← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§737.15-739.5

作为偶性端界与计数者的现在

针对亚里士多德关于‘现在’就其作为端界而言是偶性而非时间、就其计数而言则是时间这一论述(220a21),斐洛庞努斯通过端界的特定性与数的普遍性之对比阐明了时间的统合性,并探讨了亚历山大关于动词“计数”之含义的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.275

" Ἧι μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος ἀλλὰ συμβέβηκεν, ᾗ δὲ ἀριθμεῖ·1 τὰ μὲν γὰρ πέρατα ἐκείνου μόνον ἐστὶν οὗ ἐστι πέρατα, ὁ δὲ ἀριθμὸς τῶνδε τῶν ἵππων, ἡ δεκάς, καὶ ἄλλοθι." Τὸ νῦν καὶ πέρας ἐστί τινος καὶ νῦν. ᾗ μὲν οὖν πέρας ἐστί, φησίν, οὐκ ἔστι χρόνος, ἀλλὰ συμβέβηκε τῷ χρόνῳ, ὥσπερ καὶ τὸ σημεῖον τῇ γραμμῇ (τὸ γὰρ πέρας συμβέβηκεν ἐκείνῳ, οὗ ἐστι πέρας), ὡς πέρας δὲ λαμβανόμενον οὐδὲ νῦν ἐστιν, ἀλλὰ τὸ ὑποκείμενον τῷ νῦν (τὸ γὰρ νῦν οὐκ ἐν τῷ πέρας εἶναι χρόνου ἐστίν, ἀλλ’ ἐν τῷ ἀριθμεῖσθαι κατὰ τὸ πρότερον καὶ ὕστερον· διόπερ δύναται τὸ ἀλλὰ συμβέβηκεν οὕτω νοεῖσθαι ‘ἀλλὰ συμβεβηκὸς τούτῳ τῷ ὡς πέρατι λαμβανομένῳ τὸ νῦν’),2 καθὸ δὲ ἀριθμεῖται πάλιν καὶ πάλιν λαμβανόμενον καὶ ὡς πρότερον καὶ ὕστερον, κατὰ τοῦτο χρόνος ἐστί· τὸ γὰρ μεταξὺ τῶν πολλάκις λαμβανομένων νῦν χρόνος ἐστίν. ὅτι δὲ ὅταν ὡς πέρας λαμβάνηται τὸ νῦν, οὐκ ἔστι χρόνος, δείκνυσιν οὕτως. τὰ πέρατα ἐν ἐκείνοις μόνοις εἰσὶν ὧν εἰσι πέρατα, καὶ αὐτῶν μόνων οὐχ ἑτέρων, ὁ δὲ χρόνος κοινὸς πάντων εἷς καὶ ὁ αὐτὸς καὶ πανταχοῦ ὁ αὐτός, οὐκ ἄρα τὰ νῦν ᾗ πέρατά εἰσι χρόνος εἰσίν· ἐν πάσῃ γὰρ κινήσει ὁ χρόνος, ἐπεὶ καὶ πάσης κινήσεως μετρητικός. ὥσπερ γὰρ καὶ ὁ ἀριθμὸς ἐν πᾶσιν ὁ αὐτός, οὐ μόνον ἐν τοῖς ὁμογενέσιν, ἀλλὰ καὶ ἐν τοῖς ἑτερογενέσι (μία γὰρ καὶ ἡ αὐτὴ δεκὰς ἐν τοῖς δέκα ἵπποις καὶ δέκα ὄνοις καὶ δέκα ξύλοις καὶ ὅσαι ἄλλαι ἂν εἶεν δεκάδες, καὶ ᾗ μὲν δέκα, οὐ τὰ αὐτά, ᾗ μέντοι δεκάς, μία ἐπὶ πάντων), οὕτω δὲ καὶ τὰ νῦν ὡς μὲν ἀριθμὸς λαμβανόμενα χρόνος τέ εἰσι 〈καὶ εἷς〉 καὶ ὁ αὐτὸς πανταχοῦ, κατὰ δὲ τὸ ὑποκείμενον κινήσεώς εἰσι πέρατα. διὸ εἰ ὡς πέρατα ληφθείη, οὐ τὰ αὐτὰ πανταχοῦ· ἄλλης γὰρ κινήσεως ἄλλο πέρας. ἔοικε δὲ καὶ διὰ τούτων ἐνδείκνυσθαι, ὅτι οὔ τινος ἀφωρισμένης κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος, ἀλλὰ πάσης ἁπλῶς κινήσεως ᾗ κίνησίς ἐστι, κἂν εἴδει διαφέροιεν· ὁμοίως γάρ εἰσιν ἀριθμηταί. τῶν γοῦν κατὰ ταὐτὸ γινομένων κινήσεων καὶ ἅμα τάς τε ἀρχὰς ἐχουσῶν καὶ τὰ πέρατα, τὸ πρότερον ἐν αὐταῖς καὶ τὸ ὕστερον, ᾗ μὲν πέρας ἐστίν, οὐ τὸ αὐτὸ ἐν πάσαις (ἄλλα γὰρ πέρατα αὐξήσεως καὶ ἄλλα ἀλλοιώσεως καὶ ἄλλα φορᾶς), ᾗ δὲ ἀριθμητόν ἐστι τὸ πρότερον ἐν αὐταῖς καὶ τὸ ὕστερον, ἓν καὶ τὸ αὐτὸ ἐν πάσαις, ὧν μεταξὺ εἷς καὶ ὁ αὐτὸς χρόνος ὁ πασῶν μετρητικός. διὰ τοῦτο γὰρ καὶ πολλῶν ἅμα κινουμένων καὶ τῆς ἑκάστου κινήσεως μετρουμένης χρόνῳ, ὅμως χρόνοι πολλοὶ οὐκ εἰσὶ τῷ μὴ εἶναι καὶ τὸν χρόνον ἀριθμητικὸν τοῦ προτέρου καὶ ὑστέρου ἐν κινήσει καθὸ φορά ἐστιν3 ἢ καθὸ ἀλλοίωσις ἢ καθὸ αὔξησις ἢ φθίσις, ἀλλ’ ἁπλῶς ᾗ κίνησίς ἐστιν· οὐδὲ γάρ, ὅπερ εἶπεν, ὡς πέρατα αὐτὰ σκοπεῖ, ἀλλ’ ᾗ ἁπλῶς κινήσεώς ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον, τῶν δὲ ἅμα γινομένων κινήσεων ἓν καὶ ταὐτὸ τὸ πρότερον καὶ τὸ ὕστερον, ὥσπερ καὶ τῶν πολλῶν δεκάδων, κἂν ἑτερογενῆ ὦσι τὰ ὑποκείμενα κἂν ἀλλήλων πολλῷ διεστηκότα, μία καὶ ἡ αὐτὴ δεκὰς μετρητική. Ζητεῖ δὲ ἐν τούτοις ὁ Ἀλέξανδρος, τί ἐστι τὸ ᾗ δὲ ἀριθμεῖ (‘οὐ γὰρ ἦν’, φησίν, ‘ὁ χρόνος ὡς ἀριθμῶν, ἀλλ’ ὡς ἀριθμούμενος’), καί φησιν ὅτι ‘ἤτοι ἡ γραφὴ ἡμάρτηται ἀντὶ τοῦ ‘ἀριθμεῖται’ ἀριθμεῖ ἔχουσα, ἤ’, φησίν, ‘ἀριθμεῖται μὲν τὰ νῦν ἐν τῇ κινήσει, ἀριθμεῖ δὲ αὐτὰ τὸν χρόνον· κατὰ γὰρ τὰ νῦν ἡ τοῦ χρόνου γίνεται διαίρεσις.’ καὶ γὰρ διὰ τῶν ἑξῆς ἔοικεν ὡς ἀριθμὸν τὸν ἀριθμοῦντα τὸ νῦν λαμβάνειν. ὁ γὰρ ἀριθμός, φησί, τῶνδε τῶν ἵππων, ἡ δεκάς, καὶ ἄλλοθι· ὁ γὰρ ὡς ἀριθμῶν ἀριθμός, οὗτος καὶ ἀλλοθί που εἶναι δύναται, οὐ μὴν ὁ ὡς ἀριθμούμενος. ἐπεὶ οὖν τὸ εἶναι τῷ χρόνῳ ἐστὶν ἐν τῷ ἀριθμεῖσθαι τὴν κίνησιν, ἀριθμεῖται δὲ ἡ κίνησις κατὰ τὸ πρότερον ἐν αὐτῇ καὶ ὕστερον, ὅπερ πρότερον καὶ ὕστερον, ὅταν ὡς πρότερον καὶ ὕστερον λαμβάνηται καὶ μὴ ὡς πέρατα ἁπλῶς τοιᾶσδε κινήσεως, συμβέβηκεν εἶναι νῦν, δῆλον ὅτι κατὰ τὰ νῦν ἀριθμεῖται ἡ κίνησις. ἐπεὶ οὖν οὐ τὰ νῦν ὁ χρόνος, ἀλλὰ τὸ ὑπὸ τῶν νῦν ὁριζόμενον καὶ περιεχόμενον, καὶ κατὰ ταῦτα, ὡς ἤδη εἴρηται, ἡ τοῦ χρόνου διαίρεσις, εἴη ἂν καὶ ὡς ἀριθμοῦντα τὸν χρόνον. ὥστε ἀριθμεῖται μὲν ὡς ἐν κινήσει θεωρούμενα, ἀριθμεῖ δὲ τὸν χρόνον.

“因此,‘现在’就其作为端界而言,不是时间而是一个偶性,但就其计数而言[则是时间];因为各端界只属于它们作为其端界的事物,而这些马的数,即十,在别处也存在。” ‘现在’既是某物的端界,又是‘现在’。因此他说,就其作为端界而言,它不是时间,而是时间的一个偶性,正如同点对于线也是偶性一样(因为端界是它作为其端界之物的偶性);然而作为端界被把握的[东西]甚至不是‘现在’,而是‘现在’的底层主体(因为‘现在’并不在于作为时间的端界,而在于依在先和在后被计数;因此“而是一个偶性”这句话也可以这样来理解:“但对于这个作为端界被把握的东西而言,‘现在’是一个偶性”);但在另一方面,就其被反复把握并且既作为在先又作为在后而被计数而言,依此[‘现在’]是时间;因为在屡次被把握的诸‘现在’之间的东西乃是时间。而当‘现在’作为端界被把握时它不是时间,[亚里士多德]通过如下方式加以表明。各端界只存在于它们作为其端界的事物之中,并且只属于它们本身而不属于其他事物,然而时间对于一切事物而言是共同的、单一而同一的,并且在各处都是同一的;因此诸‘现在’就其作为端界而言并不是时间;因为时间存在于一切运动之中,既然它也是一切运动的度量。因为正如数在一切事物中都是同一的,不仅在同类事物中而且在异类事物中也是如此(因为在十匹马、十头驴、十根木头以及无论还有多少个十之中,十自身是单一且同一的,就它们是十而言它们并不是同一的,然而就其作为一个十而言,对于所有事物是单一的),同样地,诸‘现在’作为数被把握时是时间,并且在各处是单一且同一的,但依底层主体而言它们则是运动的诸端界。因此,如果它们作为端界被把握,在各处就不会是同一的;因为不同的运动有不同的端界。通过这些话,他似乎也表明了,时间不是某种被限定的特定运动的数,而是单纯作为运动本身的一切运动的数,即使它们在种上有别也是如此;因为它们同样是可被计数的。无论如何,对于同时发生且同时具有起点和端界的诸运动而言,它们之中的在先与在后,就其作为端界而言,在一切运动中并不是同一的(因为生长的端界不同,质变的端界不同,位移的端界也不同),但就它们之中的在先与在后是可被计数的而言,在一切运动中则是单一且同一的,处于它们之间的乃是度量所有运动的单一且同一的时间。因为正是由于这个缘故,即便许多事物同时运动并且各自的运动都由时间来度量,也并没有许多个时间存在,这是由于时间并不是在运动作为位移、或者作为蚀变、或者作为生长或消减的意义上去计数运动中的在先与在后的,而是端然就其是运动而言去计数的;因为正如他说过的,他并不是把它们当作端界来考察的,而是端然就其是运动的在先与在后来考察的,并且对于同时发生的诸运动而言,在先与在后是单一且同一的,犹如在许多个十之中,即便底层主体是异类的,即便它们彼此相距甚远,度量性的十也是单一且同一的。 亚历山大在这些文句中探讨了“但就其计数而言”是什么意思(因为他说,“时间并不是作为计数者,而是作为被计数者而存在的”),并且他说,“要么是文本有误,将‘被计数’写作了‘计数’”,要么他说,“诸‘现在’在运动中被计数,但它们计数了时间;因为时间的分割是依诸‘现在’而发生的”。事实上,通过接下来的话,他似乎也是把‘现在’当作起计数作用的数来把握的。因为他说,这些马的数,即十,在别处也存在;因为作为计数者的数能够存在于别处,然而作为被计数者的数则不然。既然时间的存在在于运动被计数,而运动又是依其之中的在先与在后而被计数的——这在先与在后,每当作为在先与在后而不是端然作为某种特定运动的端界被把握时,就碰巧是‘现在’——,显然运动是依诸‘现在’而被计数的。因此,既然时间不是诸‘现在’,而是由诸‘现在’所限定和包容的东西,并且正如已经说过的,时间的分割是依这些‘现在’而进行的,那么它们也可以作为计数时间者而存在。从而,它们被当作在运动中受到考察的东西时是被计数的,但它们却计数了时间。

语法注3 条
  1. 4.275ᾗ δὲ ἀριθμεῖ

    这是引文(lemma)中极度简省的表达,根据与前句 οὐ χρόνος... 的对比,需补充“[是时间](χρόνος ἐστίν)”。此外,关于主动形式 ἀριθμεῖ(计数),注解中探讨了两种解释:一是认为文本有误,当读作被动形式 ἀριθμεῖται(被计数);二是认为‘现在’在运动中被计数,但同时作为对时间的划分而起着“计数时间”的作用。

  2. 4.275διόπερ δύναται τὸ ἀλλὰ συμβέβηκεν οὕτω νοεῖσθαι ‘ἀλλὰ συμβεβηκὸς τούτῳ τῷ ὡς πέρατι λαμβανομένῳ τὸ νῦν’

    对亚里士多德词句 ἀλλὰ συμβέβηκεν(然而是一个偶性)的句法分析。该句通常被理解为“‘现在’对于时间是偶性的(συμβέβηκε τῷ χρόνῳ)”,但斐洛庞努斯指出另一种句法可能:将关系倒置,理解为“对于作为端界被把握的底层事物而言,‘现在’则是偶性(συμβεβηκὸς τούτῳ... τὸ νῦν [ἐστιν])”。

  3. 4.275τῷ μὴ εἶναι καὶ τὸν χρόνον ἀριθμητικὸν τοῦ προτέρου καὶ ὑστέρου ἐν κινήσει καθὸ φορά ἐστιν

    带冠词的不定词与格(τῷ μὴ εἶναι...)构成表示原因的副词短语,用以解释前文 ὅμως χρόνοι πολλοὶ οὐκ εἰσὶ(然而并没有许多个时间存在)的理由。属格短语 τοῦ προτέρου καὶ ὑστέρου 作为形容词 ἀριθμητικόν(善于计数的、计数…的)的宾格性属格,充当其意义上的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:737.15-739.5