既然它是连续者之数(因为是运动之数),而运动由于其所属的大小而具有连续性,并且在大小之中存在长与短,那么在运动和时间中存在长与短也就是合情合理的了。因此,长与短属于时间是由于底层主体,而不是就其作为数而言的。

§4.279

"Καὶ ὁ αὐτὸς δὴ πανταχοῦ ἅμα· πρότερος δὲ καὶ ὕστερος οὐχ ὁ αὐτός." Ὁ αὐτὸς πανταχοῦ ὁ ἐνεστώς· μία γὰρ ἡ παράτασις ἡ κατὰ τὸν ἐνεστῶτα χρόνον, οὐκέτι μέντοι ἡ προτέρα παράτασις τῇ ὑστέρᾳ ἡ αὐτή· ἕτερα γὰρ ἑκάστης τὰ πέρατα.

“并且[时间]确实在各处同时是同一的;但先前的与后来的[时间]并非同一的。” 在各处都同一的是现在;因为按照现在时间的延展是一;然而先前的延展与后来的延展不再是同一的;因为各自的界限是不同的。

§4.280

"Ὁ δὲ χρόνος ἀριθμός ἐστιν οὐχ ᾧ ἀριθμοῦμεν, ἀλλ’ ὁ ἀριθμούμενος." Εἰ γὰρ ἦν ὁ χρόνος ἀριθμὸς ᾧ ἀριθμοῦμεν, εἷς ἂν ἦν ὁ παρεληλυθὼς καὶ ὁ μέλλων (εἷς γὰρ ὁ ἐν τῇ ψυχῇ ἀριθμός), νῦν δὲ οὐκ ἔστιν ὁ ἀριθμῶν, ἀλλ’ ὁ ἀριθμούμενος, ὥστε ἕτερος καὶ ἕτερος ὁ παρεληλυθὼς καὶ ὁ μέλλων· ὁ μὲν γὰρ ἀριθμῶν ὁ αὐτός, τὰ δὲ ἀριθμούμενα οὐ τὰ αὐτά.

“而时间并非我们用来计数的数,而是被计数的数。” 因为如果时间是我们用来计数的数,过去的和将来的就会是一(因为灵魂之中的数是一),但如今它并不是计数者,而是被计数者,从而过去与将来彼此相异;因为计数的[数]是同一的,而被计数的事物则不是同一的。

§4.281

"Ἔτι ὡς ἐνδέχεται κίνησιν εἶναι τὴν αὐτὴν καὶ μίαν πάλιν καὶ πάλιν." Ὅτι ἐνδέχεται πάντα χρόνον τὸν αὐτὸν καὶ ἕνα λέγειν, τῷ εἴδει δηλονότι, ὥσπερ καὶ τὰς πολλὰς κινήσεις μίαν εἶναι τῷ εἴδει.

“此外,正如运动可能一次又一次是同一且唯一的……” 这是说,可以说全部时间是同一且唯一的,显然是在种上[如此],正如许多运动在种上也是唯一的一样。

§4.282

"Οὐ μόνον δὲ τὴν κίνησιν τῷ χρόνῳ μετροῦμεν." Ὅτι οὐ μόνον τὴν κίνησιν ὁ χρόνος μετρεῖ, ἀλλὰ καὶ τὸν χρόνον ἡ κίνησις. καὶ εἴπομεν πῶς.

“但我们不仅用时间度量运动……” 这是说,不仅时间度量运动,而且运动也[度量]时间。并且我们已经说过是如何度量的。

§4.283

"Καθάπερ καὶ τῷ ἀριθμητῷ τὸν ἀριθμόν, οἷον τῷ ἑνὶ ἵππῳ τὸν τῶν ἵππων ἀριθμόν." Ὥσπερ, φησί, τὸν τῶν ἵππων ἀριθμόν, οἷον τοὺς δέκα ἵππους, τῇ ἐν αὐτοῖς δεκάδι γνωρίζομεν, καὶ ταύτην αὖθις τῷ ἀριθμῷ τῶν ἵππων, οὕτω δὴ καὶ ἐπὶ τοῦ χρόνου καὶ τῆς κινήσεως μετρητικά ἐστι ταῦτα ἀλλήλων.

“正如也用被计数者[度量]数,例如用一匹马[度量]马的数。” 正如,他说,我们借助于马群之中的十来认识马的数,例如十匹马,又反过来借助于马的数来认识这[个十],在时间与运动的情形中正是这样,它们是彼此的度量者。

§4.284

"Καὶ τοῦτο εὐλόγως συμβέβηκεν· ἀκολουθεῖ γὰρ τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ δὲ κινήσει ὁ χρόνος, τῷ καὶ ποσὰ καὶ συνεχῆ καὶ διαιρετὰ εἶναι.3" Πίστιν τοῦ ἀντιμετρεῖσθαι ὑπ’ ἀλλήλων τὸν χρόνον καὶ τὴν κίνησιν τίθησι τὸ ἀκολουθεῖν τῷ μὲν μεγέθει τὴν κίνησιν, τῇ δὲ κινήσει τὸν χρόνον. εἰ γὰρ ὡς ἂν ἔχῃ τὸ μέγεθος, οὕτως ἔχει καὶ ἡ κίνησις, καὶ ὡς ἂν ἔχῃ ἡ κίνησις, οὕτως ἔχει καὶ ὁ χρόνος, δῆλον ὅτι τῆς τε κινήσεως πολλῆς οὔσης ἀνάγκη πολὺν εἶναι καὶ τὸν χρόνον, καὶ ἔμπαλιν πολλοῦ ὄντος τοῦ χρόνου πολλὴν εἶναι καὶ τὴν κίνησιν· ὡς γὰρ καὶ κατὰ τὸ συνεχὲς καὶ τὸ διαιρετὸν καὶ τὰ ἄλλα ἀκολουθοῦσιν ἀλλήλοις ἥ τε κίνησις καὶ ὁ χρόνος, οὕτω δὴ καὶ κατὰ τὸ πολὺ καὶ τὸ ὀλίγον καὶ τὸ μακρὸν καὶ τὸ βραχύ. ὥστε ἑκάτερον τοῦ ἑτέρου μέτρον ἐστί· τοῦ γὰρ ἑτέρου πολλοῦ ὄντος ἢ ὀλίγου ἢ μακροῦ ἢ βραχέος καὶ τὸ λοιπὸν ἀνάγκη τοιοῦτον εἶναι.

“而这发生得合情合理;因为运动随顺大小,时间随顺运动,乃由于它们既是量又是连续的且是可分割的。” 作为时间与运动被彼此相互度量的确证,他提出了运动随顺大小、时间随顺运动。因为如果大小如何,运动也就如何,而运动如何,时间也就如何,那么显然运动多时时间也必然多,反之时间多时运动也必然多;因为正如运动与时间在连续、可分割及其他方面彼此随顺,在多与少以及长与短方面也正是如此。从而每一方都是另一方的尺度;因为当一方是多或少、长或短时,剩下的一方也必然是这样的。

语法注3 条
  1. 4.278ἀλλὰ τὸν ἀριθμὸν ᾧ ἀριθμοῦμέν φησι τὸν ἠριθμημένον ἀριθμόν

    双重宾格结构。在由 φησί 支配的从属结构中,τὸν ἀριθμὸν ᾧ ἀριθμοῦμεν(引自底本的词组)充当直接宾语,而 τὸν ἠριθμημένον ἀριθμόν 充当宾语补足语,意为“他所说的‘我们用来计数的数’指的是被计数的数”。

  2. 4.278δυνατὸν δὲ καὶ τὸ οὐδὲ γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν τὸν ἐν τῇ ψυχῇ λαβεῖν

    依赖于非人称形容词 δυνατόν [ἐστι] 的不定式结构。引语名物化短语 τὸ οὐδὲ γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν 作不定式 λαβεῖν 的直接宾语,而 τὸν ἐν τῇ ψυχῇ 则作为补足语(“理解为灵魂之中的数”)。

  3. 4.284τῷ καὶ ποσὰ καὶ συνεχῆ καὶ διαιρετὰ εἶναι

    表示原因或理由的带冠词与格不定式(原因与格)。它说明了前述“运动随顺大小,时间随顺运动”之所以成立的根据。不定式 εἶναι 的逻辑主语被省略,而 ποσά, συνεχῆ, διαιρετά 作中性复数表语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:743.18-745.16