← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§732.5-733.14

作为时间连续与思维中分割之因的现在

约安尼斯·斐洛庞诺斯阐释了亚里士多德关于时间因‘现在’而连续且依‘现在’而分割的论述(220a4),并类比了线中的点以及运动中的移动体。他通过归谬法论证,由于原初天体运动是连续且不可休止的,时间在现实中绝不可被分割,时间依‘现在’的分割仅在概念思维中成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.268

" Καὶ συνεχής τε δὴ ὁ χρόνος τῷ νῦν, καὶ διῄρηται κατὰ τὸ νῦν." Ὅτι καὶ συνεχείας καὶ διαιρέσεως αἴτιον τὸ νῦν τῷ χρόνῳ, ὥσπερ καὶ τῇ κινήσει τὸ κινούμενον καὶ τῇ γραμμῇ τὸ σημεῖον. κἀνταῦθα γὰρ ἡ αὐτὴ πάλιν ὁρᾶται ἀναλογία, ἀλλὰ τὸ μὲν σημεῖον δυνάμει μὲν λαμβανόμενον συνεχείας αἴτιον τῇ γραμμῇ (συνεχὲς γάρ ἐστιν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει), δυνάμει δὲ λαμβανόμενον ἕν ἐστιν, εἰ μέντοι ἐνεργείᾳ ληφθῇ, διαιρέσεώς τε τῇ γραμμῇ αἴτιον γίνεται καὶ οὐκέτι ἕν ἐστιν ἀλλὰ δύο, ἑκατέρου ἕν τι τῶν διαιρεθέντων μορίων περατοῦντος.1 ἓν μὲν γάρ ἐστι τῇ ἑαυτοῦ φύσει, καθ’ ὃ γίνεται ἡ διαίρεσις· δεῖ γὰρ τὸ διαιροῦν καθ’ ὃ διαιρεῖ ἓν εἶναι καὶ ἀδιάστατον. διὰ τοῦτο τὸ μὲν τριχῇ διαστατὸν ἐπιφανείᾳ διαιρεῖται ἀδιαστάτῳ οὔσῃ κατὰ βάθος καθ’ ὃ καὶ ἡ διαίρεσις γίνεται, ἡ δὲ ἐπιφάνεια γραμμῇ διαιρεῖται κατὰ πλάτος οὔσῃ ἀδιαστάτῳ (πλάτους γὰρ ἡ διαίρεσις), ἡ δὲ γραμμὴ σημείῳ κατὰ πάντα ὄντι ἀδιαστάτῳ. ἀλλ’ ἐπειδὰν ἐνεργείᾳ ληφθῇ ἐν τῇ γραμμῇ τὸ σημεῖον καὶ διέλῃ αὐτήν, τότε δύο γεννᾷ σημεῖα τῶν δύο μορίων τὰ πρὸς τῇ διαιρέσει πέρατα. ὁμοίως δὲ καὶ τὸ κινούμενον καὶ συνεχείας αἴτιον τῇ κινήσει καὶ διαιρέσεως· τῷ γὰρ συνεχῶς καὶ ἀδιακόπως κινεῖσθαι τὸ κινούμενον τὸ συνεχὲς ἔχει ἡ κίνησις, εἰ μέντοι τὸ φερόμενον στάσει μεταξὺ διαλαμβάνεται, τότε καὶ διαιρέσεως αἴτιον γίνεται τῇ κινήσει. ἀλλ’ ἐν μὲν τοῖς ἐν γενέσει καὶ φθορᾷ καὶ ἐνεργείᾳ στῆναι τὸ κινούμενον δυνατόν (οἷον τὸν βαδίζοντα ἀπὸ Ἀθηνῶν εἰς Θήβας δυνατὸν στάντα μεταξύ, οὕτω τὸ λοιπὸν διανύσαι,2 καὶ οὕτω τὸ κινούμενον τῷ στῆναι ἔτεμε τὴν ἀπὸ Ἀθηνῶν εἰς Θήβας κίνησιν), ἐπὶ δὲ τῶν οὐρανίων συνεχείας μόνον αἴτιον τὸ κινούμενον τῇ κινήσει, διαιρέσεως δὲ ἐνεργείᾳ μὲν οὐδέποτε, μόνῃ δὲ τῇ ἐπινοίᾳ. ὁμοίως δὲ τὸ νῦν καὶ συνεχείας τῷ χρόνῳ αἴτιον καὶ διαιρέσεως, ἀλλὰ μόνως μὲν συνεχείας ἀεί, διαιρέσεως δὲ μόνως κατ’ ἐπίνοιαν· εἰ γὰρ τὴν πρώτην κίνησιν, ἧς μέτρον πρώτως ὁ χρόνος, στῆναι οὐχ οἷόν τε οὐδὲ ἠρεμίᾳ διαληφθῆναι, δῆλον ὡς οὐδὲ τὸν χρόνον τμηθῆναί ποτε ἐνεργείᾳ οἷόν τε, ἀλλὰ μόνον τῇ ἐπινοίᾳ τὸ νῦν διαιρέσεώς φαμεν τῷ χρόνῳ αἴτιον· τούτῳ γὰρ τάς τε ἡμέρας εἰς ὥρας διαιροῦμεν τούς τε μῆνας εἰς ἡμέρας καὶ τοὺς ἐνιαυτοὺς εἰς μῆνας. ὅτι γὰρ οὐχ οἷόν τε τὸν χρόνον ἐνεργείᾳ διαιρεθῆναι, δῆλον καὶ ἐντεῦθεν· ἀνάγκη γὰρ καὶ τὴν κίνησιν πολλῷ πρότερον στῆναι, δείκνυται δὲ ὅτι πᾶσαι δύο κινήσεις ἐφεξῆς στάσει ἀεὶ πάντως διαλαμβάνονται καὶ ἠρεμίᾳ, καὶ οὐχ οἷόν τέ ἐστι δύο κινήσεις διῃρημένας κατὰ τὸ συνεχὲς ἐφεξῆς εἶναι· εἰ δὲ τοῦτο, καὶ τῶν δύο χρόνων ἄρα τῶν μετρητικῶν τῶν δύο κινήσεων ἔσται τι μεταξὺ ὃ μὴ ἔστι χρόνος· ἀλλὰ πᾶν τῶν δύο νῦν μεταξὺ χρόνος ἐστίν· ἔσται ἄρα τις χρόνος ὅτε οὐκ ἦν χρόνος, ὅπερ ἄτοπον.3 οὐκ ἄρα οἷόν τέ ποτε ἐνεργείᾳ διαιρεθῆναι τὸν χρόνον, μόνῃ δὲ τῇ ἐπινοίᾳ, ὥσπερ εἴπομεν, διαιρεῖται τῷ νῦν.

“时间确实因‘现在’而连续,并且按照‘现在’而被分割。” 这就是说,‘现在’对时间而言既是连续性的原因也是分割的原因,正如被移动之物对运动、点对线而言也是如此。因为在这里同样可以看到相同的类比。然而,点当在潜能上被把握时,是对线的连续性的原因(因为连续之物是指其各部分在某一共同界限上相接合者),并且在潜能上被把握时是一;但如果它在现实中被把握,它便成为对线的分割的原因,而且不再是一而是二,[两个点]各自界定被分割各部分中的一个。因为就其本性而言它是一,依据此本性而发生分割(因为进行分割者,就其进行分割所依据的维度而言,必须是一且无广延的;因此,三维广延之物由面来分割,面在深度的维度上是无广延的,而分割正是在此维度上发生的;面由线来分割,线在宽度的维度上是无广延的——因为这是对宽度的分割;而线由在所有维度上都无广延的点来分割)。但是,每当在线中点在现实中被把握并分割线时,那时它便产生两个点,即两个部分在分割处的端界。同样,被移动之物对运动而言也既是连续性的原因又是分割的原因;因为凭借被移动之物连续且不间断地移动,运动便具有连续性;然而如果移动之物在中间被静止所截断,那么它对运动而言也就成为了分割的原因。但是在处于生成与消亡的事物中,被移动之物在现实中停下来是可能的(例如从雅典步行到忒拜的人,可能在途中停下,然后走完剩余的路程,被移动之物就这样通过停下来切断了从雅典到忒拜的运动);但在天体事物中,被移动之物对运动而言仅仅是连续性的原因,而在现实中绝不是分割的原因,仅仅是在思维中才是[分割的原因]。同样,‘现在’对时间而言既是连续性的原因又是分割的原因,但它始终仅仅是连续性的原因,而仅仅在概念上才是分割的原因。因为,如果作为时间所首要度量的原初运动不可能停下来,也不可能被休止所截断,显而易见时间也绝不可能在现实中被切断,我们只是在概念上说‘现在’是时间分割的原因;因为我们正是借此把日分割为小时,把月分割为日,把年分割为月。实际上,时间不可能在现实中被分割,从下述论证中也是显而易见的:因为此前运动必然早已停下来,而论证表明,一切相继的两个运动总是完全被停顿和休止所截断,并且按照连续性而被分割的两个运动不可能相继存在。如果这是真的,那么度量这两个运动的两个时间之间,也将会有某种不是时间的东西;但在两个‘现在’之间的所有东西都是时间;因此将会有某个时间,而在那时却没有时间,这是荒谬的。因此,时间绝不可能在现实中被分割,而是正如我们所说,仅仅在概念上通过‘现在’被分割。

语法注3 条
  1. 4.268ἑκατέρου ἕν τι τῶν διαιρεθέντων μορίων περατοῦντος

    独立属格结构。语义主语 ἑκατέρου 指代前文提及的两个点(δύο [σημεῖα])中的每一个,ἕν τι τῶν διαιρεθέντων μορίων 则是分词 περατοῦντος 的宾格宾语,意为“[两个点]各自界定被分割各部分中的一个”。

  2. 4.268οἷον τὸν βαδίζοντα ἀπὸ Ἀθηνῶν εἰς Θήβας δυνατὸν στάντα μεταξύ, οὕτω τὸ λοιπὸν διανύσαι

    由非人称谓词 δυνατὸν [ἐστι](“可能……”)支配的带宾格的不定式结构。主语为宾格分词短语 τὸν βαδίζοντα ἀπὸ Ἀθηνῶν εἰς Θήβας,附带与之呼应的副词性分词 στάντα(“停下后”),并与不定式 διανύσαι(“走完”)结合。

  3. 4.268ἔσται ἄρα τις χρόνος ὅτε οὐκ ἦν χρόνος, ὅπερ ἄτοπον

    关系副词 ὅτε(“当……之时”)引导修饰先行词 τις χρόνος 的关系从句,展现了归谬法(reductio ad absurdum)的荒谬推论结果:“因此将会有某个时间,而在那时却没有时间,这是荒谬的。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:732.5-733.14