- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:73.1-74.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯提出了关于偶性、定义以及整体与部分的其余三条公理,并论证了存在之定义中所包含的诸要素既不可能是其可分离偶性,也不可能是仅属于其自身的不可分离偶性。
δεύτερον δὲ ὅτι τῶν ἀχωρίστων συμβεβηκότων τῶν μὲν μιᾷ τινι ὡρισμένῃ φύσει ὑπαρχόντων (ὥσπερ τὸ ἄρτιον καὶ τὸ περιττὸν ἀριθμῷ, εὐθύτης καὶ καμπυλότης γραμμῇ), τῶν δὲ πλείοσι (τὸ γὰρ μέλαν ἐστὶν ἀχώριστον τοῦ Αἰθίοπος, ὑπάρχει δὲ καὶ κόρακι καὶ ἐβένῳ καὶ ἄλλοις πλείστοις), εἰς τὸν ὁρισμὸν τοῦ ἀχωρίστου συμβεβηκότος τοῦ ὡρισμένῃ φύσει μιᾷ ὑπάρχοντος τὸ ὑποκείμενον παραλαμβάνεται,1 ὅπερ καὶ ἕν τι σημαινόμενόν ἐστι τῶν καθ’ αὑτό (ὥσπερ εἰς τὸν ὁρισμὸν τῆς σιμότητος ἡ ῥίς· λέγομεν γὰρ σιμότητα εἶναι κοίλανσιν ἐν ῥινί, καὶ ἄρτιον εἶναι ἀριθμὸν δίχα τεμνόμενον). τρίτον ὅτι εἰς μὲν τὸν τοῦ ὅλου ὁρισμὸν τὰ μέρη παραλαμβάνεται, εἰς δὲ τὸν τῶν μερῶν οὐκέτι τὸ ὅλον· οἷον ἄνθρωπον ὁριζόμενοι ζῷον λογικὸν θνητὸν παραλαμβάνομεν ἅτινα μέρη ἐστὶ τοῦ ἀνθρώπου, τὸ ζῷον δὲ ὁριζόμενοι ἢ τὸ λογικὸν οὐκέτι εἰς τὸν ὁρισμὸν τούτων τινὸς τὸν ἄνθρωπον παραλαμβάνομεν. τέταρτον ὅπερ νῦν μὲν οὐ τίθησιν, ἐφεξῆς δὲ αὐτοῦ μεμνήσεται, ὅτι οἷς ὑπάρχει τὰ μέρη, τούτοις ἐξ ἀνάγκης καὶ τὸ ὅλον ὑπάρξει, καὶ ἔμπαλιν οἷς τὸ ὅλον, καὶ τὰ μέρη. τὰ μὲν οὖν ἀξιώματα ταῦτα. Δείκνυσιν οὖν ὅτι ἀδύνατον τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα αὐτῷ τῷ ὄντι συμβεβηκέναι οὕτως, ὥστε καὶ χωρίζεσθαι δύναται. ἔστω γὰρ ὡς ἐν ὑποδείγματι εἷς ἄνθρωπος τὸ ὄν· τούτου ὁρισμὸς τὸ ζῷον λογικὸν δίπουν· εἰ οὖν τὸ ζῷον καὶ τὸ λογικὸν καὶ τὸ δίπουν συμβεβηκότα εἰσὶ χωριστὰ τοῦ ἀνθρώπου, ἐπειδὴ συμβεβηκός ἐστι χωριστὸν ὃ δύναται τοῦ ὑποκειμένου χωρίζεσθαι καὶ μὴ ἀεὶ εἶναι ἐν αὐτῷ, δῆλον ὅτι ἔσται ποτὲ ὁ ἄνθρωπος οὔτε ζῷον οὔτε δίπους οὔτε λογικόν. ὥστε οὐκ ἂν εἴη ὁριστικὰ ταῦτα τοῦ ἀνθρώπου· τὰ γὰρ ὁριστικὰ αὐτοῦ χαρακτηριστικά τε αὐτοῦ εἰσι καὶ ἀεὶ αὐτῷ ὑπάρχει. ἀδύνατον ἄρα χωριστὰ εἶναι τοῦ ὄντος συμβεβηκότα τὰ ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβανόμενα, καὶ ἐχρησίμευσεν ἡμῖν εἰς τοῦτο τὸ πρότερον λῆμμα, τὸ λέγον τὰ χωριστὰ συμβεβηκότα μὴ ἀεὶ παρεῖναι τῷ ὑποκειμένῳ. εἰ δὲ συμβεβηκότα εἶεν ἀχώριστα τῷ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπουν, ἤτοι αὐτῷ μόνῳ συμβέβηκεν (ὡς τῷ ἀριθμῷ τὸ ἄρτιον), ἢ καὶ ἄλλοις, ὡς τὸ μέλαν οὐ τῷ Αἰθίοπι μόνον, ἀλλὰ καὶ τῇ ἐβένῳ. εἰ μὲν οὖν αὐτῷ μόνῳ συμβέβηκε τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὄντος παραλαμβανόμενα, ἔδει εἰς τὸν ὁρισμὸν ἑνὸς ἑκάστου αὐτῶν τὸ ὑποκείμενον, τουτέστι τὸν ἄνθρωπον, παραλαμβάνεσθαι· ὑποκείμενος γὰρ αὐτοῖς ὁ ἄνθρωπος διὰ τὴν ὑπόθεσιν τὴν λέγουσαν ἀχώριστα εἶναι αὐτοῦ ταῦτα τὰ συμβεβηκότα. ἀδύνατον δὲ εἰς τὸν ὁρισμὸν τοῦ ζῴου καὶ τοῦ δίποδος παραληφθῆναι τὸν ἄνθρωπον· οὐδέποτε γὰρ εἰς τὸν ὁρισμὸν τοῦ μέρους τὸ ὅλον παραλαμβάνεται, μέρος δὲ τὸ ζῷον καὶ τὸ δίπουν, ὅλον δέ τι ὁ ἄνθρωπος. τοῦτο δὲ ἐκ τῆς ἐναργείας δῆλον καὶ ἐκ τούτου· καθάπερ γὰρ ὁ ὁρισμὸς ὅλον τὸ πρᾶγμα σημαίνει, οὕτω δηλονότι καὶ τὰ μέρη2 αὐτοῦ τὰ τοῦ πράγματος μέρη, εἰ δὲ μὴ ἐνδέχεται τὸ ὑποκείμενον εἰς τὸν ὁρισμὸν αὐτῶν παραληφθῆναι, οὐδ’ ἄρα ἐνδέχεται τῶν τοιούτων συμβεβηκότων εἶναι τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὄντος παραλαμβανόμενα. εἰ γὰρ εἰς τὸν ἑκάστου ὁρισμὸν παραληφθείη τὸ ὑποκείμενον, ἐπειδὴ τὰ εἰς ὁρισμὸν τινος παραλαμβανόμενα μέρη εἰσὶν αὐτοῦ, ἔσται καὶ τὸ ὅλον τοῦ μέρους μέρος, εἴ γε παραλαμβάνεται εἰς τὸν τοῦ μέρους ὁρισμόν. ἀδύνατον ἄρα ἀχώριστα εἶναι συμβεβηκότα τοῦ ὄντος, ὡς αὐτῷ μόνῳ ὑπάρχοντα, τὰ ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβανόμενα. τοῦτο δὲ ἐδείχθη διὰ τοῦ δευτέρου καὶ τρίτου λήμματος, ὅτι τε ἐν τῷ ὁρισμῷ τῶν καθ’ αὑτὰ συμβεβηκότων τὸ ὑποκείμενον παραλαμβάνεται, καὶ ὅτι ἐν τῷ ὁρισμῷ τοῦ μέρους οὐ παραλαμβάνεται τὸ ὅλον.
第二点是:在不可分离的偶性中,有些属于某一确定的本性(正如偶与奇属于数,直与曲属于线),而另一些则属于多数事物(因为黑对于埃塞俄比亚人是不可分离的,但也属于乌鸦、乌木以及极多数其他事物),在属于单一确定本性的不可分离偶性的定义中,底层物被吸纳在内,这也是“自身存在”的意义之一(正如在塌鼻的定义中吸纳了鼻子;因为我们说塌鼻是鼻子中的凹陷,而偶数是可被二等分的数)。第三点是:整体的定义中吸纳了各部分,但各部分的定义中不再吸纳整体;例如我们在定义人时,吸纳了“有理性的会死的动物”,这些是人的部分,但我们在定义动物或有理性者时,不再将人吸纳到这些之中任何一个的定义中。第四点,虽然他现在并未列出,但随后将会提及,即:凡各部分所属于的事物,整体也必然属于它们,反之,凡整体所属于的事物,各部分也必然属于。以上便是这些公理。 因此他表明,定义中所吸纳的诸要素不可能以此种方式附属于存在本身,以至于它们能够被分离。因为,设作为范例的一个人是存在;对此的定义是“两足的有理性动物”。如果动物、有理性与两足是人的可分离偶性,既然可分离偶性是能够脱离底层物且并非始终存在于其中的,那么显然人有时将既非动物、亦非两足、亦非有理性。从而这些就不能构成人的定义性要素;因为人的定义性要素既是他的特征性要素,又始终属于他。因此,存在之定义中所吸纳的诸要素不可能是它的可分离偶性,而为此目的,先前的那个表明可分离偶性并非始终持存于底层物中的前设命题对我们起了作用。 但如果动物与两足对于人是不可分离的偶性,它们要么仅附属于他(正如偶仅附属于数),要么也附属于其他事物(正如黑不仅属于埃塞俄比亚人,也属于乌木)。如果存在之定义中所吸纳的诸要素仅仅附属于它本身,那么在它们每一个的定义中,就应当吸纳底层物,即人;因为由于称这些偶性不可分离于他的假说,人成了它们的底层物。但在动物和两足的定义中吸纳人是不可能的;因为在部分的定义中绝不吸纳整体,而动物与两足是部分,人则是某种整体。这一点从自明性以及从如下方面都是清楚的:因为正如定义指示整个事物,其各部分显然也指示事物的各部分。而如果底层物不可能被吸纳到它们的定义中,那么存在之定义中所吸纳的诸要素也就不可能是此类偶性。因为如果底层物被吸纳到每一个的定义中,既然吸纳在某物定义中的东西是它的部分,那么要是整体确实被吸纳到部分的定义中,整体也将成为部分的部分。因此,存在之定义中所吸纳的诸要素,不可能是作为仅属于它自身的不可分离偶性。而这一点是通过第二和第三个前设命题得到证明的:即在自身偶性的定义中吸纳底层物,以及在部分的定义中不吸纳整体。
- 1.45τῶν ἀχωρίστων συμβεβηκότων τῶν μὲν μιᾷ τινι ὡρισμένῃ φύσει ὑπαρχόντων ..., τῶν δὲ πλείοσι ..., εἰς τὸν ὁρισμὸν τοῦ ἀχωρίστου συμβεβηκότος ... τὸ ὑποκείμενον παραλαμβάνεται
句首的 τῶν ἀχωρίστων συμβεβηκότων 是提示整体范畴的属格(部分属格/主题化属格),继之以 τῶν μὲν ... τῶν δὲ ... 构成的属格独立结构进行划分,随后才接出主句的主语 τὸ ὑποκείμενον 和被动谓语动词 παραλαμβάνεται,形成了语序倒装(hyperbaton)。
- 1.45καθάπερ γὰρ ὁ ὁρισμὸς ὅλον τὸ πρᾶγμα σημαίνει, οὕτω δηλονότι καὶ τὰ μέρη αὐτοῦ τὰ τοῦ πράγματος μέρη
在后半句 οὕτω δηλονότι καὶ τὰ μέρη αὐτοῦ τὰ τοῦ πράγματος μέρη 中,承前省略了谓语动词 σημαίνει,结构为“[定义的]各部分显然也[指示]事物的各部分”。
