- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:733.15-734.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解了亚里士多德《物理学》220a6–220a8,指出时间与‘现在’的连续性和分割性严格类比于位移与移动之物、点与线。他阐明了运动的单一性与连续性取决于移动之物在底层与定义上的单一性,并解释了当移动之物在中途停顿时间断如何导致运动的分割。
" Ἀκολουθεῖ γὰρ τοῦτο τῇ φορᾷ καὶ τῷ φερομένῳ." Ὥσπερ τῷ χρόνῳ καὶ τῷ νῦν ἕπεται τὸ καὶ συνεχῆ εἶναι τὸν χρόνον τῷ νῦν καὶ διαιρεῖσθαι κατὰ τὸ νῦν, οὕτω τὸ αὐτὸ τοῦτο ἕπεται καὶ τῇ φορᾷ καὶ τῷ φερομένῳ, τὸ καὶ συνεχῆ εἶναι τὴν κίνησιν διὰ τὸ φερόμενον καὶ διαιρεῖσθαι αὐτὴν κατὰ τὸ αὐτό. ὁμοίως δὲ καὶ τῇ στιγμῇ καὶ τῇ γραμμῇ τὸ αὐτὸ ἕπεται, ὡς φθάσαντες εἴπομεν.
“因为这伴随着位移和处于位移中的事物。” 正如伴随着时间和‘现在’的是,时间既因‘现在’而连续,又按‘现在’而被分割,这同一件事也同样伴随着位移和处于位移中的事物,即运动因处于位移中的事物而是连续的,并且依其自身而被分割。同样,正如我们先前所说,同一件事也伴随着点和线。
"Καὶ γὰρ ἡ κίνησις καὶ ἡ φορὰ μία τῷ φερομένῳ, ὅτι ἕν, καὶ οὐχ ὅ ποτε ὄν1 (καὶ γὰρ ἂν διαλείποι), ἀλλὰ τῷ λόγῳ." Εἰπὼν ὅτι ἡ κίνησις καὶ ἡ φορὰ μία τῷ φερομένῳ, πῶς ἐστι μία διὰ τὸ φερόμενον ἐπήγαγεν· ὅτι ἕν, φησί, τὸ φερόμενον, καὶ οὐχ ὅ ποτε ὄν (καὶ γὰρ ἂν διαλείποι), ἀλλὰ τῷ λόγῳ, τουτέστιν ἐὰν τὸ κινούμενον ἓν ᾖ, ἐὰν δὲ μὴ μόνον τῷ ὑποκειμένῳ (τὸ γὰρ ὅ ποτε ὂν τούτου ἐστὶ δηλωτικόν), ἀλλὰ καὶ τῷ λόγῳ, τότε καὶ ἡ κίνησις μία. ἐπεὶ αὐτό γε καθ’ αὑτὸ τὸ κινούμενον ἓν μὲν ὂν δύναται καὶ διαλείπειν κινούμενον, οὕτω δὲ ἓν μὲν ἔσται τὸ φερόμενον, οὐκέτι δὲ ἡ κίνησις μία καὶ συνεχής, ἀλλὰ δύο διῃρημέναι· ἐὰν δὲ καὶ τῷ λόγῳ ἓν ληφθῇ, τουτέστιν ὡς κινούμενον (εἰ γὰρ διαλείποι, οὐκέτι ἓν ἔσται τῷ λόγῳ, ἀλλὰ δύο· ἄλλο γάρ ἐστιν αὐτῷ τὸ ὡς κινουμένῳ εἶναι, καὶ ἄλλο τὸ ὡς ἠρεμοῦντι),2 ἐὰν οὖν καὶ τῷ λόγῳ ἓν ληφθῇ, τότε καὶ ἡ κίνησις μία καὶ συνεχής, καὶ τοῦτο αὐτῇ διὰ τὸ φερόμενον ὑπάρχει. οὕτω δὲ καὶ τὸ σημεῖον μίαν ποιεῖ τὴν γραμμήν, καὶ τὸ νῦν ἕνα τὸν χρόνον, ἐὰν ᾖ τὸ σημεῖον ἓν καὶ τὸ νῦν καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ· ἐὰν γὰρ δύο λόγους ἀναδέξηται τὸ σημεῖον, καὶ εἴη τῆς μὲν πέρας τῆς δὲ ἀρχή, τότε καὶ αἱ γραμμαὶ δύο, καὶ οὐ συνεχείας ἀλλὰ διαιρέσεως αἴτιον τὸ σημεῖον, ἐὰν δὲ καὶ τῷ λόγῳ ἓν ᾖ, τουτέστιν ὡς πέρας μόνον κοινὸν ἀμφοτέρων τῶν μορίων λαμβάνηται, τότε καὶ ἡ γραμμὴ μία καὶ συνεχής, καὶ τούτου αἴτιον τὸ σημεῖον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ χρόνου καὶ τοῦ νῦν.
“因为运动和位移因处于位移中的事物而是一,因为它是一,并且不是作为曾在的某一者(因为它可能会间断),而是在定义上[是一]。” 在说了“运动和位移因处于位移中的事物而是一”之后,他补充说明了运动如何由于处于位移中的事物而是一:他说,是因为处于位移中的事物是一,并且不是作为曾在的某一者(因为它可能会间断),而是在定义上[是一];这就是说,如果被移动之物是一,而且不仅在底层上是一(因为“曾在的某一者”正是表明这一点),而且在定义上也是一,那么运动也是一。因为被移动之物就其自身而言虽是一,却也可能在移动时间断,如此一来,处于位移中的事物虽是一,运动却不再是一和连续的,而是分成两个;但如果它在定义上也被把握为一,即作为运动着的事物被把握(因为如果它发生间断,它在定义上就将不再是一,而是二;因为对于它而言,作为运动着的事物的存在是一回事,而作为静止着的事物的存在是另一回事),因此,如果它在定义上也被把握为一,那么运动也是一且连续的,并且这一属性由于处于位移中的事物而属于运动。同样,点也使线成为一,‘现在’也使时间成为一,如果点和‘现在’在底层和定义上都是一的话;因为如果点承担了两个定义,既是一条[线]的端界又是另一条[线]的起点,那么线也是两条,点所造成的就不是连续性而是分割;但如果它在定义上也是一,即仅仅作为两个部分的共同端界而被把握,那么线也是一且连续的,点就是这一结果的原因。对于时间和‘现在’也是同样的道理。
"Καὶ ὁρίζει δὴ τὴν πρότερον καὶ ὕστερον κίνησιν τοῦτο." Εἰπὼν ὅτι “ἡ κίνησις καὶ ἡ φορὰ μία τῷ φερομένῳ”, καὶ δείξας πῶς μία, ὅτι ὅταν τὸ φερόμενον καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ ἓν λαμβάνηται, νῦν λέγει πῶς καὶ διαιρέσεώς ἐστι τῇ κινήσει αἴτιον. ὅταν γὰρ στῇ τὸ φερόμενον, εἶτα πάλιν ἄρξηται κινεῖσθαι, πέρας μὲν ἔλαβεν ἡ προτέρα κίνησις, ἀρχὴν δὲ ἡ δευτέρα, καὶ δύο αἱ κινήσεις καὶ οὐ μία· ταύτῃ οὖν καὶ διαιρέσεως αἴτιον τὸ φερόμενον.
“而且正是这个界定了在先和在后的运动。” 在说了“运动和位移因处于位移中的事物而是一”,并说明了它如何是一,即当处于位移中的事物在底层和定义上都被把握为一时〔它是一〕之后,他现在说明处于位移中的事物如何也是对运动的分割的原因。因为每当处于位移中的事物停下来,随后又重新开始运动时,在先的运动就得到了端界,第二阶段的运动就有了起点,运动是两次而非一次;因此,在这方面处于位移中的事物也是分割的原因。
- 4.270ὅ ποτε ὄν
由关系代词 ὅ、助词 ποτέ 和分词 ὄν 构成的亚里士多德特有术语,作为名词性短语使用,意指“在基底/本质上所是的某一者”。正如斐洛庞努斯在紧接着的文句中所阐释的(τὸ γὰρ ὅ ποτε ὂν τούτου ἐστὶ δηλωτικόν,即指 τῷ ὑποκειμένῳ“在底层上”),该短语指称主项的底层实体,与定义维度(τῷ λόγῳ)相对立。
- 4.270ἄλλο γάρ ἐστιν αὐτῷ τὸ ὡς κινουμένῳ εἶναι, καὶ ἄλλο τὸ ὡς ἠρεμοῦντι
带冠词的不定式结构 τὸ ... εἶναι 与与格(αὐτῷ)结合,用以表示本质或定义性的存在状态:“对于它而言,作为运动着的事物存在是一回事,而作为静止着的事物存在是另一回事”。在 ὡς ἠρεμοῦντι 之后省略了不定式 εἶναι。
