- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:734.19-736.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺阐明了点与‘现在’的区别:点是持续存在的,同一点在现实中可以被两次计数,而‘现在’处于流变之中且仅在思想中起划分作用;因此,时间作为数不是如同同一点被两次把握,而是如同线之两端。
" Ἀκολουθεῖ δὲ καὶ τοῦτό πως τῇ στιγμῇ." Εἴπομεν ἤδη πῶς καὶ ἡ στιγμὴ καὶ συνεχείας καὶ διαιρέσεώς ἐστι τῇ γραμμῇ αἰτία. τὸ δέ πως προσέθηκε, διότι ἐπὶ μὲν τῶν μεγεθῶν καὶ ἐνεργείᾳ διαιρεῖ τὸ σημεῖον τὴν γραμμήν, τὸ μέντοι νῦν οὐδέποτε ἐνεργείᾳ διαιρεῖ τὸν χρόνον, ὥσπερ εἴπομεν, οὐδὲ ἐπὶ τῶν οὐρανίων τὸ φερόμενον τὴν κίνησιν, ἀλλὰ μόνον κατ’ ἐπίνοιαν, ὡς ἤδη εἴπομεν. καὶ ταύτῃ μὲν οὖν διαφέροιεν ἂν ἀλλήλων, καὶ δύναιτο ἂν καὶ διὰ τοῦτο τό πως προσθεῖναι, αὐτὸς μέντοι ὁ Ἀριστοτέλης ἐξηγούμενος διὰ τί προσέθηκε τό πως, ἐπήγαγε καὶ γὰρ ἡ στιγμὴ καὶ συνέχει τὸ μῆκος καὶ διορίζει· ἔστι γὰρ τοῦ μὲν ἀρχή, τοῦ δὲ τελευτή· ἀλλ’ ὅταν μὲν οὕτως λαμβάνῃ τις ὡς δυσὶ χρώμενος τῇ μιᾷ, ἀνάγκη ἵστασθαι, εἰ ἔστιν ἀρχὴ καὶ τελευτὴ ἡ αὐτὴ στιγμή·1 τὸ δὲ νῦν διὰ τὸ κινεῖσθαι τὸ φερόμενον ἀεὶ ἕτερον. ἐπὶ μὲν γὰρ τῆς στιγμῆς καὶ τοῦ μεγέθους ἡ αὐτὴ στιγμὴ δὶς λαμβανομένη καὶ ἀριθμουμένη, ὡς ἀρχὴ καὶ πέρας, καὶ ὑπομένουσα (οὕτω γὰρ δὶς λαμβάνεται), τῆς μὲν τέλος γίνεται τῆς δὲ ἀρχή, καὶ οὕτως ἀριθμεῖ τὰ μεγέθη καὶ διορίζει, τὸ δὲ νῦν οὐχ οὕτως· οὐ γὰρ ὑπομένει τὸ πρότερον νῦν τὸ ὕστερον, ἀλλὰ τῷ ἕπεσθαι τῷ φερομένῳ, τὸ δὲ φερόμενον τῷ ἄλλοτε κατ’ ἄλλο γίνεσθαι οὐχ οἷόν τε ὑπομένειν· ὥστε δὶς ληφθῆναι τὸ αὐτὸ ἀδύνατον. οὐδ’ ἄρα τὸ νῦν ὑπομένει καὶ δὶς λαμβάνεται ἅμα, ὥσπερ τὸ σημεῖον, λόγους μέντοι δύο ἀναδέξασθαι ἓν ὂν καὶ τὸ αὐτὸ οὐδὲν κωλύει· τὸ γὰρ νῦν τὸ διορίζον τὴν ἡμέραν ἀπὸ τῆς νυκτὸς τῆς μέν ἐστι πέρας τῆς δὲ ἀρχή, ὅταν, ὡς εἶπον, ὡς διαιροῦν τοὺς χρόνους τούτους λαμβάνηται τῇ ἐπινοίᾳ, οὐ τῇ ἐνεργείᾳ.
“但这在某种方式上也伴随着点。” 我们已经说过,点如何也是线的连续性与分割的原因。他之所以加上“在某种方式上”,是因为在量度的情况下,点甚至在现实中分割线,然而正如我们所说,“现在”绝不在现实中分割时间,在天体的情况下处于位移中的事物也绝不在现实中分割运动,而仅仅是在思想中分割,正如我们已经说过的。因此,在这方面它们彼此不同,他也可能为此加上了“在某种方式上”;然而,亚里士多德自己在解释他为何加上“在某种方式上”时补充道:“因为点既连系长度又划定边界;因为它是这一段的起点,又是那一截的终极;但每当有人这样把握它,如同把这同一个当成两个来使用时,如果这同一个点既是起点又是终极,就必须停顿;而‘现在’由于处于位移中的事物被移动而总是不同的。”因为在点和量度的情况下,同一个点被两次把握并被计数,作为起点和端界,并且由于它持续存在(因为只有这样它才被两次把握),它成为一段的终点并成为另一段的起点,从而如此这般地数出量度并划定界限;而“现在”则不是这样。因为在先的“现在”不会等待在后的“现在”而持续存在,而是通过伴随着处于位移中的事物——而处于位移中的事物由于在不同时间出现在不同地方而无法持续存在——以致于同一个东西不可能被两次把握。因此,“现在”也不会像点那样持续存在并同时被两次把握;然而,当它作为一个且同一的事物时,接纳两个定义并不受任何妨碍。因为把白天与黑夜分开的“现在”,正如我所说,当在思想中而非在现实中被把握为分割这些时间的事物时,它就是一者的端界和另一者的起点。
"Ὥστε ὁ χρόνος ἀριθμὸς οὐχ ὡς τῆς αὐτῆς στιγμῆς, ὅτι ἀρχὴ καὶ τελευτή, ἀλλ’ ὡς τὰ ἔσχατα τῆς αὐτῆς· [καὶ οὐχ ὡς τὰ μέρη] μᾶλλον.2" Ἐκ τῶν εἰρημένων, φησί, συνάγεται ὅτι ὅταν τὸν χρόνον ἀριθμὸν λέγωμεν (λέγεται δὲ ἀριθμὸς τῷ ἀριθμεῖσθαι τὸ πρότερον αὐτοῦ καὶ τὸ ὕστερον, ταῦτα δέ ἐστι τὰ νῦν), οὐχ οὕτως οὖν ἀριθμὸν αὐτόν φαμεν, ἤτοι τὰ ἐν αὐτῷ νῦν, ὥσπερ τὴν στιγμὴν ἀριθμὸν λέγομεν, ὅταν τὴν αὐτὴν δὶς λάβωμεν, τοῦτο δέ ἐστι τόν τε τοῦ πέρατος ἔχουσαν λόγον καὶ τὸν τῆς ἀρχῆς· τὸ μὲν γὰρ σημεῖον, ἅτε δὴ θέσιν ἔχον καὶ ὑπομένον καὶ ἐν πράγματι θέσιν ἔχοντι καὶ ὑπομένοντι ὑφεστηκός, δυνατὸν δὶς λαβεῖν (οὐκ ἐκφεύγει γὰρ τὴν λῆψιν), τὸ δὲ νῦν οὐχ οἷόν τε δὶς λαβεῖν καὶ ὡς ἀρχὴν καὶ ὡς πέρας. τῷ γὰρ τὸν χρόνον, ἐν ᾧ ὑφέστηκεν, ἐν τῷ γίνεσθαι καὶ ἐν ῥύσει τὸ εἶναι ἔχειν,3 οὐχ οἷόν τε δὶς τὸ αὐτὸ λαβεῖν νῦν, καὶ ὡς ἀρχὴν καὶ ὡς πέρας· στήσομεν γὰρ οὕτω τὸν χρόνον. εἰ γὰρ τοῦ μέν ἐστι πέρας τοῦ δὲ ἀρχή, διῄρηται ὁ χρόνος, καὶ δύο οἱ χρόνοι καὶ αἱ κινήσεις, δειχθήσεται δὲ ὅτι δύο κινήσεις συνεχεῖς εἶναι ἀδύνατον, ἀλλὰ πάντως ἠρεμίᾳ διαλαμβάνονται. εἰ οὖν τοῦτο ἐπὶ τοῦ χρόνου γενέσθαι ἀδύνατον, καὶ τὸ νῦν ἄρα τὸ αὐτὸ δὶς ληφθῆναι ἀδύνατον. οὕτω μὲν οὖν ἀδύνατον ἀριθμὸν εἶναι τὰ νῦν ἢ τὸν τούτοις ὁριζόμενον χρόνον, ὡς μέντοι τὰ ἔσχατα τῆς πεπερασμένης γραμμῆς δυνατόν· τὰ γὰρ ἔσχατα τῆς γραμμῆς δύο εἰσὶ σημεῖα ἑκατέρωθεν αὐτῆς, ὑφ’ ὧν περατοῦται ἐφ’ ἑκάτερα, ἅτινα ἀριθμὸν μὲν ἔχει· δύο γάρ εἰσι τὰ ἔσχατα τῆς πεπερασμένης, οὐχ οὕτω δὲ δύο ὡς τοῦ αὐτοῦ σημείου δὶς εἰλημμένου, καὶ ὡς ἀρχὴ λέγω καὶ ὡς πέρατα, ἀλλ’ ὡς ἑκάστου ἕνα λόγον τὸν τοῦ πέρατος ἀναδεξαμένου. οὕτως οὖν καὶ τὸ νῦν ἀριθμός ἐστιν, οὐχ ὡς τὸ αὐτὸ δὶς λαμβανόμενον, ἀλλ’ ὡς ἄλλο καὶ ἄλλο καὶ ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ τοῦ χρόνου (καὶ γὰρ τὰ τῆς γραμμῆς οὕτω δύο, ὡς ἐν ἄλλῳ καὶ ἄλλῳ τῆς γραμμῆς), ἄλλο δὲ καὶ ἄλλο οὐ τῷ ὑποκειμένῳ (οὕτω γὰρ ταὐτὸν εἶναι ἐδείχθη), ἀλλὰ τῷ τὸ αὐτὸ ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβάνεσθαι, καὶ ὡς πρότερον καὶ ὕστερον, ὥσπερ καὶ Κορίσκος ἄλλος ὁ ἐν ἀγορᾷ καὶ ἄλλος ὁ ἐν Λυκείῳ, τῷ δὲ ὑποκειμένῳ ὁ αὐτός.
“因此,时间并不是作为同一个点因其既是起点又是终极那样的数,而毋宁是作为同一条[线]的两端那样的[数],[而不是作为各部分那样的数]。” 他说,从前述的内容中可以得出:当我们称时间为数时(它被称为数是由于它的在先和在后被计数,而这些就是诸‘现在’),我们说它本身或者其中的诸‘现在’是数,并不是按照我们在两次把握同一个点时称点为数的那种方式,而这[两次把握]就是使它同时具有端界的定义和起点的定义。因为点既然具有位置并持续存在,且存立于具有位置并持续存在的事物中,它就能够被两次把握(因为它不逃脱把握);而“现在”却不可能既作为起点又作为端界而被两次把握。因为在它所存立于其中的时间处于生成和流变中具有其存在这一情况下,不可能既作为起点又作为端界而两次把握同一个“现在”;因为这样一来我们就会使时间停滞。因为如果它是一部分的端界又是另一部分的起点,时间就被分割了,时间和运动就变成了两个,而将证明两个运动不可能连续,而必然被静止隔开。因此,如果这在时间上是不可能发生的,那么同一个“现在”被两次把握也是不可能的。因此,以这种方式诸‘现在’或由它们界定的时间是不可能成为数的,但作为有限线的两端则是可能的。因为线的两端是位于其两侧的两个点,线通过它们在两侧受到限定,它们确实具有数;因为有限线的两端是两个,但并不是像同一个点被两次把握那样的两个——我的意思是既作为起点又作为端界[被把握]——而是作为各自接纳了一个定义即端界的定义的两个。因此,“现在”也是这样一种数,不是作为同一个东西被两次把握,而是作为在时间的不同部分中不同的事物(因为线的两端也是这样作为位于线的不同位置而是两个的);并且不是在底层上不同(因为在底层上它已被证明是同一的),而是由于同一个事物在不同情况下被把握,即作为在先和在后被把握,正如在广场上的科里斯库斯与在吕克昂的科里斯库斯是不同的,尽管在底层上是同一的。
- 4.272ἀλλ’ ὅταν μὲν οὕτως λαμβάνῃ τις ὡς δυσὶ χρώμενος τῇ μιᾷ, ἀνάγκη ἵστασθαι, εἰ ἔστιν ἀρχὴ καὶ τελευτὴ ἡ αὐτὴ στιγμή
这是对亚里士多德原文(220a11–13)的直接引用。ὅταν从句的主要动词是λαμβάνῃ,分词短语ὡς δυσὶ χρώμενος τῇ μιᾷ(与格阴性单数τῇ μιᾷ指代στιγμῇ)修饰主语的使用方式。主句为无人称结构ἀνάγκη ἵστασθαι,其后的条件从句εἰ ἔστιν ἀρχὴ καὶ τελευτὴ ἡ αὐτὴ στιγμή阐明了停顿成为必然的条件。
- 4.273ἀλλ’ ὡς τὰ ἔσχατα τῆς αὐτῆς· [καὶ οὐχ ὡς τὰ μέρη] μᾶλλον
在亚里士多德的引文(220a15–16)中,属格阴性单数τῆς αὐτῆς所修饰的名词(即γραμμῆς‘线’)被省略了。根据上下文与前文τῆς αὐτῆς στιγμῆς(‘同一个点’)的对比,此处显系指同一条线的两端,因此被省略。
- 4.273τῷ γὰρ τὸν χρόνον, ἐν ᾧ ὑφέστηκεν, ἐν τῷ γίνεσθαι καὶ ἐν ῥύσει τὸ εἶναι ἔχειν
由与格冠词τῷ引导的带冠词不定式结构(对格不定式),在整个句子中作表示原因的与格。不定式ἔχειν的逻辑主语是对格τὸν χρόνον,其后插入了关系从句ἐν ᾧ ὑφέστηκεν(先行词为时间)。不定式的宾语是τὸ εἶναι(其存在),介词短语ἐν τῷ γίνεσθαι καὶ ἐν ῥύσει则说明了其存在的状态(处于生成与流变之中)。
