← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§742.1-743.17

时间和运动的相互规定与是否存在最小数

斐洛庞努斯论证了时间和运动是相互规定的关系词,并解释了亚里士多德对时间既是连续体又是数这一困难的解答:时间就底层主体而言没有最小数,但在定义上具有最小数(二或三)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.277#3

εἰ δὲ καὶ τῷ οἴνῳ καὶ τῷ σίτῳ μετροῦμεν τὸν ἀμφορέα ἢ τὸν μέδιμνον, ἀλλ’ ὡς ἀόριστα ἔτι καὶ μήπω ὄντα μέτρα, ὥστε καὶ ταῦτα, εἰ καὶ προσεχῶς ὑπὸ τοῦ σίτου καὶ τοῦ οἴνου μετρεῖται, ἀλλ’ ὁρισθέντων ἤδη τούτων καὶ μετρηθέντων ὑπὸ τῶν μέτρων.1 ὥστε τὸ κυρίως καὶ πρώτως μετροῦν τὸ μέτρον ἐστίν. ἀλλά φημι ὅτι εἰ καὶ ὅδε ὁ μέδιμνος ὑπὸ τοῦ μεμετρημένου σίτου ὑπ’ ἄλλου μεδίμνου μετρεῖται, ἀλλ’ οὖν ἁπλῶς καὶ οἷον κατὰ τὴν πρώτην θέσιν καὶ ὁ μέδιμνος τῷ τοσῷδε ὡρίσθη σίτῳ καὶ ὁ τοσόσδε σῖτος ὑπὸ τοῦ μεδίμνου μεμέτρηται, ἐπὶ δὲ τοῦ χρόνου μήποτε οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· οὐδὲ γὰρ πρῶτον μεμέτρηται ὑπὸ τοῦ χρόνου ἡ κίνησις, εἶτα ἀντεμέτρησε τὸν χρόνον, ἀλλ’ ἅμα συνεπινοοῦνται ἀλλήλοις, ὥσπερ τὰ πρός τι. ὥσπερ οὖν ἅμα καὶ κατὰ ταὐτὸν καὶ ὁ πατὴρ τὸ εἶναι πατὴρ ὑπὸ τοῦ υἱοῦ ἔχει καὶ ὁ υἱὸς τὸ υἱὸς εἶναι ὑπὸ τοῦ πατρὸς ἔχει, ὁμοίως καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, οὕτω δὴ καὶ ὁ χρόνος καὶ ἡ κίνησις ὑπ’ ἀλλήλων ὁρίζονται. εἰ γὰρ ἀριθμός ἐστιν ὁ χρόνος, τῶν πρός τι δηλονότι· τοῦ γὰρ ἀριθμητοῦ ὁ ἀριθμός, ἀριθμητὸν δὲ ὑπὸ τοῦ χρόνου ἡ κίνησις. ὥστε καὶ τὸ εἶναι τοσήδε ἡ κίνησις ὑπὸ τοῦ χρόνου ἔχει (ἀριθμὸς γὰρ αὐτῆς ὁ χρόνος), καὶ τὸ εἶναι τῷ χρόνῳ τοσῷδε οὐκ ἄλλοθεν ἢ ἐκ τῆς κινήσεως·2 μὴ οὔσης γὰρ ταύτης οὐδ’ ἂν ὁ χρόνος εἴη, ὥσπερ καὶ τοῦ χρόνου μὴ ὄντος, λέγω δὴ τοῦ τῆς κινήσεως ἀριθμοῦ, οὐδ’ ἂν κίνησις εἴη· ἀριθμητὸν γὰρ ἡ κίνησις. ἀριθμὸν δὲ λέγω, οὐχ ἁπλῶς τὸν ὑφ’ ἡμῶν μετρούμενον, ἀλλὰ τὸν ἐν τοῖς πράγμασιν ἐνυπάρχοντα· ὥσπερ γὰρ οἱ δέκα λίθοι, κἂν μηδεὶς ᾖ ὁ ἀριθμῶν καὶ λέγων αὐτοὺς δέκα εἶναι, ὅμως οὐδὲν ἧττον ὑπάρχει αὐτοῖς τὸ δέκα εἶναι, οὕτω φημὶ καὶ τὸν χρόνον, λέγω δὴ τὸν τῆς κινήσεως ἀριθμόν, κἂν μηδεὶς ᾖ ὁ μετρῶν τὰς κινήσεις, ὅμως ὑπάρχειν αὐταῖς τὸ τοσαῖσδε εἶναι· ἡ γὰρ περιφορὰ τοῦ ἡλίου ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ δεκάκις γενομένη, κἂν μηδεὶς ᾖ ὁ ἀριθμῶν, οὐδὲν ἧττον δεκάκις γέγονε. καὶ ἔστιν ὁ τοιοῦτος ἀριθμὸς τῆς κινήσεως ὁ χρόνος. Ἐλάχιστος 〈δὲ ἀριθμὸς ἁπλῶς μὲν ἔστιν, ἡ δυάς, τὶς〉 δὲ ἀριθμὸς ἔστι μὲν ὡς ἔστιν, ἔστι δὲ ὡς οὐκ ἔστιν. ὡς τῆς ἀπορίας προωμολογημένης, οὕτως τὴν λύσιν ἐπάγει, μὴ θεὶς τὴν ἀπορίαν. ὁ δὲ νοῦς τῶν προκειμένων τοιοῦτός ἐστιν. ἐπειδὴ συνεχὴς ὁ χρόνος, εἶπε δὲ τὸν χρόνον ἀριθμὸν εἶναι κινήσεως, τὸ δὲ ἐλάχιστον ἐν μὲν τῷ συνεχεῖ οὐκ ἔστιν (ἐπ’ ἄπειρον γὰρ διαιρετόν), ἐν δὲ τῷ ἀριθμῷ ἔστιν, οἷον ἡ δυάς, δοκεῖ δὲ ταῦτα ἐναντία ὄντα ἐν ἑνὶ καὶ τῷ αὐτῷ εἶναι χρόνῳ, διότι καὶ συνεχής ἐστι καὶ ἀριθμός ἐστιν ὁ χρόνος, πῶς ταῦτα ὑπάρχει ἐν αὐτῷ λέγει. φησὶν οὖν ὅτι ὁ ἀριθμὸς κατά τι μὲν ἔχει τὸ ἐλάχιστον, κατά τι δὲ οὐκ ἔχει· κατὰ μὲν γὰρ τὸ ὑποκείμενον οὐκ ἔχει τὸ ἐλάχιστον ὁ ἀριθμός (συνεχῶν γάρ ἐστιν ἀριθμός, οἷον γραμμῶν ἢ κινήσεων), κατὰ μέντοι τὸν λόγον καὶ καθὸ ἀριθμός ἐστι, ταύτῃ ἔχει τὸ ἐλάχιστον. ἐλάχιστος γὰρ κατὰ μὲν ἀριθμόν ἐστιν ὁ εἷς ἢ δύο. οὐχ ὅτι 〈ἡ〉 μονὰς ἀριθμός, ἀλλ’ ὡς ἐν ὑποθέσει εἴρηται,3 ὅτι εἴ τις τὴν μονάδα ἀριθμὸν οἴοιτο, ἐλάχιστος ἂν εἴη ἀριθμὸς ἡ μονάς. κατά τινα γοῦν λόγον οὐδὲ ἡ δυὰς ἀριθμός. εἰ μὲν γὰρ ἀριθμὸς εἴη τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, καὶ ἡ δυὰς ἀριθμός, ἀλλ’ ἀναιρεῖται τὸ τὴν δυάδα εἶναι ἀριθμὸν λόγῳ τοιούτῳ· πᾶς ἀριθμός, φησί, πολλαπλασιαζόμενος ἐφ’ ἑαυτὸν μείζων γίνεται ἢ συντιθέμενος, οἷον ὁ γʹ πολλαπλασιαζόμενος ἐφ’ ἑαυτὸν ποιεῖ τὸν θʹ, συντιθέμενος δὲ ποιεῖ τὸν ϛʹ, καὶ οὕτως ἐπὶ πάντων, ὁ δὲ βʹ καὶ συντιθέμενος ἐφ’ ἑαυτὸν καὶ πολλαπλασιαζόμενος τὸ αὐτὸ ποιεῖ (δὶς γὰρ βʹ δʹ, καὶ βʹ καὶ βʹ δʹ)· ταύτῃ οὖν οὐκ ἀριθμὸς ἡ δυάς, ἀλλ’ ἐλάχιστος ἀριθμὸς ὁ γʹ.

但即使我们用酒和谷物来度量双耳罐或麦狄姆诺斯,也只是把它们当作仍是不确定的、尚未成为量器的东西[来度量];从而这些[量器]即使直接被谷物和酒度量,也只是在这些[谷物和酒]已经被量器所规定和度量之后[才被度量的]。因此,真正说来且首先起度量作用的是量器。但我认为,即便这具麦狄姆诺斯被已经由另一具麦狄姆诺斯所度量的谷物度量,无论如何,就纯粹而言且犹如按照最初的设定,麦狄姆诺斯也被这般数量的谷物所规定,而这般数量的谷物也被麦狄姆诺斯所度量;但在时间的情形中,或许连这也不能说。因为并非运动先被时间度量,然后它又反过来度量时间,而是正如关系词那样,它们在同一时间被彼此共同意想。因此,正如在同一时间且在同一方面,父亲之所以为父亲是由儿子所决定的,儿子之所以为儿子是由父亲所决定的,右与左也同样如此,正是这样,时间与运动也是由彼此所规定的。因为如果时间是数,它显然属于关系词之列;因为数是可计数者之数,而运动是由时间可计数之物。从而,运动是这般多是由时间赋予的(因为运动的数就是时间),而时间是这般多则绝非来自别处,只能来自运动;因为如果运动不存在,时间也不会存在,正如如果时间不存在——我指的是运动的数——运动也不会存在一样;因为运动是可计数者。但我所说的数,并非仅仅指由我们所度量的数,而是指在事物之中内在存在的数;因为正如那十块石头,即便没有任何人计数并说它们是十,十的属性仍然不折不扣地属于它们,同样我也认为时间——我指的是运动的数——即便没有任何人度量运动,这般多的属性仍然属于它们;因为太阳从同一处到同一处十次发生的周转,即便没有任何人计数,也仍然发生了十次。而运动的这样一种数就是时间。 “最小的〈数,端而言之确实存在,即二;但某种特定的〉数,依某种方式存在,依某种方式则不存在。” 仿佛困难已经预先达成了共识一样,他没有摆出这一困难,便如此引出了解决办法。而呈现在我们面前的文段的意旨如下:既然时间是连续的,而他又说过时间是运动的数,而在连续体中并不存在最小者(因为它是可无限分割的),但在数中却存在,例如二,并且这些性质作为相反者,似乎属于同一个时间(因为时间既是连续的又是数),于是他说明了这些性质是如何存在于时间之中的。因此他说,数在某个方面具有最小者,在某个方面则不具有;因为就底层主体而言,数不具有最小者(因为它是诸连续物之数,例如线或诸运动),然而就其定义以及就其作为数而言,在这一方面它具有最小者。因为就数而言,最小者是一或二。这并不是说一就是数,而是作为一种假设说的,即如果有人认为一是数,那么最小的数便是一。甚至根据某种论据,连二也不是数。因为如果数是由诸单位组成的多数性,那么二也是数;但是二作为数通过如下的论据被否定了:他说,每一个数,当自乘时,都会变得比自身相加时更大,例如γʹ自乘得出θʹ,但相加则得出ϛʹ,在一切情形中都是如此;而βʹ无论是自身相加还是自乘都得出相同的结果(因为二倍的βʹ是δʹ,且βʹ加βʹ也是δʹ);因此在这一方面二不是数,而最小的数是γʹ。

语法注3 条
  1. 4.277ὥστε καὶ ταῦτα, εἰ καὶ προσεχῶς ὑπὸ τοῦ σίτου καὶ τοῦ οἴνου μετρεῖται, ἀλλ’ ὁρισθέντων ἤδη τούτων καὶ μετρηθέντων ὑπὸ τῶν μέτρων.

    该句在语法上构成破格构式(破格文)。在 ὥστε 引导的结果从句内部,主语 ταῦτα(量器)缺少对应的限定动词(省略了如 μετρεῖται 等词),而在承接让步从句(εἰ καὶ...)的 ἀλλ’ 之后,直接跟随着属格绝对结构(ὁρισθέντων... μετρηθέντων)。理解其骨干需补充含义:“即使它们直接被谷物和酒度量,也只有在这些谷物和酒已被量器规定之后[才被度量]”。

  2. 4.277καὶ τὸ εἶναι τῷ χρόνῳ τοσῷδε οὐκ ἄλλοθεν ἢ ἐκ τῆς κινήσεως

    τὸ εἶναι τῷ χρόνῳ τοσῷδε 是一个充当主语的冠词加不定式短语,与前分句中的 τὸ εἶναι τοσήδε(主格主语 ἡ κίνησις 所支配动词 ἔχει 的宾语)相对应。前分句以主格 ἡ κίνησις 作 ἔχει 的主语、以冠词加不定式 τὸ εἶναι 作宾语(表语 τοσήδε 随主语一致而用主格),而此处则使用了领属与格(τῷ χρόνῳ),形成“时间是这般多[来自运动]”的句式(省略了系动词 ἐστί)。

  3. 4.277οὐχ ὅτι 〈ἡ〉 μονὰς ἀριθμός, ἀλλ’ ὡς ἐν ὑποθέσει εἴρηται

    οὐχ ὅτι 是习惯表达,意为“并不是说……”,用于否定对前句(最小的数是一或二)可能产生的误解。此处省略了说话动词(如 λέγει),形成“并不是[说]一就是数,而是作为假定被表述的”这一对比结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:742.1-743.17