- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:736.13-737.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在对亚里士多德《物理学》220a16的注释中,约翰·斐劳波诺斯阐明了时间为何也不能像线的各部分那样作为数,指出若将“现在”视为部分将导致现实的分割与静止,且部分必须与整体同类。他还对文本中“时间也不是运动的一部分”这一表述提出了两种解释:一是将其视为以“时间”借代“现在”,二是从量度本身不是被度量之物的一部分来严格论证。
" Καὶ οὐχ ὡς τὰ μέρη, διά τε τὸ εἰρημένον (τῇ γὰρ μέσῃ στιγμῇ ὡς δυσὶ χρήσεται, ὥστε ἠρεμεῖν συμβήσεται), καὶ ἔτι φανερὸν ὅτι οὐδὲ μόριον ὁ χρόνος τῆς κινήσεως." Δείξας ὅτι οὐχ οἷόν τε οὕτως ἀριθμὸν εἶναι τὸν χρόνον, τουτέστι τὰ νῦν καθ’ ἃ ἀριθμεῖται ὁ χρόνος, ὥσπερ καὶ ἡ αὐτὴ στιγμὴ δὶς λαμβανομένη καὶ ὡς πέρας καὶ ὡς ἀρχή, ἀλλ’ ὅτι ὡς τὰ πέρατα τῆς πεπερασμένης, δείκνυσιν ὅτι οὐδὲ οὕτως ἀριθμὸς ὥσπερ τὰ μόρια τῆς γραμμῆς, οἷον ὡς εἴ τις διελὼν τὴν γραμμὴν ἢ ἐνεργείᾳ ἢ ἐπινοίᾳ λέγοι ἀριθμὸν αὐτὴν εἶναι, καθὸ δύο ἔχει μόρια. οὐδ’ οὕτως οὖν οἷόν τε τὸν χρόνον ἀριθμὸν εἶναι λέγειν, τῷ τὰ νῦν καθ’ ἃ ἀριθμεῖται μόρια αὐτοῦ εἶναι· ἀδύνατον γὰρ τὰ νῦν μόρια εἶναι τοῦ χρόνου, φησί, πρῶτον μὲν διὰ τὰ ἤδη εἰρημένα (εἰ γὰρ μόρια εἴη τοῦ χρόνου τὸ πρότερον νῦν καὶ τὸ ὕστερον, ἐπειδὴ ταῦτα διῄρηται ἀλλήλων, τὸ ἐν τῇ ἀνατολῇ νῦν τυχὸν καὶ τὸ ἐν τῇ δύσει, ἔσται τι μεταξὺ τὸ διαιροῦν· τούτῳ οὖν πάλιν ὡς δυσὶ χρήσεται, ὥσπερ καὶ τῇ στιγμῇ, καθ’ ἣν ἡ τῆς γραμμῆς διαίρεσις γίνεται, ὡς δυσὶ χρώμεθα, ὡς τοῦ μὲν τῶν μορίων τῆς γραμμῆς πέρατος οὔσης τοῦ δὲ ἀρχῆς οὔσης, ἢ ἁπλῶς ὡς δύο γραμμὰς περατούσῃ, ἑκάστης δὲ τὸ πέρας ἴδιον τῷ λόγῳ· συμβήσεται οὖν πάλιν διαιρεῖσθαι τὸν χρόνον ἐνεργείᾳ), διά τε οὖν τοῦτο, φησίν, ἀδύνατον τὰ νῦν μόρια τοῦ χρόνου εἶναι, καὶ ὅτι οὐχ οἷόν τε τὰ νῦν μόρια αὐτοῦ εἶναι, ὥσπερ οὐδὲ τὰ σημεῖα τῆς γραμμῆς· ἀδύνατον γὰρ τὰ μέρη τοῦ μέρους εἶναι μέρη.1 τὰ γὰρ τῆς γραμμῆς μέρη γραμμαί· οὕτως οὖν καὶ τὰ τοῦ χρόνου μέρη χρόνοι. δέον δὲ εἰπεῖν ‘καὶ ἔτι φανερὸν ὅτι οὐδὲ μόριον τοῦ χρόνου τὰ νῦν’, φησὶν οὐδὲ μόριον ὁ χρόνος τῆς κινήσεως,2 χρόνον λέγων τὰ νῦν. τὰ νῦν οὖν οὔτε τῆς κινήσεως, ἧς ἀριθμὸς ὁ χρόνος, οὔτε αὐτοῦ μέρη τοῦ χρόνου εἶναι δύναται διὰ τὰ εἰρημένα, ἀλλ’ οὐδὲ αὐτὸς ὁ χρόνος μέρος εἶναι δύναται τῆς κινήσεως, ἐπεὶ οὐδὲ ἡ δεκὰς αὐτὴ ἡ τοὺς δέκα ἵππους ἀριθμοῦσα μέρος ἂν εἴη τῶν δέκα ἵππων, οὐδὲ τὸ μέδιμνον, λέγω δὲ αὐτὸ τὸ μέτρον, μέρος ἐστὶ τοῦ μετρουμένου ὑπ’ αὐτοῦ σίτου. δυνατὸν δὲ καὶ κίνησιν ἀκούειν μὴ τὴν τοῦ οὐρανοῦ κίνησιν, ἢ ἁπλῶς τοῦ μεγέθους οὗ λέγεται μέτρον εἶναι ὁ χρόνος, ἀλλ’ αὐτὴν τὴν τοῦ νῦν ῥύσιν, ἐξ ἧς ὁ χρόνος. καὶ ἐπεὶ ὁ χρόνος ἀριθμὸς εἶναι λέγεται, ὁ δὲ ἀριθμὸς τοῦ χρόνου κατὰ τὰ νῦν, ἀντὶ μὲν τῶν νῦν τὸν χρόνον εἶπεν, ἀντὶ δὲ τοῦ χρόνου τὴν τοῦ νῦν κίνησιν.
“并且不是作为各部分,这既是由于所说过的话(因为人们将把中间的点当作两个来使用,以致会导致静止),而且显而易见,时间也不是运动的一部分。” 在表明了时间——即时间依之被计数的诸‘现在’——不可能像同一个点既作为端界又作为起点被两次把握那样成为数,而是作为有限[线]的两端之后,[亚里士多德]指明,时间也不像线的各部分那样是数,犹如某人在现实中或在思想中分割了线之后,以它具有两个部分为由而称它为数那样。因此,以时间依之被计数的诸‘现在’是它的部分为由,而这样称时间为数,也是不可能的。因为他说,诸‘现在’不可能成为时间的部分,首先是由于已经说过的事情(因为如果在先的‘现在’和在后的‘现在’是时间的部分,既然它们彼此被分割开来——例如在日出时的‘现在’和在日落时的‘现在’——,就必定存在某种在它们之间起分割作用的中介;因此人们将再次把这中介当作两个来使用,正如我们把线依之发生分割的那个点当作两个来使用一样,即作为线的一部分的端界并作为另一部分的起点,或者端然作为限定两条线的事物,而各条线的端界在定义上都是各自固有的;因此将再次导致时间在现实中被分割);他说,既由于这个原因,诸‘现在’不可能成为时间的部分,也因为诸‘现在’不可能成为它的部分,正如点也不是线的部分一样;因为部分的部分不可能成为[整体的]部分。因为线的部分是线;因此同样地,时间的部分也是时间。而在应当说“而且显而易见,诸‘现在’甚至不是时间的一部分”之处,他却说“时间也不是运动的一部分”,把诸‘现在’称为“时间”。因此,由于上述原因,诸‘现在’既不能成为以时间为其数的运动的部分,也不能成为时间本身的部分;然而时间本身也绝不能是运动的一部分,因为数出十匹马的十自身不会是十匹马的一部分,而麦斗——我是说量度本身——也不是由它所度量的谷物的一部分。也可以把“运动”理解为不是天体的运动,或者端然不是时间据称作为其尺度的那个量度的运动,而是理解为‘现在’的流变本身,时间正是由它构成的。并且既然时间被称为数,而时间的数又是依诸‘现在’而定的,他就用“时间”代替了“诸‘现在’”,而用‘现在’的运动代替了“时间”。
- 4.274ἀδύνατον γὰρ τὰ μέρη τοῦ μέρους εἶναι μέρη
在句法上,τὰ μέρη τοῦ μέρους 作不定式 εἶναι 的宾格主语,μέρη 作宾格表语。结合下文的解释(线的部分必须是线,时间的部分必须是时间),该短语浓缩地表达了一条原理:像点或“现在”这样自身无广延的极限,不能构成具有广延的整体之“部分”。
- 4.274δέον δὲ εἰπεῖν ‘καὶ ἔτι φανερὸν ὅτι οὐδὲ μόριον τοῦ χρόνου τὰ νῦν’, φησὶν οὐδὲ μόριον ὁ χρόνος τῆς κινήσεως
分词 δέον 是非人称动词 δεῖ 的中性宾格独立结构(绝对宾格),意为“在应当说……之时”或“本该说……”。它引出一个让步和对比的分句,用以指出亚里士多德在字面上使用了看似偏离原论证脉络的表述(以“时间与运动”代替“现在与时间”)。
