- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:741.1-741.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐罗庞努斯阐释了亚里士多德关于广义的现在(如一天)、过去与未来在数上相异但在种上同一的论点,以及时间与运动相互度量的关系,最后探讨了对这种相互度量的限定。
ἐνεστῶτα δὲ τὸν πλατικὸν λέγει,1 οἷον * * * ἡ μὲν γὰρ ἡμέρα ἡ παροῦσα μία καὶ ἡ αὐτή, ἡ μέντοι παρεληλυθυῖα ἑτέρα ἐστὶ παρὰ τὴν μέλλουσαν· καὶ γὰρ τὰ νῦν αὐτῶν ἕτερα· ἕτερον γὰρ τὸ νῦν ὅθεν ἤρξατο ἡ παρελθοῦσα, καὶ ἕτερον ὅθεν ἄρξεται ἡ μέλλουσα. ὁμοίως καὶ ἐπὶ τοῦ νῦν, εἰς ὃ λήγει ἑκατέρα. τῶν οὖν νῦν ἑτέρων ὄντων καὶ οἱ περιεχόμενοι ὑπὸ τῶν νῦν χρόνοι ἕτεροι· εἰ μὲν γὰρ ὁ ἀριθμῶν ἀριθμὸς ᾖ ὁ χρόνος, εἷς ἦν καὶ ὁ αὐτός2 (εἷς γὰρ καὶ ὁ αὐτὸς ὢν ὁ ἐν τῇ ψυχῇ ἀριθμός, οἷον ἡ δεκάς, ἀριθμεῖ τοὺς δέκα ἵππους ἢ τοὺς δέκα ἀνθρώπους καὶ πάντα τὰ ἄλλα, ἡ μέντοι ἐν τοῖς ἵπποις δεκὰς ἑτέρα ἐστὶ παρὰ τὴν ἐν ἀνθρώποις ἢ ἐν λίθοις· ἕτερα γὰρ τὰ ὑποκείμενα), ἐπειδὴ δὲ ὁ χρόνος ὁ ἀριθμούμενός ἐστι καὶ οὐχ ὁ ἀριθμῶν ἀριθμός, οὐχ ὁ αὐτός ἐστιν ὁ παρεληλυθὼς τῷ μέλλοντι, οὐδὲ οὗτοι τῷ ἐνεστῶτι, ἀλλ’ ἕτεροι οὗτοι ἀλλήλων, ὡς εἴρηται. τί οὖν; οὐδαμῶς εἰσιν οἱ αὐτοὶ ἀλλήλοις; φησὶν οὖν, ὅπερ καὶ ἤδη εἶπεν, ὅτι τῷ μὲν εἴδει οἱ αὐτοί εἰσι, τῇ δὲ σχέσει καὶ τῷ λόγῳ οὐκέτι. ὥσπερ καὶ κίνησιν τὴν αὐτὴν ἐνδέχεται πάλιν καὶ πάλιν γίνεσθαι καὶ πολλάκις ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτό τι ἀποκαταστῆναι, καὶ αὗται αἱ κινήσεις εἴδει μὲν αἱ αὐταί εἰσιν, ἀριθμῷ δὲ οὐχ αἱ αὐταί, οὕτω καὶ τοὺς χρόνους ἐνδέχεται τοὺς αὐτοὺς εἶναι· ἔαρ γὰρ καὶ πάλιν ἔαρ. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. καὶ εἰσὶ ταῦτα ἀριθμῷ μὲν οὐ τὰ αὐτά, εἴδει δὲ τὰ αὐτά. Ἐφεξῆς φησιν ὅτι οὐ μόνον ὁ χρόνος μετρεῖ τὴν κίνησιν, ἀλλὰ καὶ ἀντιμετρεῖται ὁ χρόνος ὑπὸ τῆς κινήσεως· πολλὴν γὰρ λέγομεν γεγενῆσθαι τὴν κίνησιν τῷ χρόνῳ μετροῦντες αὐτήν, διότι πολὺς ὁ χρόνος, καὶ ἔμπαλιν πολὺν τὸν χρόνον τῇ κινήσει μετροῦντες αὐτόν, διότι πολλὴ γέγονεν ἡ κίνησις. ὥσπερ οὐ μόνον ὁ ἀμφορεὺς τῷ οἴνῳ μετρεῖται, ἀλλὰ καὶ ὁ οἶνος τῷ ἀμφορεῖ· λέγομεν γὰρ μέγαν εἶναι τὸν ἀμφορέα τῷ τοσῷδε οἴνῳ μετρήσαντες αὐτόν, καὶ πάλιν τὸν οἶνον τοσόνδε εἶναι μετρήσαντες αὐτὸν τῷ ἀμφορεῖ, καὶ μέδιμνόν φαμεν τὸν τοσόνδε σῖτον μετρηθέντα τῷ μέτρῳ, καὶ τὸ μέτρον ὁμοίως μέδιμνον εἶναι ὁρίζοντες αὐτὸ καὶ μετροῦντες τῷ τοσῷδε σίτῳ. μήποτε δὲ μόνως τὸ μέτρον ἐστὶ τὸ μετροῦν3 τὸν σῖτον καὶ τὸν οἶνον, οὐ μέντοι καὶ ἀντιμετρεῖται ὑπ’ αὐτοῦ. κἂν γὰρ μετρῇ ὁ οἶνος τὸν ἀμφορέα καὶ ὁ σῖτος τὸν μέδιμνον, ἀλλὰ μετρηθέντα πρότερον ἦν ὑπ’ ἄλλου μέτρου, ὥστε τὸ κυρίως μετροῦν τὸ μέτρον ἐστίν.
他所说的是广义的现在,例如* * *因为当下的这天固然是单一且同一的,然而过去的一天却不同于未来的一天;因为它们的诸个“现在”也是不同的;因为过去那一天所始自的“现在”是不同的,未来那一天将始自的“现在”也是不同的。在两者各自终止于其上的“现在”之处同样如此。既然诸个“现在”是不同的,那么由诸个“现在”所包纳的时间也是不同的。因为如果时间是起计数作用的数,它便会是单一且同一的(因为在灵魂之中的数,作为单一且同一者,例如十,计数着十匹马或十个人以及所有其他事物,然而在马之中的十却不同于在人之中或在石头之中的十;因为底层主体是不同的);但既然时间是被计数的数而不是起计数作用的数,过去便不与未来同一,这些也不与现在同一,而是正如所说过的,它们彼此相异。那么又如何呢?它们绝非彼此同一吗?因此他说,正如他先前所说的那样,它们在种上是同一的,但在关系与定义上则不再是同一的。正如同一运动可能一次又一次发生,并且某物多次从同一状态恢复到同一状态,而这些运动在种上是同一的,在数上却不是同一的,时间也同样可能是同一的;因为有春季,且又有春季。在其余的情形中也同样如此。这些在数上不是同一的,但在种上则是同一的。紧接着他说,不仅时间度量运动,而且时间也被运动相互度量;因为我们用时间来度量运动,由于时间很多而说运动产生了许多,反过来,我们用运动来度量时间,由于运动产生了许多而说时间很多。正如不仅双耳罐被酒度量,而且酒也被双耳罐度量;因为我们用这么多的酒度量双耳罐而说它是大的,又用双耳罐度量酒而说它是这么多的,并且我们说这么多的谷物通过量器被度量是一麦狄姆诺斯,同样通过这么多的谷物规定并度量量器,说它是一麦狄姆诺斯。然而,或许唯有量器才是度量谷物和酒的东西,却绝不会被它们相互度量。因为即便酒度量双耳罐且谷物度量麦狄姆诺斯,但它们此前已经被另一种量器所度量,从而真正说来起度量作用的是量器。
- 4.277ἐνεστῶτα δὲ τὸν πλατικὸν λέγει
ἐνεστῶτα是谓语性宾格,带定冠词的τὸν πλατικὸν[省略ἐνεστῶτα]是直接宾语,构成“他把现在说成是广义的[现在]”之句式。其后紧接脱文标记( *)。
- 4.277εἰ μὲν γὰρ ὁ ἀριθμῶν ἀριθμὸς ᾖ ὁ χρόνος, εἷς ἦν καὶ ὁ αὐτός
在非真实条件从句εἰ μὲν γὰρ...中省略了动词ἦν,与结论句εἷς ἦν καὶ ὁ αὐτός中的未完成过去时相呼应,意为“因为如果时间是起计数作用的数,它便会是单一且同一的”。
- 4.277μήποτε δὲ μόνως τὸ μέτρον ἐστὶ τὸ μετροῦν
μήποτε以副词性用法引导谨慎的怀疑或委婉的断言(“或许……罢”)。与直陈式现在时ἐστί连用,对亚里士多德所提出的“相互度量”引入了注解者自身的保留与反思。
