← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§739.6-741.1

作为连续量的时间之数与能计数与被计数之数

斐洛庞奴斯解释了亚里士多德关于时间是运动依在先和在后的连续之数的总结性定义(220a24),随后通过区分灵魂中起计数作用的数与依存到底层运动中的被计数的数,化解了离散的数与连续的时间如何结合的疑难,并结合最小数(220a27)的比喻加以论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.276

" Ὅτι μὲν τοίνυν ὁ χρόνος ἀριθμός ἐστι κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον, καὶ συνεχής (συνεχοῦς γάρ), φανερόν." Συμπεραίνεται τὰ εἰρημένα διὰ πολλῶν, ἅμα ὁριζόμενος τὸν χρόνον ἐκ τῶν ἀποδεδειγμένων. καλῶς προσέθηκε τὸ κατὰ τὸ πρότερον καὶ ὕστερον, ἵνα μή τις ὑπολάβῃ οὕτως εἶναι ἀριθμὸν κινήσεως τὸν χρόνον, ὡς ἐν τῷ ἐκείνην ἀριθμεῖν τὸ εἶναι ἔχων·1 οὐ γὰρ αὐτῆς τῆς κινήσεως ἀριθμὸς ὁ χρόνος, ἀλλὰ τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν τῇ κινήσει. εἰ γὰρ ὡς κινήσεως ἁπλῶς ἀριθμὸς ληφθείη, οὐ πάντως τὸ πρότερον καὶ ὕστερον ἀριθμήσει, ὡς ὅταν εἴπω τὸν εʹ ἀριθμὸν τῶν εʹ κινήσεων εἶναι μετρητικόν, ὥσπερ καὶ τῶν εʹ ἵππων ἢ ἀνθρώπων, ὁ δὲ τοιοῦτος ἀριθμὸς κινήσεως μὲν ἀριθμός, οὐ μέντοι χρόνος, ἐπεὶ μὴ τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν ταῖς κινήσεσιν ἀριθμός, ἀλλ’ αὐτῶν τῶν κινήσεων. προστίθησι δὲ ὅτι καὶ συνεχής· συνεχοῦς γὰρ τῆς κινήσεως ἀριθμός, καὶ οὐ διωρισμένης. τῷ γὰρ ἀριθμεῖσθαι τὴν κίνησιν κατὰ τὸ πρότερον καὶ ὕστερον οὖσαν συνεχῆ συνεχὴς ἡ τοῦ χρόνου οὐσία ὑφέστηκε, συμπαρεκτεινομένη τῇ συνεχείᾳ τῆς κινήσεως· τῷ γὰρ τὴν κίνησιν μὴ διαλιπεῖν, οὐδὲ τὸ πρότερον καὶ ὕστερον ἐν αὐτῇ διαλείπει, τούτου δὲ μὴ διαλείποντος, οὐδὲ ὁ χρόνος· τοῦτο γάρ ἐστιν ὁ χρόνος, ἀριθμὸς τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν κινήσει. συνεχὴς ἄρα καὶ ὁ χρόνος.

“因此,时间是运动依在先和在后的数,并且是连续的(因为它是连续之物的[数]),这是显而易见的。” [亚里士多德]对通过诸多论证所谈论的内容作了总结,同时根据已被证明的事项对时间作出了定义。他恰当地加上了“依在先和在后”这一语词,以免有人认为时间作为运动的数,乃是在于计数那运动本身中具有其存在;因为时间并不是运动本身的数,而是运动之中的在先与在后的数。因为如果端然作为运动的数而被把握,它未必会计数在先与在后,正如当我说道五这个数度量着五种运动,犹如度量五匹马或五个人一样;这样的数固然是运动的数,然而却不是时间,因为它不是各运动之中的在先与在后的数,而是这些运动本身的数。他又补充道,时间也是连续的;因为它是连续运动的数,而不是分离运动的数。因为随着运动作为连续之物依在先与在后被计数,时间的连续本体便得以立足,与运动的连续性并肩延伸;因为由于运动不间断,它之中的在先与在后也不间断,而由于这在先与在后不间断,时间也不间断;因为时间正是这个:运动之中的在先与在后的数。因此时间也是连续的。

§4.277#1

"Ἐλάχιστος δὲ ἀριθμὸς ἁπλῶς μὲν ἔστιν, ἡ δυάς, τὶς δὲ ἀριθμὸς ἔστι μὲν ὡς ἔστιν,2 ἔστι δ’ ὡς οὐκ ἔστιν." Εἰπὼν ὅτι ὁ χρόνος ἀριθμός ἐστι κινήσεως, εἰπὼν δὲ καὶ ὅτι ἀκολουθεῖ τῷ μὲν μεγέθει ἡ κίνησις, ταύτῃ δὲ ὁ χρόνος, ὥστε συνεχοῦς ὄντος τοῦ μεγέθους ἀνάγκη καὶ τὴν κίνησιν συνεχῆ εἶναι, καὶ διὰ ταύτην τὸν χρόνον, ἐπειδὴ πρὸς ταῦτα ἠπόρησεν ἄν τις πῶς οἷόν τε τὸν χρόνον καὶ συνεχῆ εἶναι καὶ ἀριθμὸν (ἐναντία γὰρ ταῦτα ἀλλήλοις. ὁ μὲν γὰρ χρόνος συνεχής, ὁ δὲ ἀριθμὸς οὐ συνεχής· οὐκ ἄρα ἀριθμὸς ὁ χρόνος· εἰ γὰρ ὁ χρόνος ἀριθμός, τὸ δὲ συνεχὲς οὐκ ἀριθμός, ὁ χρόνος ἄρα οὐ συνεχής. δυοῖν οὖν ἀνάγκη θάτερον, ἢ μὴ συνεχῆ εἶναι τὸν χρόνον, ἢ μὴ ἀριθμόν· ἀλλὰ μὴν συνεχῆ ἀνάγκη εἶναι τὸν χρόνον· οὐκ ἄρα ἀριθμὸς ὁ χρόνος), ταύτην οὖν τὴν ἀπορίαν ἐπιλύεται3 ἐν τούτοις. διττοῦ γὰρ ὄντος τοῦ ἀριθμοῦ, τοῦ μὲν ᾧ ἀριθμοῦμεν, ὅς ἐστιν ὁ ἐν τῇ ψυχῇ, τοῦ δὲ αὐτοῦ τοῦ ἀριθμουμένου, ὁ μὲν ἀριθμῶν ἀριθμὸς οὐδαμῶς ἐστι συνεχής (ἐν τῇ ψυχῇ γὰρ τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχει· εἰ τοίνυν μὴ ἔστι μέγεθος ἡ ψυχή, δῆλον ὅτι οὐδ’ ἂν συνεχὴς εἴη· πᾶν γὰρ μέγεθος συνεχές· ὥστε οὐδὲ ὁ ἀριθμὸς ὁ ἐν αὐτῇ συνεχής), ὁ μέντοι ἀριθμούμενος ἀριθμός, ὅσπερ καὶ ἔστιν ὁ χρόνος, πῇ μὲν συνεχής ἐστι πῇ δὲ ἀριθμός· ᾗ μὲν γὰρ ἔχει τὸ πρότερον καὶ τὸ ὕστερον, ταύτῃ ἀριθμός ἐστιν, ᾗ δὲ ἐν ὑποκειμένῳ ἐστὶ συνεχεῖ, ταύτῃ καὶ αὐτός ἐστι συνεχής. ὥσπερ, φησί, γραμμῶν μὲν ἐλάχιστος ἀριθμὸς ἡ δυάς, καὶ ᾗ μὲν μετέχουσιν αἱ δύο γραμμαὶ ἀριθμοῦ, ταύτῃ καὶ ἀριθμοῦνται καὶ τὸ ἐλάχιστον ἐν ἀριθμοῖς ἔχουσι τὴν δυάδα, ᾗ δὲ γραμμαί εἰσιν, οὐκέτι τὸ ἐλάχιστον ἔχουσιν (ἐπ’ ἄπειρον γὰρ διαιρετὴ πᾶσα γραμμή), οὕτω δὴ καὶ ἐπὶ τοῦ χρόνου, ᾗ μὲν ἀριθμεῖται ἡμέραις καὶ νυξὶ καὶ τοῖς λοιποῖς τοῦ χρόνου τμήμασι, ταύτῃ ἀριθμός ἐστιν, ᾗ δὲ ὁ ἀριθμὸς οὗτος ἐν κινήσει τὸ εἶναι ἔχει, συνεχοῦς οὔσης τῆς κινήσεως καὶ αὐτὸν ἀνάγκη εἶναι συνεχῆ. οὐδὲν οὖν ἀδύνατον τὸν αὐτὸν καὶ συνεχῆ εἶναι καὶ ἀριθμόν. ἔχοντος δὲ τοῦ μὲν ἀριθμοῦ τὸ πολὺ καὶ τὸ ὀλίγον, τοῦ δὲ συνεχοῦς γραμμῆς μὲν τὸ μακρὸν καὶ τὸ βραχύ, ἐπιφανείας δὲ τὸ πλατὺ καὶ τὸ στενόν, ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμὸς μὴ ὢν συνεχὴς μόνως τὸ πολὺ καὶ τὸ ὀλίγον ἔχει, οὐκέτι δὲ τὸ μακρὸν καὶ τὸ βραχύ, ὁ δὲ ἀριθμούμενος ἀριθμὸς ὡς μὲν ἀριθμὸς ἔχει τὸ πολὺ καὶ τὸ ὀλίγον (πολλὰς γὰρ ἡμέρας φαμὲν καὶ πολὺν χρόνον), ὡς δὲ συνεχὴς ὢν ἔχει πάλιν τὸ μακρὸν καὶ τὸ βραχύ· ἐν βραχεῖ γὰρ χρόνῳ φαμὲν καὶ ἐν μακρῷ. οὐκ ἔστι δέ, φησίν, ἐν τῷ χρόνῳ τὸ ταχὺ καὶ τὸ βραδύ· ἐν μὲν γὰρ κινήσει ἁπλῶς ἐστι τὸ ταχὺ καὶ τὸ βραδύ· ἔστι γὰρ τῶν κινήσεων ἡ μέν τις θάττων ἡ δὲ βραδυτέρα, ἀλλ’ ἐπειδὴ ὁμαλῆς κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος, εἰκότως οὐκ ἔχει τὸ θᾶττον καὶ τὸ βραδύτερον. Μετὰ τοῦτό φησιν ὅτι ὁ μὲν ἐνεστὼς εἷς ἐστι καὶ ὁ αὐτός, ὁ μέντοι παρεληλυθὼς ἕτερός ἐστι τοῦ μέλλοντος.

“端然的最小数固然是二,但某种特定的数,则在某种意义上存在[最小者],在某种意义上又不存在[最小者]。” 在说过时间是运动的数,并且也说过运动追随大小,时间追随运动,从而大小既然是连续的,运动也必然是连续的,并通过运动时间也必然是连续的之后,既然有人可能会针对这些提出疑问:时间既是连续的又是数,这怎么可能(因为这两者彼此对立;因为时间是连续的,而数不是连续的;因此时间不是数;因为如果时间是数,而连续之物不是数,那么时间就不是连续的;因此两者必居其一,要么时间不是连续的,要么时间不是数;然而时间必然是连续的;因此时间不是数),所以他[亚里士多德]在这些文句中解开了这个疑难。因为既然数有两重,其一是我们用以计数的数,即在灵魂之中的数,其二是被计数者本身的数,起计数作用的数绝不是连续的(因为它在我们的灵魂之中具有其存在;因此,如果灵魂不是大小,显而易见它也不会是连续的;因为一切大小都是连续的;从而在它之中的数也不是连续的),然而作为被计数的数,即时间本身,在某种意义上是连续的,在某种意义上则是数;因为就其具有在先与在后而言,在此方面它是数,但就其存在于连续的底层主体之中而言,在此方面它本身也是连续的。正如他所说的,各条线的最小数是二,并且就这两条线分有数而言,在此方面它们被计数,并且在数中具有二作为最小者,但就它们是线而言,它们就不再具有最小者(因为一切线都是无限可分的),在时间的情形中也完全同样,就它依日、夜以及时间的其他划分部分被计数而言,在此方面它是数,但就这个数在运动之中具有其存在,且运动是连续的而言,它本身也必然是连续的。因此,同一事物既是连续的又是数,绝非不可能。既然数具有“多”与“少”,而连续之物在线的情形下具有“长”与“短”,在面的情形下具有“宽”与“窄”,那么灵魂之中的数由于不是连续的,便仅仅具有“多”与“少”,而不再具有“长”与“短”,然而被计数的数作为数则具有“多”与“少”(因为我们说许多天和许多时间),而作为连续之物又具有“长”与“短”(因为我们说在短时间内和在长时间内)。但他说,在时间之中不存在“快”与“慢”;因为在端然的运动中固然存在“快”与“慢”(因为诸运动之中有较快的也有较慢的),但既然时间是匀速运动的数,它自然不具有“较快”与“较慢”。在这之后他说,现在是单一且同一的,然而过去与未来则是彼此相异的。

语法注3 条
  1. 4.276ὡς ἐν τῷ ἐκείνην ἀριθμεῖν τὸ εἶναι ἔχων

    阳性主格分词 ἔχων 并没有与从属句主语 τις 一致,也没有采用与 τὸν χρόνον 一致的宾格(ἔχοντα),而是在 ὡς 引出的分词结构中将 ὁ χρόνος 视为主格主语(格的不一致现象)。ἐκείνην 指前文的 κίνησις,意为“在计数那运动本身之中具有其存在”。

  2. 4.277τὶς δὲ ἀριθμὸς ἔστι μὲν ὡς ἔστιν, ἔστι δ’ ὡς οὐκ ἔστιν

    在引文(lemma)中,τὶς ἀριθμός 指“某种特定的数”(体现在具体事物中或被计数的数)。ἔστι μὲν ὡς ἔστιν, ἔστι δ’ ὡς οὐκ ἔστιν 中的 ὡς 作副词性用法(“在某种意义/方式上”),需承前省略的补足语 ἐλάχιστος(最小者),读作“在某种意义上存在[最小者],在某种意义上又不存在[最小者]”。

  3. 4.277Εἰπὼν ὅτι... ἐπειδὴ πρὸς ταῦτα ἠπόρησεν ἄν τις... ταύτην οὖν τὴν ἀπορίαν ἐπιλύεται

    这个长句的骨干结构由开头的两个分词短语(Εἰπὼν ὅτι... εἰπὼν δὲ καὶ ὅτι...)及随后的原因从句(ἐπειδὴ... ἠπόρησεν ἄν τις...)构成前置铺垫,在括号中插入了反驳的三段论之后,最终落到主句 ταύτην οὖν τὴν ἀπορίαν ἐπιλύεται ἐν τούτοις(“所以他在这些文句中解开了这个疑难”)。分词 Εἰπὼν 的逻辑主语是亚里士多德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:739.6-741.1